Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τοῦ Σωτῆρος

Ἰωάννης ὁ Δαμασκηνός

Η μνηστεία της Παρθένου και η απογραφή του Αυγούστου

Η ερμηνεία της μνηστείας με τον Ιωσήφ για την απόκρυψη του μυστηρίου από τον διάβολο και η θεολογική σημασία της απογραφής ως πράξη συγκατάβασης του Δεσπότου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 7

Ἐπεὶ οὖν τὸν λόγον πρὸς τὸ θεάτρον ἐκαθήραμεν, δεῦρο τοίνυν καὶ ἡμεῖς ὥσπερ παντοίων ῥόδων τὰ ἄνθη συλλέξαντες ταῖς ἀκοαῖς ἐνηχήσωμεν. Φέρε τοίνυν τὸν εὐαγγελιστὴν Ματθαῖον εἰς μέσον ἀγάγωμεν, ἵνα τὴν γέννησιν τοῦ Χριστοῦ καλῶς ἐναρξάμενοι κατὰ μέρος λέξωμεν. Τοῦ γὰρ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ὁ δὲ Ἰωσήφ, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, ἐπέστη αὐτῷ ἄγγελος κυρίου κατ’ ὄναρ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματος ἁγίου ἐστίν.

Ἄκουσον τοίνυν σαφῶς τῶν πραγμάτων τὴν ἔκβασιν ἐντεῦθεν κατὰ μέρος ἑρμηνευομένων· οὐ γὰρ ἁπλῶς καὶ εἰκῆ γέγονε τὰ ἐπὶ τῇ ἀνθρωπότητι Χριστοῦ τοῦ θεοῦ ἡμῶν πράγματα, ἀλλὰ πάντα διά τι καὶ πρός τι καὶ αἰνιγματώδη. Ἄκουε τοίνυν σαφῶς συμπλοκὴν αἰνιγμάτων· μνηστεύεται Ἰωσὴφ τὴν Μαρίαν ὡς ἀνήρ, ἵνα μαθὼν ὁ διάβολος τὴν ἀνάνδρως ἐκ παρθένου γέννησιν ὡς τὸ τυχὸν τοῦ σκοποῦ ἀποφύγῃ.

Ἤκουσας ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Ἐξῆλθε δόγμα παρὰ καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Ἀπεγράφοντο οὖν πάντες ἄνθρωποι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.

Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ.

Σκόπει οὖν ἐντεῦθεν δεσπότου φιλανθρωπίαν· ὁ πᾶσαν τὴν κτίσιν ἐναπόγραφον ἔχων θεὸς καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς εἰρηκώς· Ἐν τούτῳ χαίρετε μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς, τοῖς μικροῖς ῥωμαικοῖς κώδιξιν ἐναπόγραφον τὴν ἑαυτοῦ μητέρα γενέσθαι κατεδέξατο, ἵνα ἡμᾶς τοὺς δουλώσαντας ἑαυτοὺς ἑκουσίως τοῖς κτίσμασιν ἐλευθερίαν χαρίσηται καὶ εἰς οὐρανοὺς ἀπογραφῆναι ἡμῶν τὰ ὀνόματα ὡς οἰκείους δούλους ἐνθήσηται, ἵνα αὕτη ἡ ἀπογραφὴ τῆς οἰκουμενικῆς εὐταξίας ἀρραβὼν γένηται. Ὅθεν καὶ αὐτὸς ἑαυτὸν ἐναπόγραφον γενέσθαι τῇ Ῥωμαίων ἀρχῇ παρεχώρησε πρὸς βεβαίωσιν τῶν θεσπιζομένων νόμων· τότε γὰρ βασιλέως νόμος κρατεῖ, ὅτε ὁ νομοθετῶν βασιλεὺς πρῶτος πληρώσει τὸν νόμον.