Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος α'

Ἰωάννης ὁ Δαμασκηνός

Ο βίος της Θεοτόκου και το μυστήριο της κυήσεως

Εξιστόρηση της ζωής της Παρθένου από τους δικαίους Ιωακείμ και Άννα, η αφιέρωση στον ναό, ο Ευαγγελισμός και ο μακαρισμός της από όλες τις γενεές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 6

Ἀλλ’, εἰ δοκεῖ, τίς αὕτη καὶ πόθεν καὶ πῶς τῷ παρόντι χαρισθεῖσα βίῳ δῶρον ἁπάντων τῶν τοῦ θεοῦ δωρημάτων ὑψηλότερον ἅμα καὶ προσφιλέστατον δέδοται, οἵαν τε τὴν ἐν τῷδε τῷ βίῳ διατριβὴν πεποίηται καὶ οἵων μυστηρίων ἠξίωται, ὡς ἐφικτὸν διασκεψώμεθα. Εἰ γὰρ τοὺς κατοιχομένους ἐπιταφίοις γεραίροντες Ἕλληνες πᾶν, ὅτιπερ ἑώρων ἀγώγιμον, πάσῃ σπουδῇ συνεισέφερον, ὡς ἂν τῷ μὲν εὐφημουμένῳ κατηρτισμένον τὸ ἐγκώμιον γένηται, τοῖς δὲ λειπομένοις ζῆλος ἅμα πρὸς ἀρετὴν καὶ παράκλησις, μύθοις δὲ ὡς τὰ πολλὰ καὶ ἀπείροις πλάσμασι τὸν λόγον ἐξύφαινον οἴκοθεν μὴ κεκτημένων τῶν ὑμνουμένων τὸν ἔπαινον, πῶς ἡμεῖς τὰ λίαν ἀληθῆ καὶ σεβάσμια καὶ ὄντως ὄντα καὶ πᾶσιν εὐλογίας ἁπάσης καὶ σωτηρίας πρόξενα σιγῆς βυθοῖς τὸ τοῦ λόγου καλύψαντες οὐ πολὺν ὀφλήσομεν γέλωτα καὶ τῷ τὸ τάλαντον κατορύξαντι τῆς αὐτῆς δίκης τευξόμεθα; Διὸ τοῦ λέγειν ἀρχόμεθα τῆς συντομίας τοῦ λόγου φροντίζοντες, ὡς ἂν μὴ ταῖς ἀκοαῖς πολέμιος γένηται ὡς τροφὴ τοῖς σώμασιν ὑπερβάλλουσα.

Ἰωακεὶμ καὶ Ἄννα οἱ ταύτης γεννήτορες. Ἰωακεὶμ ὥσπερ τις προβάτων ποιμὴν οὐχ ἧττον τοὺς οἰκείους νέμων λογισμοὺς ἄγων τε κατ’ ἐξουσίαν, ὅποι βούλοιτο, ἢ τὰ θρέμματα· ὑπὸ κυρίῳ γὰρ τῷ θεῷ ὡς πρόβατον ποιμαινόμενος οὐδενὸς τῶν ἀρίστων ἐστέρητο. Ἄριστα δὲ λέγειν μηδεὶς οἰέσθω με τὰ τοῖς πολλοῖς καταθύμια, πρὸς ἃ ἡ τῶν λιχνοτέρων ἀεὶ διάνοια κέχηνεν, ἃ μήτε παραμένειν πέφυκε μήτε βελτίονα δρᾶν τὸν κεκτημένον ἐπίσταται, τὰ τοῦ παρόντος βίου τερπνά, ἃ μὴ δύνανται βεβαίαν δύναμιν κτήσασθαι, ἀλλὰ περὶ αὐτὰ καταρρεῖ καὶ αὐθωρὸν διαλύεται, εἰ καὶ τούτων πολλὴν εἶχεν τὴν περιουσίαν.

Ἄπαγε· οὐ πρὸς ἡμῶν ταῦτα θαυμάζειν οὐδ’ αὕτη μερὶς τῶν φοβουμένων τὸν κύριον, ἀλλ’ ἀγαθὰ τὰ ὄντως τοῖς εὖ φρονοῦσιν ἐφετὰ καὶ ἐράσμια, ἃ μένει διαιωνίζοντα, θεὸν μὲν εὐφραίνοντα, καρπὸν δὲ τοῖς κεκτημένοις ἀνατέλλοντα ὥριμον, τὰς ἀρετάς φημι, αἳ τὸν καρπὸν ἐν καιρῷ αὐτῶν, τῷ αἰῶνι λέγω τῷ μέλλοντι ζωὴν αἰώνιον, δώσουσι τοῖς γε ἀξίως φιλοπονήσασι καὶ προεισενεγκοῦσι τὸν ἑαυτῶν πόνων ὅση δύναμις· πόνος μὲν γὰρ προπορεύεται ἀρετῶν, ἕπεται δὲ μακαριότης αἰώνιος. Ἐν ταύταις Ἰωακεὶμ συνήθως τοὺς οἰκείους ἐποίμαινε λογισμοὺς ἐν τόπῳ μὲν χλόης τῶν ἱερῶν λογίων τῇ θεωρίᾳ ἐναυλιζόμενος, ἐπὶ ὕδατος δὲ ἀναπαύσεως, τῆς θείας εὐφραινόμενος χάριτος, ἐξ ἀτόπων μὲν ἐπιστρέφων, ἐπὶ δὲ τρίβους δικαιοσύνης ὁδηγῶν.

Ἄννα δέ, ἣ χάρις ἑρμηνεύεται, οὐχ ἧττον ὁμότροπος ἦν ἢ ὁμόζυγος, πᾶσι μὲν ἀγαθοῖς κομῶσα, μυστικῷ δέ τινι λόγῳ κατεχομένη τῷ τῆς στειρώσεως ἀρρωστήματι· ἐστείρευε γὰρ ὄντως ἡ χάρις ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καρποφορεῖν οὐκ ἰσχύουσα, διότι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ συνιὼν ἢ ἐκζητῶν τὸν θεόν. Εἶτα ὁ ἀγαθὸς θεὸς ἐπιδὼν καὶ κατοικτείρας τῆς οἰκείας χειρὸς τὸ πλαστούργημα καὶ τοῦτο βουληθεὶς ἀνασώσασθαι λύει τὴν τῆς χάριτος στείρωσιν, τῆς Ἄννης φημὶ τῆς θεόφρονος· καὶ τίκτει παῖδα, οἵα οὐ πρότερον γέγονεν οὐδ’ αὖ πάλιν γενήσεται. Ἡ δὲ τῆς στειρώσεως λύσις ἐδήλου σαφέστατα τὴν κοσμικὴν τῶν ἀγαθῶν λυθήσεσθαι στείρωσιν καὶ τῆς ἀπορρήτου μακαριότητος καρπογονεῖσθαι τὸν στέλεχος.

Ἐντεῦθεν ἡ θεοτόκος ἐξ ἐπαγγελίας προέρχεται. Ἄγγελος γὰρ καταμηνύει τῆς γενησομένης τὴν σύλληψιν· ἔπρεπε γὰρ κἀν τούτῳ μὴ ἐλαττοῦσθαί τινος ἢ φέρειν τὰ δεύτερα τὴν τοῦ μόνου καὶ ὄντως τελείου θεοῦ ἐσομένην κατὰ σάρκα λοχεύτριαν. Εἶτα τῷ ἱερῷ τοῦ θεοῦ ναῷ ἀνατίθεται κἀνταῦθα διατρίβει κρείττονα καὶ καθαρωτέραν τῶν ἄλλων ἐπιδεικνυμένη ἀναστροφὴν ἁπάσης ἐπιμιξίας ἀνδρῶν καὶ θηλειῶν ἀτόπων ἀπηλλαγμένην. Ἀλλ’ ἐπεὶ τῆς ἡλικίας ἡ ἀκμὴ κατελάμβανε καὶ μένειν τῶν ἀνακτόρων ἐντὸς νομίμως ἀπείργετο, μνηστῆρι, ταὐτὸν δὲ εἰπεῖν τῆς παρθενίας φύλακι, πρὸς τοῦ χοροῦ τῶν ἱερέων τῷ Ἰωσὴφ ἐγχειρίζεται, ὃς τὸν νόμον ἀπαραχάρακτον μέχρι γήρως ἐν συγκρίσει τῶν ἄλλων ἐφύλαττε. Πρὸς τοῦτον ἡ ἱερὰ αὕτη καὶ πανάμωμος νεᾶνις διέτριβε τοῖς κατ’ οἶκον στοιχοῦσα καὶ τῶν πρὸ τῆς οἰκίας εἰδυῖα μηδέν.

Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ὥς φησιν ὁ θεῖος ἀπόστολος, ἀπεστάλη ὑπὸ τοῦ θεοῦ ἄγγελος Γαβριὴλ πρὸς ταύτην τὴν ὄντως θεόπαιδα καί φησι πρὸς αὐτήν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Καλὸν τὸ τοῦ ἀγγέλου πρὸς τὴν ὑπὲρ ἄγγελον πρόσφθεγμα· χαρὰν γὰρ φέρει παγκόσμιον.

Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη τῆς πρὸς ἄνδρας ὁμιλίας ἀήθης ὑπάρχουσα. Ἀσφαλῶς γὰρ τηρεῖν τὴν παρθενίαν προῄρητο. Διελογίζετο δὲ ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ πρὸς αὐτὴν ὁ ἀρχάγγελος· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ.

Ὄντως εὗρε χάριν ἡ ἀξία τῆς χάριτος. Εὗρε χάριν ἡ τοὺς πόνους τῆς χάριτος γεωργήσασα καὶ πολύχουν δρεψαμένη τὸν ἄσταχυν τῆς χάριτος. Εὗρε χάριτος ἄβυσσον ἡ σώαν τὴν ὁλκάδα τῆς διπλῆς παρθενίας τηρήσασα· καὶ τὴν ψυχὴν γὰρ παρθένον ἐτήρησεν οὐ τοῦ σώματος ἔλαττον, ὅθεν καὶ ἡ τοῦ σώματος παρθενία τετήρητο.

Καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν—Ἰησοῦς δὲ σωτὴρ ἑρμηνεύεται—· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἐκ τῶν ἀνομιῶν αὐτῶν. Τί πρὸς ταῦτα τῆς ἀληθοῦς σοφίας ὁ θησαυρός; Τὴν μὲν Εὔαν οὐ μιμεῖται, τὴν προμήτορα, ἐπανορθοῦται δὲ μᾶλλον τὸ ταύτης ἀφύλακτον καὶ συνήγορον τὴν φύσιν προβάλλεται ὧδέ πως τοῖς τοῦ ἀγγέλου ἀντιρρητορεύουσα ῥήμασι· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Ἀδύνατα φθέγγῃ, φησίν. Ὅ γε σὸς λόγος τοὺς ὅρους λύει τῆς φύσεως, οὓς ὁ πλαστουργήσας ἐπήξατο. Οὐκ ἀνέχομαι Εὔα χρηματίσαι δευτέρα καὶ τὸ τοῦ ποιήσαντος παρακρούσασθαι βούλημα. Εἰ δὲ μὴ λέγεις ἀντίθεα, τὸν τρόπον εἰπὼν τῆς συλλήψεως λῦσον τὴν ἀπορίαν. Πρὸς ἣν ὁ τῆς ἀληθείας ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. Οὐ δουλεύει νόμῳ φύσεως τὸ τελούμενον· ὁ γὰρ δημιουργὸς καὶ δεσπότης τῆς φύσεως κατ’ ἐξουσίαν τοὺς ὅρους ἀμείβει τῆς φύσεως. Ἡ δὲ τὸ ἀεὶ ποθούμενον ὄνομα καὶ μεθ’ ἱερᾶς εὐλαβείας τιμώμενον ἀκούσασα τῆς παρακοῆς ἐδεδίει τὸ ἐπιτίμιον καί φησι φόβου καὶ χαρᾶς γέμοντα ῥήματα· Ἰδοὺ ἡ δούλη κυρίου. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· κἀγὼ γὰρ εἰς καιρὸν τῷ ἀποστόλῳ συμφθέγξομαι, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ὢ ἀπλήστου ἀγαθότητος θεοῦ. Ὢ ἀγάπης οὐκ ἐχούσης ἔρευναν. Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ὁ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν, οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον, εὐρύχωρον ἐνδιαίτημα τὴν γαστέρα τῆς οἰκείας ἐποιήσατο δούλης καὶ ἐν αὐτῇ τὸ πάντων καινῶν καινότερον ἐπιτελεῖ μυστήριον.

Θεὸς γὰρ ὢν ἄνθρωπος γίνεται ὑπερφυῶς τε τῷ χρόνῳ τῆς κυήσεως τίκτεται καὶ διανοίγει μήτραν τὰ κλεῖθρα τῆς παρθενίας μὴ λυμηνάμενος καὶ ἀγκάλαις γηΐναις ὡς βρέφος βαστάζεται τὸ τῆς δόξης ἀπαύγασμα, ὁ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως, ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τοῦ στόματος αὐτοῦ. Ὢ θείων ἀληθῶς θαυμάτων. Ὢ μυστηρίων τῶν ὑπὲρ φύσιν καὶ ἔννοιαν. Ὢ παρθενικῶν αὐχημάτων τῶν ὑπὲρ ἄνθρωπον. Τί τοῦτο τὸ μέγα περὶ σέ, ὦ ἱερὰ μῆτερ καὶ παρθένε, μυστήριον; Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Μακαρία εἶ ἐν γενεαῖς γενεῶν, ἡ μόνη ἀξιομακάριστος.

Ἰδοὺ γὰρ μακαρίζουσί σε πᾶσαι αἱ γενεαί, ὥσπερ ἔφησας. Σὲ εἶδον θυγατέρες Ἱερουσαλήμ, τῆς ἐκκλησίας λέγω, καὶ μακαριοῦσί σε βασίλισσαι ἤτοι δικαίων ψυχαὶ καὶ εἰς αἰῶνα αἰνέσουσί σε. Σὺ γὰρ εἶ ὁ βασιλικὸς θρόνος, ᾧ παρειστήκεισαν ἄγγελοι τὸν ἑαυτῶν ὁρῶντες δεσπότην καὶ δημιουργὸν ἐποχούμενον. Σὺ Ἐδὲμ νοητὴ κεχρημάτικας τῆς πάλαι ἱερωτέρα τε καὶ θειοτέρα. Ἐν ἐκείνῃ μὲν γὰρ Ἀδὰμ χοϊκὸς ηὐλίζετο, ἐν σοὶ δὲ κύριος ἐξ οὐρανοῦ.