Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος α'

Ἰωάννης ὁ Δαμασκηνός

Η Κοίμηση, η ταφή και η μετάσταση στους ουρανούς

Η σύναξη των αποστόλων, το μυστήριο του θανάτου της Παρθένου, η διαφύλαξη του σώματος από τη φθορά και η θριαμβευτική μετάστασή της στις ουράνιες μονές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 6

Σὲ τοίνυν προφῆται κηρύττουσι. Σοὶ διακονοῦσιν ἄγγελοι, λειτουργοῦσιν ἀπόστολοι, ὁ παρθένος καὶ θεολόγος τῇ ἀειπαρθένῳ καὶ θεοτόκῳ. Σὲ γὰρ σήμερον πρὸς τὸν σὸν υἱὸν ἐκδημήσασαν περιεῖπον ἄγγελοι, ψυχαὶ δικαίων πατριαρχῶν τε καὶ προφητῶν, ἐδορυφόρουν ἀπόστολοι θεοφόρων τε πατέρων πλῆθος ἄπειρον ἐκ τῶν τερμάτων τῆς γῆς τῷ θείῳ τοῦ σοῦ υἱοῦ προστάγματι ὡς ἐν νεφέλῃ πρὸς ταύτην τὴν θείαν καὶ ἱερὰν Ἱερουσαλὴμ ἀθροιζόμενοι καί σοι, τῇ πηγῇ τοῦ ζωαρχικοῦ τοῦ κυρίου σώματος, ὕμνους ἱεροὺς ἐνθεαστικώτατα λέγοντες.

Ὢ πῶς ἡ πηγὴ τῆς ζωῆς πρὸς τὴν ζωὴν διὰ μέσου θανάτου μετάγεται; Ὢ πῶς ἡ ἐν τῷ τόκῳ τοὺς ὅρους ὑπερβᾶσα τῆς φύσεως νῦν ὑποκύπτει τοῖς ταύτης θεσμοῖς καὶ θανάτῳ τὸ ἀκήρατον καθυποβάλλεται σῶμα; Δεῖ γὰρ αὐτὸ τὸ θνητὸν ἀποθέμενον τὴν ἀφθαρσίαν ἀμφιάσασθαι, ἐπεὶ καὶ ὁ δεσπότης τῆς φύσεως τὴν τοῦ θανάτου πεῖραν οὐκ ἀπηνήνατο· θνῄσκει γὰρ σαρκὶ καὶ θανάτῳ λύει τὸν θάνατον καὶ φθορᾷ τὴν ἀφθαρσίαν χαρίζεται καὶ τὴν νέκρωσιν ποιεῖ πηγὴν ἀναστάσεως.

Ὢ πῶς ψυχὴν ἱερὰν τοῦ θεοδόχου διαιρουμένην σκηνώματος οἰκείαις χερσὶν ὁ παντουργὸς ὑποδέχεται τιμῶν νομίμως, ἣν τῇ φύσει δούλην ὑπάρχουσαν φιλανθρωπίας ἀνεξιχνιάστοις πελάγεσιν οἰκονομικῶς ἐποιήσατο μητέρα, ἀληθείᾳ σαρκωθείς, οὐ φενακίσας τὴν ἐνανθρώπησιν.

Ἑώρων γάρ, ὡς δοκεῖ, τῶν ἀγγέλων παρεστῶτα τὰ τάγματα τὴν σὴν ἀποβίωσιν προσδεχόμενα. Ὢ τῆς καλλίστης ἐκδημίας, ἣ τὴν πρὸς θεὸν ἐνδημίαν χαρίζεται. Εἰ γὰρ καὶ πᾶσι τοῖς θεοφόροις τοῦ θεοῦ θεράπουσι πρὸς θεοῦ τοῦτο κεχάρισται—κεχάρισται γάρ, καὶ πιστεύομεν—, ἀλλά γε τὸ διάφορον ἄπειρον δούλων θεοῦ καὶ μητρός.

Τί τοίνυν τὸ περὶ σὲ τοῦτο μυστήριον ὀνομάσωμεν; Θάνατον; Ἀλλ’ εἰ καὶ φυσικῶς ἡ πανίερος καὶ μακαρία σου ψυχὴ τοῦ πανολβίου καὶ ἀκηράτου σου χωρίζεται σώματος καὶ τὸ σῶμα τῇ νομίμῳ ταφῇ παραδίδοται, ὅμως οὐκ ἐναπομένει τῷ θανάτῳ οὐδ’ ὑπὸ τῆς φθορᾶς διαλύεται. Ἧς γὰρ τικτούσης ἀλώβητος ἡ παρθενία μεμένηκε, ταύτης μεθισταμένης ἀδιάλυτον τὸ σῶμα πεφύλακται καὶ πρὸς κρείττονα καὶ θειοτέραν ζωὴν μετατίθεται οὐ διακοπτομένην θανάτῳ, ἀλλ’ εἰς ἀπεράντους αἰῶνας αἰώνων διαιωνίζουσαν.

Ὥσπερ γὰρ οὗτος ὁ ὁλολαμπὴς καὶ ἀείφωτος ἥλιος ὑπὸ τοῦ σεληνιαίου πρὸς μικρὸν κρυπτόμενος σώματος δοκεῖ μέν πως ἐκλιμπάνειν καὶ τῷ ζόφῳ καλύπτεσθαι καὶ τῆς αἴγλης ἀντιλαμβάνειν τὸ σκότος, ὅμως αὐτὸς τοῦ οἰκείου φωτὸς οὐκ ἐξίσταται—ἔχει δὲ ἐν ἑαυτῷ πηγὴν φωτὸς ἀένναον βρύουσαν, μᾶλλον δὲ αὐτὸς πηγὴ φωτὸς ὑπάρχει ἀνεκλειπής, ὡς ὁ κτίσας αὐτὸν θεὸς διετάξατο—, οὕτως καὶ σὺ ἡ πηγὴ τοῦ ἀληθινοῦ φωτὸς ἡ ἀένναος, ὁ ἀδαπάνητος τῆς αὐτοζωῆς θησαυρός, ἡ δαψιλὴς τῆς εὐλογίας ἀνάβλυσις, ἡ πάντων τῶν ἀγαθῶν ἡμῖν αἰτία καὶ πρόξενος, εἰ καὶ πρός τι χρονικὸν διάστημα καλύπτῃ σωματικῶς τῷ θανάτῳ, ἀλλὰ βρύεις ἡμῖν φωτὸς ἀπειρεσίου καὶ ἀμβροσίας ζωῆς καὶ τῆς ὄντως μακαριότητος ἀνελλιπῆ καὶ καθαρὰ καὶ ἀδαπάνητα νάματα, ποταμοὺς χάριτος, ἰαμάτων πηγάς, εὐλογίαν ἀένναον. Σὺ γὰρ ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ καὶ ὁ καρπός σου γλυκασμὸς ἐν λάρυγγι τῶν πιστῶν. Ἐντεῦθεν οὐ θάνατον τὴν ἱεράν σου μετάστασιν λέξομεν, ἀλλὰ κοίμησιν ἢ ἐκδημίαν ἢ ἐνδημίαν εἰπεῖν οἰκειότερον.

Ἐκδημοῦσα γὰρ τῶν τοῦ σώματος ἐνδημεῖς πρὸς τὰ κρείττονα. Σὲ διεπόρθμευσαν σὺν ἀρχαγγέλοις ἄγγελοι. Σοῦ τὴν ἄνοδον ἔφριξαν τὰ ἀκάθαρτα καὶ ἐναέρια πνεύματα. Σοῦ τῇ διαβάσει εὐλογεῖται μὲν ἀήρ, αἰθὴρ δὲ καθύπερθεν ἁγιάζεται. Σοῦ τὴν ψυχὴν χαίρων οὐρανὸς ὑποδέχεται. Σοὶ μεθ’ ἱερῶν ὕμνων καὶ φαιδρᾶς τελετῆς προσυπαντῶσι δυνάμεις μονονουχὶ λέγουσαι· Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐγκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος; Ὡς ὡραιώθης. Ὡς ἡδύνθης. Σὺ ἄνθος τοῦ πεδίου, ὡς κρῖνον ἐν μέσῳ τῶν ἀκανθῶν. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Εἰς ὀσμὴν μύρων σου δραμούμεθα. Εἰσήνεγκέ σε ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ, ἔνθα σε ἐξουσίαι δορυφοροῦσιν, ἀρχαὶ εὐλογοῦσι, θρόνοι ἀνυμνοῦσι, τὰ Χερουβὶμ ἐκπλήττεται χαίροντα, δοξάζει τὰ Σεραφὶμ τὴν τοῦ οἰκείου δεσπότου φύσει καὶ ἀληθῆ οἰκονομίᾳ χρηματίσασαν μητέρα.

Οὐ γὰρ ὡς Ἠλίας ὡς εἰς τὸν οὐρανὸν ἀνελήλυθας, οὐχ ὡς Παῦλος ἕως τρίτου διεβιβάσθης οὐρανοῦ, ἀλλ’ ἕως αὐτοῦ τοῦ βασιλικοῦ θρόνου τοῦ υἱοῦ σου ἔφθασας αὐτόπτως ὁρῶσα καὶ χαίρουσα καὶ σὺν πολλῇ καὶ ἀφάτῳ τῇ παρρησίᾳ παρεστῶσα, ἀγγέλοις θυμηδία ἀπόρρητος καὶ πάσαις ταῖς ὑπερκοσμίαις δυνάμεσι, πατριάρχαις εὐφροσύνη ἄληκτος, δικαίοις χαρὰ ἀνεκλάλητος, προφήταις ἀένναος ἀγαλλίασις, κόσμον εὐλογοῦσα, τὰ σύμπαντα ἁγιάζουσα, τοῖς κάμνουσιν ἄνεσις, τοῖς πενθοῦσιν παράκλησις, τοῖς νοσοῦσιν ἴασις, τοῖς χειμαζομένοις λιμήν, τοῖς ἁμαρτάνουσιν ἄφεσις, τοῖς λυπουμένοις εὐμενὲς παραμύθιον, πᾶσι τοῖς αἰτοῦσιν ἑτοίμη βοήθεια.

Ὢ θαύματος ὄντως ὑπερφυοῦς. Ὢ πραγμάτων γεμόντων ἐκπλήξεως. Ὁ πάλαι βδελυκτὸς καὶ μισούμενος θάνατος νῦν εὐφημεῖται καὶ μακαρίζεται. Ὁ πάλαι πένθους καὶ κατηφείας δακρύων τε καὶ σκυθρωπότητος πρόξενος νῦν χαρᾶς ἀναδέδεικται καὶ πανηγύρεως αἴτιος. Ὅμως, εἰ καὶ πᾶσι τοῖς τοῦ θεοῦ θεράπουσιν, ὧν ὁ θάνατος μακαρίζεται, ἐκ τοῦ τέλους τὸ ἀσφαλὲς περιγίνεται τῆς πρὸς θεὸν εὐαρεστήσεως καὶ τούτου χάριν ὁ θάνατος αὐτῶν μακαρίζεται. Τελειοῖ γὰρ αὐτοὺς καὶ μακαρίους δείκνυσι τὸ ἄτρεπτον τῆς ἀρετῆς χαριζόμενος κατὰ τὸ φάσκον λόγιον· Μὴ μακάριζε ἄνδρα πρὸ τελευτῆς αὐτοῦ.

Ἀλλ’ οὐκ ἐπὶ σοὶ τοῦτο ληψόμεθα. Σοῦ γὰρ μακαρισμὸς οὐχ ὁ θάνατος οὐδὲ ἡ μετάστασις τελείωσις γέγονεν οὐδ’ αὖ πάλιν ἡ ἐκδημία χαρίζεται τὴν ἀσφάλειαν. Πάντων γὰρ σὺ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἀρχὴ καὶ μεσότης καὶ τέλος ἀσφάλειά τε καὶ ἀληθὴς βεβαίωσις ἡ ἄσπορος σύλληψις, ἡ θεία ἐνοίκησις, ὁ τόκος ὁ ἄφθορος γέγονεν. Ὅθεν ἀληθῶς ἔφησας οὐκ ἀπὸ τοῦ θανάτου, ἀλλ’ ἐξ αὐτῆς τῆς συλλήψεως ὑπὸ πασῶν τῶν γενεῶν μακαρίζεσθαι. Ἐντεῦθεν οὐ σὲ ὁ θάνατος ἐμακάρισεν, ἀλλ’ αὐτὴ τὸν θάνατον κατηγλάϊσας τὴν τούτου κατήφειαν λύσασα καὶ χαρὰν τὸν θάνατον δείξασα.

Ὅθεν σου τὸ ἱερὸν καὶ πανάμωμον σῶμα ὁσίᾳ ταφῇ παρεδίδοτο προτρεχόντων ἀγγέλων, περικυκλούντων, ἑπομένων, τί μὴ πραττόντων, ὧν ὡς εἰκὸς τῇ μητρὶ τοῦ ἑαυτῶν λειτουργῆσαι δεσπότου, ἀποστόλων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος θεηγορικοὺς ὕμνους ἐκβοώντων καὶ κροτουμένους τῷ πνεύματι· Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ, καὶ πάλιν· Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. Ὄρος τοῦ θεοῦ ὄρος πῖον, τὸ ὄρος, ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ. Σὲ τῶν ἀποστόλων ὁ δῆμος τὴν ἀληθῆ κιβωτὸν κυρίου τοῦ θεοῦ ἐπὶ τῶν ὤμων ἀράμενοι, ὡς πάλαι ποτὲ οἱ ἱερεῖς τὴν τυπικὴν κιβωτόν, καὶ ἐν τάφῳ θέμενοι δι’ αὐτοῦ, ὡς δι’ Ἰορδάνου τινός, ἐπὶ τὴν ἀληθῆ τῆς ἐπαγγελίας παρέπεμπον γῆν, τὴν ἄνω φημὶ Ἱερουσαλήμ, τὴν πάντων τῶν πιστῶν μητέρα, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός· οὐ κατελήλυθε γὰρ ἡ ψυχή σου εἰς ᾅδην, ἀλλ’ οὐδὲ ἡ σάρξ σου εἶδε διαφθοράν.

Οὐ κατελείφθη ἐν τῇ γῇ τὸ σὸν ἄχραντον καὶ πανακήρατον σῶμα, ἀλλ’ ἐν οὐρανῶν βασιλείοις μοναῖς ἡ βασιλίς, ἡ κυρία, ἡ δέσποινα, ἡ θεομήτωρ, ἡ ἀληθὴς θεοτόκος μετατέθεισαι. Ὢ πῶς οὐρανὸς ὑπεδέξατο τὴν πλατυτέραν οὐρανῶν χρηματίσασαν;

Πῶς δὲ τάφος τὸ τοῦ θεοῦ δοχεῖον ἐδέξατο; Ναὶ ἐδέξατο, ναὶ κεχώρηκεν. Οὐ γὰρ σωματικοῖς ὄγκοις οὐρανοῦ πλατύτερον χωρίον ἐγένετο—πῶς γὰρ τὸ τρίπηχυ, τὸ ἀεὶ λεπτυνόμενον σῶμα εὔρεσί τε καὶ μήκεσιν οὐρανοῦ παραβληθῆναι δυνήσεται; —, τῇ δὲ χάριτι μᾶλλον παντὸς ὕψους καὶ πλάτους τὸ μέτρον ὑπερηκόντισε· τὸ γὰρ θεῖον ἀσύγκριτον.