Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος α'

Ἰωάννης ὁ Δαμασκηνός

Το μυστήριο της Ενσαρκώσεως και η ιερότητα της Κοιμήσεως

Θεολογική ανάλυση της υποστατικής ενώσεως, η σωτηριολογική αποστολή του Χριστού και η περιγραφή του μεγαλείου της εορτής της Κοιμήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 6

Αὕτη γὰρ ἐκ γενεῶν ἀρχαίων ἐκλελεγμένη τῇ προωρισμένῃ βουλῇ καὶ εὐδοκίᾳ τοῦ σε ἀχρόνως ἀρρεύστως τε καὶ ἀπαθῶς γεννήσαντος θεοῦ καὶ πατρὸς ἱλασμὸν καὶ σωτηρίαν δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, σὲ τὴν ἐκ τῆς ζωῆς ζωήν, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, ἐξ αὐτῆς σεσαρκωμένον ἐπ’ ἐσχάτων τῶν χρόνων ἐκύησεν, ἧς ὁ τόκος παράδοξος, ἡ γέννησις ὑπὲρ φύσιν καὶ ἔννοιαν καὶ τῷ κόσμῳ σωτήριος, ἡ κοίμησις ἔνδοξος καὶ ὄντως ἱερὰ καὶ πανεύφημος.

Ταύτην ὁ πατὴρ μὲν προώρισε, προφῆται δὲ δι’ ἁγίου πνεύματος προηγόρευσαν, ἡ δὲ τοῦ πνεύματος ἁγιαστικὴ δύναμις ἐπεφοίτησε ἐκάθηρέ τε καὶ ἡγίασε καὶ οἱονεὶ προήρδευσε. Καὶ τότε σύ, ὁ τοῦ πατρὸς ὅρος τε καὶ λόγος, ἀπεριγράπτως κατῴκησας ἀνακαλούμενος τὴν ἐσχατιὰν τῆς ἡμετέρας φύσεως πρὸς τὸ ἄπειρον ὕψος τῆς σῆς ἀκαταλήπτου θεότητος.

Ἧς τὴν ἀπαρχὴν ἐκ τῶν πανάγνων καὶ ἀχράντων καὶ παναμώμων τῆς ἁγίας παρθένου αἱμάτων ἀναλαβὼν σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ σεαυτῷ περιέπηξας ἐν σεαυτῷ αὐτὴν ὑποστήσας, καὶ γέγονας τέλειος ἄνθρωπος οὐκ ἀποβαλὼν τὸ εἶναι τέλειος θεὸς καὶ τῷ σῷ πατρὶ ὁμοούσιος, ἀλλὰ προσλαβὼν δι’ εὐσπλαγχνίαν ἄφατον τὴν ἡμετέραν ἀσθένειαν, καὶ προῆλθες ἐξ αὐτῆς εἷς Χριστός, εἷς υἱὸς θεοῦ καὶ ἀνθρώπου ὁ αὐτὸς θεός τε ὁμοῦ τέλειος καὶ ἄνθρωπος τέλειος, ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, μία ὑπόστασις σύνθετος ἐκ δύο φύσεων τελείων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο τελείαις φύσεσι, θεότητί τε καὶ ἀνθρωπότητι, οὐ γυμνὸς θεὸς οὐδὲ ψιλὸς ἄνθρωπος, ἀλλ’ εἷς υἱὸς θεοῦ καὶ θεὸς σεσαρκωμένος, θεός τε ὁ αὐτὸς ὁμοῦ καὶ ἄνθρωπος, οὐ σύγχυσιν ὑποστὰς οὐδὲ διαίρεσιν ὑπομείνας, φέρων ἐν ἑαυτῷ τῶν ἑτεροουσίων δύο φύσεων καθ’ ὑπόστασιν ἀσυγχύτως ἅμα καὶ ἀδιαιρέτως ἡνωμένων τὰς φυσικὰς ἰδιότητας, τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ ὁρατὸν καὶ τὸ ἀόρατον, τὸ περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον, θεῖόν τε θέλημα καὶ ἀνθρώπινον θέλημα, θείαν ἐνέργειαν οὐ μὴν ἀλλὰ καὶ ἀνθρωπίνην ἐνέργειαν, αὐτεξούσιά τε δύο, θεῖον ὡσαύτως καὶ ἀνθρώπινον, τά τε θεῖα θαύματα καὶ τὰ ἀνθρώπινα πάθη, τὰ φυσικά φημι καὶ ἀδιάβλητα.

Ὅλον γὰρ τὸν πρῶτον Ἀδὰμ τὸν πρὸ τῆς παραβάσεως, τὸν ἁμαρτίας ἐλεύθερον, ἀνέλαβες, δέσποτα, διὰ τὰ σπλάγχνα ἐλέους σου σῶμα, ψυχήν, νοῦν καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἵν’ ὅλῳ μοι τὴν σωτηρίαν χαρίσῃ· ὄντως γὰρ τὸ ἀπρόσληπτον ἀθεράπευτον.

Καὶ οὕτως μεσίτης θεοῦ καὶ ἀνθρώπων γενόμενος τὴν ἔχθραν ἔλυσας καὶ τῷ σῷ πατρὶ τοὺς ἀποστάτας προσήγαγες, τὸ πεπλανημένον ἐπέστρεψας, τὸ ἐσκοτισμένον ἐφώτισας, τὸ συντετριμμένον ἀνεκαίνισας, τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μετέβαλες, τῆς πολυθέου πλάνης τὴν κτίσιν ἠλευθέρωσας, τέκνα θεοῦ τοὺς ἀνθρώπους πεποίηκας, κοινωνοὺς τῆς θείας σου δόξης τοὺς ἠτιμωμένους ἀνέδειξας, τὸν καταδεδικασμένον τὰ τῆς γῆς καταχθόνια ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες, ἐν τῷ θρόνῳ τῷ βασιλικῷ τὸν εἰς γῆν ἀποστρέφειν καὶ τὸν ᾅδην οἰκεῖν κατακριθέντα ἐν σεαυτῷ ἐκάθισας. Τίς οὖν τῶν ἀπείρων τούτων ἀγαθῶν τῶν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν ἐργαστήριον γέγονεν; Οὐχ ἥ σε τεκοῦσα ἡ ἀειπάρθενος;

Ὁρᾶτε, φίλοι θεῷ πατέρες καὶ ἀδελφοί, τῆς παρούσης ἡμέρας τὴν χάριν. Ὁρᾶτε τῆς νῦν εὐφημουμένης τὸ ὑψηλὸν καὶ σεβάσμιον. Οὐ φρικώδη τὰ ταύτης μυστήρια; Οὐ θαύματος γέμοντα; Μακάριοι οἱ ὁρῶντες, ὡς ἰδεῖν πρεπωδέστατον. Μακάριοι οἱ νοερὰν κτησάμενοι αἴσθησιν. Οἷαι φωτὸς ἀστραπαὶ τὴν παροῦσαν νύκτα καταφαιδρύνουσιν.

Οἷαι ἀγγέλων δορυφορίαι τὴν τῆς ζωαρχικῆς μητρὸς καταγλαΐζουσι κοίμησιν. Οἷαι ἀποστόλων θεηγορίαι τὴν κηδείαν τοῦ θεοδόχου σώματος μακαρίζουσιν. Πῶς ὁ τοῦ θεοῦ λόγος ὁ ταύτης υἱὸς δι’ εὐσπλαγχνίαν γενέσθαι καταδεξάμενος δεσποτικαῖς παλάμαις τῇ παναγίᾳ ταύτῃ καὶ θειοτάτῃ οἷα μητρὶ λειτουργῶν τὴν ἱερὰν ψυχὴν ὑποδέχεται. Ὢ ἀγαθοῦ νομοθέτου. Μὴ ὑποκείμενος νόμῳ τὸν νόμον πληροῖ, ὃν αὐτὸς ἐνετείλατο.

Αὐτὸς γὰρ τοῖς γονεῦσι τὴν ὀφειλὴν τοὺ παῖδας νέμειν ἐθεσμοθέτησε· Τίμα, φησί, τὸν πατέρα καὶ τὴν μητέρα σου. Ὅτι δὲ ἀληθὲς τοῦτο, παντί που δῆλον τῷ κἂν μικρὸν γοῦν τῶν θείων τῆς ἁγίας γραφῆς μεμυημένῳ λογίων. Εἰ γάρ, ὥς φησιν ἡ θεία γραφή, ψυχαὶ δικαίων ἐν χειρὶ κυρίου, οὐκ αὐτὴ μᾶλλον ταῖς χερσὶ τοῦ υἱοῦ καὶ θεοῦ αὐτῆς τὴν ψυχὴν παρατίθεται; Ἀληθὴς ὁ λόγος καὶ πάσης ἀντιλογίας ὑπέρτερος.