Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τοῦ Σωτῆρος

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και θεολογικές προϋποθέσεις της Ενσάρκωσης

Αλληγορική εισαγωγή με την εικόνα της άνοιξης, θεολογική ανάλυση της υποστατικής ένωσης του Λόγου, ομολογία των δύο φύσεων και η σημασία της Θεοτόκου στο έργο της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 7

Ἰωάννου, τοῦ ταπεινοῦ καὶ ἐλαχίστου μοναχοῦ τοῦ Δαμασκηνοῦ, λόγος εἰς τὴν ἁγίαν Χριστοῦ γέννησιν Ὁπόταν τὸ ἔαρ ἐπέλθῃ, τὰ τῶν σωμάτων στοιχεῖα πρὸς καινισμὸν παλινδρομοῦσι. Τότε πάντες ἄνθρωποι πρὸς εὐκρασίαν ἐρχόμενοι εὐρωστίαν τοῦ σώματος δέχονται. Τότε καὶ ἡ γῆ ἐξανθοῦσα σπερμάτων κάλλη καὶ παντοῖα βοτανῶν ἄνθη ἐγκαλλωπιζομένη πρὸς εὐπρέπειαν ἑαυτῆς φέρει. Τότε καὶ κτήνη χλοερὰν πόαν τῆς νομῆς εὑρηκότα εὐθαλὲς τὸ σῶμα προφέρουσι. Τότε καὶ τὰ τῶν ὀρνίθων γένη ἱπτηκότα πρὸς τὴν τοῦ ὕψους ἀνάβασιν κελαδίαν πλείστην ποιοῦσιν καὶ ἀηδὼν καὶ χελιδὼν τοῖς χείλεσι δονοῦσι τῇ γοργογλυκοστρέπτῳ φωνῇ καὶ δονοῦσιν ὄρη καὶ νάπαι καὶ δένδρα ταῖς κλαγγαῖς, τὸ γλυκὺ ἔαρ ἡδυγλώσσοις φωναῖς δηλοῦν τὰ τερπόμενα. Τότε καὶ ποιμένες τὰ τῶν ὀρνίθων γένη μιμούμενοι, συριγγόπλοκον τραγῳδίαν ἀναλαβόντες, πρὸς χλόην τερπνὴν τὸ ποίμνιον ἐννομεύουσι. Τότε καὶ ἥλιος ἐπιπολεύων τῇ γῇ λαμπρῶς ταῖς κοιλᾶσι καὶ λειμῶσι καὶ ἀγροῖς τὴν τῶν κρίνων καὶ παντοίων ῥόδων εὐπρεπεστάτην χροιὰν ἐγκαλλωπίζει καὶ ὀδμαῖς ἡδυπνόοις τὰς ὀσφρήσεις πάντων εὐμυρίζειν παρασκευάζει καὶ δένδρων καρπίμων τε καὶ ἀκάρπων κλάδη αὔξει καὶ ἄνθη τερπνὰ παντοδαπῶν ποιεῖται φυτῶν. Τότε καὶ γεωργοὶ πρὸς εὐτρεπισμὸν τοῦ ἰδίου καμάτου γενόμενοι τὸν ἀμητὸν δοκοῦσιν ἀμείψασθαι τοῦ αὐτῶν κόπου καὶ μόχθου.

Τότε καὶ ἄμπελος κλαδευομένη βλαστοὺς καὶ βότρυας ἐπανθοῦσα εὐτρεπίζει τὴν ἑαυτῆς γύμνωσιν. Τότε καὶ ὄρη φυλλοβλαστοῦντα τῇ τοῦ δρυμοῦ πυκνοπλόκῳ δράσει τὰ τῶν ἀγρίων ζῴων φυλάττει γένη. Τότε καὶ θάλασσα συμπλωτὰ νηκτὰ γαληνιῶσα τοῖς ναυτιλίαν ποιοῦσιν ἀπρόσκοπον καὶ ἀτάραχον τὸν πλοῦν δίδωσιν.

Οὕτως τοῦ κυρίου ἡμῶν σήμερον γεννηθέντος ἐκ παρθένου Μαρίας ὡς ἔαρ εὐφρόσυνον τῇ οἰκουμένῃ ἀνέτειλε πάσῃ καὶ πρὸς καινισμὸν ἐπανήγαγε. Σήμερον γὰρ γεννᾶται ὁ τοῦ θεοῦ μονογενὴς υἱός, τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, ὁ χαρακτὴρ τῆς ἀϊδιότητος καὶ τῆς ὑποστάσεως αὐτοῦ, ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε, δι’ οὗ τὰ πάντα ἐγένετο ὅρατά τε καὶ ἀόρατα· ὁ λόγος γὰρ ὁ τοῦ πατρὸς σὰρξ ἀτρέπτως ἐγένετο ἐκ πνεύματος ἁγίου καὶ τῆς παρθένου θεοτόκου καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων χρηματίζει ὁ μόνος φιλάνθρωπος, οὐκ ἐκ θελήματος ἢ ἐπιθυμίας ἢ συναφείας ἀνδρὸς ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς παρθένου συλληφθείς, ἀλλ’ ἐκ πνεύματος ἁγίου καὶ τῆς πρώτης τοῦ Ἀδὰμ γεννήσεως, καὶ γίνεται ὑπήκοος τῷ πατρὶ τῷ καθ’ ἡμᾶς καὶ ἐξ ἡμῶν προσλήμματι τὴν ἡμετέραν παρακοὴν ἰώμενος.

Τὸ γὰρ πνεῦμα τὸ ἅγιον ἐπῆλθεν ἐπ’ αὐτὴν καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ λόγου θεότητος παρέχον αὐτῇ, ἅμα δὲ καὶ γεννητικήν, καὶ τότε ἐπεσκίασεν αὐτῇ ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ υἱὸς τοῦ θεοῦ, ὁ τῷ πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν αὐτῆς καὶ καθαρωτάτων αἱμάτων σάρκα ἐμψυχωμένην ψυχὴν λογικήν τε καὶ νοεράν, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς, ἀλλὰ δημιουργικῶς διὰ τοῦ ἁγίου πνεύματος, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ’ ὑφ’ ἓν τελειωθέντος, αὐτὸς ὁ τοῦ θεοῦ λόγος χρηματίσας τῇ σαρκὶ ὑπόστασις· οὐ γὰρ προϋποστάσῃ καθ’ ἑαυτὴν ἡνώθη ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἐνοικήσας τῇ γαστρὶ τῆς παρθένου ἀπεριγράπτως ἐν τῇ αὑτοῦ ὑποστάσει ἐκ τῶν ἁγνῶν τῆς ἀειπαρθένου αἱμάτων σάρκα ἐμψυχωμένην ψυχὴν λογικήν τε καὶ νοερὰν ὑπεστήσατο, ἀπαρχὴν προσλαβόμενος τοῦ ἀνθρωπείου φυράματος, αὐτὸς ὁ λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις, ὥστε ἅμα σάρξ, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική τε καὶ νοερά.

Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα λέγομεν, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα ὁμολογοῦμεν—ὢν γὰρ φύσει τέλειος θεὸς γέγονε φύσει τέλειος ἄνθρωπος ὁ αὐτός, οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ τῆς ἁγίας παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐμψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ ἑνωθεὶς καθ’ ὑπόστασιν—ἀσυγχύτως, ἀναλλοιώτως, ἀδιαιρέτως θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον καὶ εἶναι καὶ λέγεσθαι.

Ὅθεν εὐσεβῶς ἐκ δύο τε καὶ ἐν δυσὶ ταῖς φύσεσιν ἐπιδηλούσης τῆς διαφορᾶς τὸν Χριστὸν ὁμολογοῦντες οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμεθα οὔτε διαίρεσιν τὴν διαφορὰν ποιούμεθα. Ὅθεν ἀληθῶς θεοτόκον ὁμολογοῦμεν τὴν παναγίαν παρθένον· ὡς γὰρ θεὸς ἀληθῶς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα· γεννηθεὶς γὰρ ὁ κύριος καὶ θεὸς ἡμῶν, ἐκ τοῦ τῆς πλάνης χειμῶνος καὶ τοῦ τῆς ἀπάτης κρύους ῥυσάμενος πρὸς ἔαρ ἀγαλλιάσεως ἐπανήγαγεν ἡμᾶς ἀναλαβὼν τὴν ἡμετέραν μορφὴν καὶ καινίσας αὐτὴν ἐν τῇ τῆς σαρκὸς προσλήψει αὐτοῦ· ὅλον γὰρ φορέσας τὸ ἡμέτερον, πλὴν χωρὶς ἁμαρτίας, θέσει υἱοὺς ἡμᾶς τοῦ ἰδίου πατρὸς καὶ συγκληρονόμους τῆς αὐτοῦ βασιλείας πεποίηκεν.