Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τοῦ Σωτῆρος

Ἰωάννης ὁ Δαμασκηνός

Ο τοκετός στο σπήλαιο και η αγγελική εμφάνιση στους ποιμένες

Το μυστήριο της ανώδυνης και αδιάφθορης γέννησης, ο συμβολισμός της φάτνης για την κλήση των εθνών και ο ευαγγελισμός των ποιμένων από τους αγγέλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Καὶ πληροῦται τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. Πορευομένων γὰρ αὐτῶν ἀπογράψασθαι, δύο φασὶ λαοὺς θεωρεῖν τὴν παρθένον, ἐν μὲν τοῖς δεξιοῖς χαριέντως ὄντα, τὰ τῶν προφητῶν καὶ ἁγίων πνεύματα τῇ τοῦ Χριστοῦ γεννήσει σκιρτῶντα καὶ ἀγαλλόμενα, καὶ ἕνα ἐξ εὐωνύμων ἐν πένθει καὶ κλαυθμῷ ὄντα, τὰ τῶν δαιμόνων στίφη θρηνοῦντα τὴν ἑαυτῶν ἀπώλειαν, καὶ μάλα εἰκότως.

Ἀλλ’ ἄκουε πάλιν τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, καὶ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ὢ τῶν παραδόξων πραγμάτων. Ὁ τῶν χρόνων ποιητὴς ἐνναμηνιαῖον χρόνον ὡρισμένον φυσικῶς περιέμεινεν, ἵνα μὴ δόκησιν ἢ φαντασίαν τὴν οἰκονομίαν τις ὑπολάβῃ.

Καὶ ἐγένετο, φησίν, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, καὶ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ἔρημος γὰρ ἦν ὁ τόπος, καὶ ἡ ὥρα πρὸς ἑσπέραν, καὶ οὐκ ἦν ἐν αὐτῷ εἰ μὴ σμικρότατον σπήλαιον. Καὶ γὰρ τοῦτο εὐδοκία· ἐν γὰρ σπηλαίῳ σμικρῷ τεχθῆναι κατεδέξατο ὁ δεσπότης, ὁ μηδαμοῦ χωρητός, ὁ ἔχων θρόνον οὐρανὸν καὶ ὑποπόδιον τὴν γῆν, ἵνα τὸν πεσόντα ἄνθρωπον ἐν μεγάλῳ πτώματι καὶ σπήλαιον ὄντως γεγονότα λῃστῶν τῇ τροπῇ τῆς εἰκόνος τῇ θεϊκῇ συνεργείᾳ πρὸς λαμπροτέραν κάλλους εὐπρέπειαν ἀναστιλβώσηται. Καὶ σπαργανοῦται ῥάκει ὑπὸ τῆς οἰκείας μητρὸς ὁ φῶς ὡς ἱμάτιον ἀναβαλλόμενος θεϊκῶς, ἵνα τὰς σειρὰς λύσῃ τῶν πολυσφίγκτων ἡμῶν ἁμαρτιῶν.

Βλέπε τὴν μυστικὴν τῆς παρθένου γέννησιν. Τὴν γὰρ λοχείαν οὐκ ἔγνω καὶ τὰ μητέρων ἀπέδρα· ἅπας γὰρ τόκος τὴν παρθενίαν λυμαίνεται καὶ ὠδῖνας ὑφίσταται διὰ τὸ τῆς κατάρας εὐάρμοστον ἐπιτίμιον, τὸ ἐν λύπαις τέξῃ τέκνα. Αὕτη δὲ πρὸ τόκου μένει παρθένος καὶ μετὰ γέννησιν· θεὸς γὰρ ἦν τὸ τικτόμενον. Αὕτη ἄπονος μήτηρ καὶ θεραπαινὶς τοῦ τόκου καὶ ἀδίδακτος μαῖα γίνεται, τὸν ἐξ αὐτῆς ὑπὲρ αὐτῆς ὑπερφυῶς ἄνευ ὠδίνων τεκοῦσα σπαργανοῦσά τε καὶ ἐν φάτνῃ ἀνακλίνουσα.

Βαβαὶ τοῦ φρικτοῦ μυστηρίου. Ἐν φάτνῃ ἀλόγων ἀνακλίνεται θεὸς ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ἐξ ἀλογίας τοὺς βροτοὺς πρὸς ἐπίγνωσιν θεϊκὴν ἐναγόμενος· κτήνη γὰρ ἀπεικάζουσι τῷ δεσπότῃ χερουβικὴν παράστασιν, ὡς ἔμοιγε δοκεῖ καὶ τῶν εὐφρονούντων τὴν τῶν ἀνθρώπων ἀλογίαν τυπούμενα, τὴν πρὸς τὰ κτιστὰ λατρείαν ἀνωφελῆ καὶ ἐπώδυνον, καὶ πρὸς θεϊκὴν γνῶσιν καὶ εὐταξίαν ἀγγελικὴν τῷ δεσπότῃ προσοικειουμένην τὴν κλῆσιν τῶν ἐθνῶν προσημάναντα.

Ἡσαΐας γὰρ προφητεύων περὶ αὐτῶν ἔλεγεν· Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Μαίᾳ δὲ ἡ ἐξ ἐθνῶν ἐκκλησία ἀπείκασται ὡς τὸν δεσπότην ὑποδεξαμένη τεχθέντα ὥσπερ νυμφίον εὐάρμοστον, ἀντὶ Σαλὴμ Σιὼν κληθεῖσα, ἐρυθροδανωμένη ἐκ Βηθλεὲμ ἀντὶ Ἐδὲμ ἐξ ἁγνῶν καὶ καθαρωτάτων αἱμάτων τῆς παρθένου, ἥτις τὸ ἐρύθημα τῶν ἱματίων ἐξ ἀμπέλου Βοσόρ, ἐκ τῆς ἀληθινῆς ἀμπέλου Χριστοῦ τοῦ θεοῦ, τῷ τιμίῳ καὶ ἀχράντῳ αἵματι βέβαπτο.

Μεγάλην δὲ χαρὰν τοῖς ποιμέσιν εὐαγγελίζεται ὁ ἄγγελος, ἥτις ἐστὶ παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ἡμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαυίδ, ποιμὴν ποιμένων καὶ ποιμενάρχης καὶ ἀγελάρχης καὶ βασιλεὺς καὶ πρύτανις, ὅστις ποίμνια λογικὰ συστησάμενος ποιμένας οἰκείους σοφοὺς καὶ ἀληθινοὺς ἐνστήσεται, οἵτινες τὴν ψυχὴν αὐτῶν ὑπὲρ τῶν προβάτων καλῶς θήσουσιν, καθὼς ὁ ἀρχιποιμὴν Χριστὸς ὑπὲρ πάντων τέθεικε, καὶ πρὸς πόας νοητὰς τῆς οὐρανῶν βασιλείας τὴν ποίμνην ἐγκαθορμήσουσι, τοὺς λύκους τῆς μάνδρας ἐξωθοῦντες καὶ ἀπελαύνοντες τῇ ῥάβδῳ τῇ σιδηρᾷ, τῷ σταυριαίῳ ὅπλῳ τούτους συντρίβοντες, ἐν ᾗ Χριστὸς ἔθνη κληρονομίαν καὶ τὰ πέρατα τῆς γῆς ἐπεσπάσατο.

Ταῦτα τοῦ ἀγγέλου τοῖς ποιμέσιν εὐαγγελισαμένου καὶ ἀπ’ αὐτῶν ἀπελθόντος ἄλλη στρατιὰ ἐπέστη ἀγγέλων ἐν τῷ σπηλαίῳ χορείαν τινὰ κροτήσασα· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Δόξα τῷ τὰ ἄνω τοῖς κάτω παραδόξως ἑνώσαντι. Δόξα τῷ ὑλικοῖς ἀύλοις συνευωχεῖν ἐφαρμόσαντι. Δόξα τῷ ἀνθρώποις εὐδοκίᾳ σαρκὶ ὁμιλήσαντι.