Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν γέννησιν τοῦ Σωτῆρος

Ἰωάννης ὁ Δαμασκηνός

Η σφαγή των νηπίων και η τυπολογική σύνδεση με την Παλαιά Διαθήκη

Η φυγή του Ιωσήφ στην Αίγυπτο, η σφαγή των νηπίων από τον Ηρώδη και η θεολογική σύνδεση των γεγονότων αυτών με την ιστορία της φυλής του Βενιαμίν και τον προφητικό θρήνο της Ραχήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 7

Ἀναχωρησάντων δὲ τῶν μάγων ὤφθη ἄγγελος κυρίου τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ, ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ἀναστὰς δὲ Ἰωσὴφ αὐτῇ τῇ ὥρᾳ κατέβη εἰς Αἴγυπτον πανοικὶ κατὰ τὸ ῥῆμα τοῦ ἀγγέλου, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης ἰδών, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἀποστείλας σατράπας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.

Ἐλθόντες δὲ εἰς Γαβαὰ καὶ εἰς Ῥαμὰ καὶ Ῥαχήλ, πόλεις φυλῆς Βενιαμίν, ἀπέκτειναν πάντας τοὺς παῖδας αὐτῶν· ἡ γὰρ φυλὴ Βενιαμὶν ἐν κλήρῳ γῆς ἔγγιστα κλήρου γῆς Ἰούδα ἐπέλαχε καὶ αἱ πόλεις αὐτῶν ὁμοίως, ἥτε Βηθλεὲμ καὶ Ἰεβούς, αὕτη ἐστὶ Ἱερουσαλήμ, ὁμοίως καὶ οἱ πόλεις Βενιαμίν, Γαβαὰ καὶ Ῥαμὰ καὶ Ῥαχήλ, ἀμφότεραι πόλεις τοῦ τε Ἰούδα καὶ Βενιαμίν, πλησιάζουσαι ἀλλήλαις. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου· Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.

Ἴστε πάντες ὑμεῖς τὸν Ἰακὼβ δώδεκα υἱοὺς ἐσχηκέναι· ἐκ μὲν τῆς πρώτης γυναικὸς αὐτοῦ Λείας ἕξ· Ῥουβίμ, Συμεών, Λευί, Ἰούδαν, Ἰσάχαρ, Ζαβουλών, ἐκ δὲ τῆς δευτέρας γυναικὸς αὐτοῦ Ῥαχὴλ δύο· Ἰωσὴφ καὶ Βενιαμίν, ἐκ δὲ τῆς Βαλλά, παιδίσκης Ῥαχήλ, δύο· Δὰν καὶ Νεφθαλίμ, ἐκ δὲ τῆς Ζελφά, παιδίσκης Λείας, δύο· Γὰδ καὶ Ἀσήρ. Ἐξ ὧν γεγόνασιν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραὴλ κατὰ ἀριθμὸν τούτων τῶν δώδεκα πατριαρχῶν τὰς ἐπωνυμίας κληθεῖσαι.

Ἐγένετο δὲ ἀνήρ τις Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Ἐφραῒμ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ Ἰούδα. Ἐπορεύθη οὖν ἡ παλλακὴ αὐτοῦ ἀπ’ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεὲμ Ἰούδα καὶ ἦν ἐκεῖ ἡμέρας μηνῶν τεσσάρων. Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς ἀπὸ τῶν μηρῶν ὄρους Ἐφραῒμ καὶ ἦλθεν εἰς Βηθλεὲμ Ἰούδα τοῦ ἀναστρέψαι τὴν παλλακὴν αὐτοῦ πρὸς αὐτόν. Καὶ δὴ ποιήσας εἰς τὸν οἶκον πατρὸς γυναικὸς αὐτοῦ ἡμέρας πέντε πρὸς μεσημβρίαν ἀναστὰς ἀνέστρεψε πάλιν τὴν ὁδὸν αὐτοῦ καὶ ἦλθεν ἕως ἐξέναντι Ἰεβούς—αὕτη ἐστὶν Ἱερουσαλήμ—καὶ μετ’ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ μετ’ αὐτοῦ. Ἡ δὲ ἡμέρα προβέβηκε σφόδρα καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοῖς ἐχόμενα τῇ Γαβαά, ἥ ἐστι κλῆρος Βενιαμίν, καὶ ἐξέκλιναν ἐκεῖ τοῦ αὐλισθῆναι ἐν Γαβαὰ καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν τις ὁ δεχόμενος αὐτοὺς εἰς οἶκον αὐτοῦ.

Καὶ ἰδοὺ ἀνήρ τις πρεσβύτης ἐρχόμενος ἐξ ἀγροῦ αὐτοῦ πρὸς ἑσπέραν καὶ ὁ ἀνὴρ ἐξ ὄρους Ἐφραῒμ καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμίν. Καὶ ἦρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ εἶπεν αὐτῷ·

Ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ; Ὁ δὲ εἶπε· Παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεὲμ Ἰούδα ἕως μηρῶν ὄρους Ἐφραΐμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἦλθον ἐνταῦθα καταλῦσαι ἐκ τῆς ὁδοῦ καὶ οὐκ ἔστι τις ὁ ξενοδοχῶν ἡμᾶς. Καίγε ἄχυρα καὶ χορτάσματα ἐν τοῖς ὄνοις ἡμῶν καὶ ἄρτος καὶ οἶνός εἰσί μοι καὶ τῇ παλλακῇ μου καὶ τῷ νεανίσκῳ πρὸς κόρον καὶ οὐκ ἔστι μοι ὑστέρημα παντὸς πράγματος. Καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης·

Εἰρήνη σοι· πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ. Καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐποίησε τόπον τοῖς ὄνοις αὐτοῦ καὶ αὐτοὶ ἔνιψαν τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον. Αὐτῶν δὲ εὐφρανθέντων ἰδοὺ ἄνδρες τῆς πόλεως, υἱοὶ παρανόμων, ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ λέγοντες τῷ πρεσβύτῃ· Ἐξένεγκε τὸν ἄνδρα, ὃν ἔχεις ἐνταῦθα, ἵνα γνῶμεν αὐτόν.

Καὶ ἐξῆλθε πρὸς αὐτοὺς ὁ ἀνήρ, ὁ κύριος τοῦ οἴκου, καὶ εἶπεν· Ἀδελφοί, μὴ κακοποιήσητε δὴ τῷ ἀνθρώπῳ τῷ εἰσελθόντι εἰς τὴν οἰκίαν μου μηδὲ ποιήσητε ἐν αὐτῷ τὴν ἀφροσύνην ταύτην· ἴδε ἡ θυγάτηρ μου παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε ἐν αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν. Καὶ ἐπελάβετο ὁ ἀνὴρ ὁ ὁδοιπόρος τὴν παλλακὴν αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον αὐτὴν ὅλην τὴν νύκτα ἕως πρωῒ καὶ ἐξαπέστειλαν αὐτήν. Καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσε παρὰ τὰς θύρας τοῦ οἴκου, οὗ ἦν καταλύσας ὁ ἀνὴρ αὐτῆς, καὶ ἀπέθανε. Καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τῷ πρωῒ καὶ ἤνοιξε τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθε τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ, καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ εἶπε πρὸς αὐτήν· Ἀνάστα καὶ ἀπέλθωμεν. Καὶ οὐκ ἦν ἐν αὐτῇ φωνὴ οὔτε ἀκρόασις. Καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὴν ὄνον καὶ ἐπορεύθη εἰς τὴν γῆν αὐτοῦ καὶ ἔλαβε τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν τὴν παλλακὴν αὐτοῦ εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Καὶ ἐγένετο πᾶς ὁ βλέπων αὐτὰ ἐν κλαυθμῷ.

Καὶ ἀνέστησαν πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ κατὰ φυλῆς Βενιαμὶν ζητοῦντες τοὺς παρανόμους ἄνδρας ἀποκτεῖναι. Οἱ δὲ οὐκ ἠνέσχοντο, ἀλλ’ ἐξελθόντες ἐκ Γαβαὰ ηὐτρεπίσθησαν πρὸς παράταξιν καὶ συνέβαλον πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ μετὰ φυλῆς Βενιαμὶν καὶ ἔπεσαν ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐκ τῶν υἱῶν Ἰσραὴλ χιλιάδες εἴκοσι δύο. Καὶ μετὰ ταῦτα ἔκριναν οἱ υἱοὶ Ἰσραὴλ μὴ παραβλέψαι τὴν ἀδικίαν ταύτην καὶ συνάγονται πάλιν εἰς μάχην ἐπὶ τὸ αὐτό. Καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς συνάντησιν αὐτῶν ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἔπεσον ἐκ τῶν υἱῶν Ἰσραὴλ ἔτι χιλιάδες δέκα ὀκτώ. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Βαιθὴλ ἐνώπιον κυρίου καὶ ἔκλαυσαν ἐνώπιον αὐτοῦ κλαυθμὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα. Καὶ ἤκουσε κύριος τῆς φωνῆς αὐτῶν καὶ εἶπεν αὐτοῖς· Ἀνάβητε ἔτι ἅπαξ, ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς υἱοὺς Βενιαμὶν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαά, ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐποίησαν ἔνεδρα κύκλῳ αὐτῆς, καὶ κροτηθέντος πολέμου μεγίστου τρέπονται οἱ υἱοὶ Βενιαμὶν καὶ ἐξαλείφονται τελείως ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Καὶ ἐπολιόρκησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπόρθησαν τὰς πόλεις αὐτῶν καὶ κατέκαυσαν αὐτὰς πυρὶ καὶ ἐξωλοθρεύθη ἡ φυλὴ Βενιαμίν, υἱοῦ Ῥαχήλ, τελείως τῇ ἡμέρᾳ ἐκείνῃ.

Διὰ τοῦτο οὖν καὶ ἐνταῦθα ὁ εὐαγγελιστὴς μέμνηται τὴν Ῥαχὴλ κλαίουσαν τὰ τέκνα αὐτῆς τὴν προφητείαν ἐμφαίνων· καθάπερ γὰρ τῷ τότε χρόνῳ ἐξήλειπται ἡ φυλὴ Βενιαμίν, υἱοῦ Ῥαχήλ, οὕτω γέγονε καὶ ἐνταῦθα καὶ ἐξηλείφθη πᾶν τὸ ἀνάστημα τῶν βρεφῶν τῶν ἀπὸ διετοῦς καὶ κατωτέρω, καθώς φησιν καὶ ὁ εὐαγγελιστής· Καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Τὸ γὰρ φωνὴ ἐν Ῥαμὰ ἠκούσθη ἐν ὑψηλῷ κηρύγματι ἠκούσθη λέλεκται· τὸ γὰρ Ῥαμὰ ὑψηλόν τι ἑρμηνεύεται, ὥστε τὸ φωνὴ ἐν Ῥαμὰ ἠκούσθη ἀντὶ τοῦ φωνὴ ἐν ὑψηλῷ κηρύγματι ἠκούσθη λέλεκται. Καὶ γὰρ ὡς ἀληθῶς εἰς τὰ πέρατα τῆς οἰκουμένης τῇ τοῦ ἀποστόλου φωνῇ ἐν ὑψηλῷ τῷ κηρύγματι ἡ ἀναίρεσις διεδονήθη τῶν βρεφῶν καὶ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἤκουσται.