Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος α'

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και επίκληση της θείας χάριτος

Εισαγωγή στον εγκωμιασμό της Θεοτόκου, δικαιολόγηση του επαίνου και προσευχητική ικεσία προς την Παναγία και τον Θεό Λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 6

Ἰωάννου, ταπεινοῦ καὶ ἁμαρτωλοῦ μοναχοῦ, δούλου τῶν δούλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς παλαιᾶς λαύρας, εἰς τὴν κοίμησιν τῆς ἁγίας θεοτόκου λόγος πρῶτος. «Μνήμη δικαίων μετ’ ἐγκωμίων γίνεται,» φησὶν ὁ σοφώτατος Σολομών. «Τίμιος γὰρ ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ,» ὁ θεοπάτωρ προέφη Δαυίδ. Εἰ τοίνυν ἁπάντων «δικαίων ἡ μνήμη μετ’ ἐγκωμίων γίνεται, τῇ πηγῇ τῆς δικαιοσύνης καὶ τῷ τῆς ὁσιότητος θησαυρῷ τίς οὐ προσοίσει τὸν ἔπαινον, οὐχ ἵνα δοξάσῃ, ἀλλ’ ἵνα δοξασθῇ δόξαν διαιωνίζουσαν; Ἀνενδεὲς γὰρ τῆς παρ’ ἡμῶν δόξης τῆς δόξης κυρίου τὸ σκήνωμα, ἡ πόλις τοῦ θεοῦ, περὶ ἧς δεδοξασμένα ἐλαλήθη, καθώς φησι πρὸς αὐτὴν ὁ θεῖος Δαυίδ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, λέγων, ἡ πόλις τοῦ θεοῦ. Ποίαν γὰρ ἐκληψόμεθα πόλιν τοῦ ἀοράτου καὶ ἀπεριγράπτου θεοῦ τοῦ τὰ πάντα τῇ ἰδίᾳ δρακὶ περιέχοντος ἀλλ’ ἢ τὴν μόνην ὄντως καὶ ὑπερφυῶς καὶ ὑπερουσίως τὸν ὑπερούσιον τοῦ θεοῦ λόγον καὶ θεὸν ἀπεριγράπτως χωρήσασαν, περὶ ἧς δεδοξασμένα ὑπ’ αὐτοῦ τοῦ κυρίου λελάληται; Τί γὰρ ἐπιδοξότερον τοῦ δέξασθαι τὴν τοῦ θεοῦ βουλὴν ἀρχαίαν, ἀληθινήν;

Ταύτην οὐκ ἀνθρωπίνη γλῶττα, οὐκ ἀγγέλων νοῦς ὑπερκόσμιος κατ’ ἀξίαν εὐφημῆσαι δύναται, δι’ ἧς ἡμῖν δέδοται, τὴν δόξαν κυρίου τηλαυγῶς ἐνοπτρίζεσθαι. Τί τοίνυν; Σιγήσωμεν, ὅτι μὴ πρὸς ἀξίαν εὐφημῆσαι δυνάμεθα τῷ φόβῳ στελλόμενοι; Ἥκιστα. Ὑπερβάθμιον δὲ τὸν πόδα τείνωμεν, τὸ δὴ λεγόμενον καὶ τοὺς οἰκείους ἀγνοήσωμεν ὅρους καὶ τῶν ἀθίκτων ἀνέδην ἁψώμεθα τοῦ φόβου τὸν χαλινὸν ἀποπτύσαντες; Οὐδαμῶς. Πόθῳ δὲ μᾶλλον τὸν φόβον κεράσαντες καὶ σύνθετον ἐξ ἀμφοῖν ἕνα πλέξαντες στέφανον μεθ’ ἱερᾶς εὐλαβείας τρεμούσῃ χειρὶ καὶ ποθούσῃ ψυχῇ τῆς ἡμετέρας διανοίας τὸ εὐτελὲς ἀκροθίνιον τῇ βασιλίδι μητρί, τῇ εὐεργέτιδι πάσης τῆς φύσεως, εὐγνωμόνως ὡς ὀφειλὴν ἀποτίσωμεν.

Ἐπεὶ καὶ λόγος ἐστὶν ἀγρώτας τινὰς τοῖς ἀροτῆρσι βουσὶ τῆς γῆς τοὺς αὔλακας τέμνοντας βασιλέα παριόντα θεάσασθαι σεμνῶς μὲν τῇ ἁλουργίδι κοσμούμενον, φαιδρυνόμενον δὲ τῇ αἴγλῃ τοῦ διαδήματος καὶ τῷ ἀπείρῳ πλήθει τῶν δορυφόρων κύκλῳ περιστοιχιζόμενον, εἶτα, ἐπεὶ παρῆν οὐδέν, ὃ τῷ τυράννῳ δωροφορήσουσιν, ἀμελλητὶ ταῖς χερσὶν ὕδωρ ἀπαρυσάμενον ἕνα—παρέρρει γὰρ ἐγγύθεν ἀφθόνως τὰ νάματα— δῶρον κεκομικέναι τῷ αὐτοκράτορι. Πρὸς ὃν φάναι τὸν βασιλέα· Τί τοῦτο, παῖ; Τὸν δὲ θαρσαλέως ἀνταποκρίνασθαι· Ὅ μοι παρῆν, τοῦτο κεκόμικα κρίνας ἄριστον τῇ ἐνδείᾳ τὴν προθυμίαν μὴ συγκαλύπτεσθαι.

Σὺ μὲν γὰρ τῶν ἡμετέρων οὐκ ἐπιδεής, οὐδὲν ἐθέλων τῶν παρ’ ἡμῖν ἢ τὴν εὔνοιαν. Ἡμῖν δὲ χρέος ἅμα καὶ ἔπαινός ἐστι τὸ τελούμενον· δόξα γὰρ ἐπακολουθεῖν οἶδεν ὡς τὰ πολλὰ τοῖς εὐγνώμοσιν. Εἶτα τὸν βασιλέα θαυμάσαντα ἐπαινέσαι μὲν τὸ σοφόν, ἀποδέξασθαι δὲ μετ’ εὐμενείας τὴν προθυμίαν, πλείσταις δὲ ὅσαις ταῖς δωρεαῖς φιλοτίμως αὐτὸν ἀνταμείψασθαι.

Εἰ τοίνυν ἐκεῖνος ὁ ὑπέροφρυς τύραννος τῆς πολυτελείας προκεκρίκει τὴν εὔνοιαν, αὕτη ἡ ὄντως ἀγαθὴ δέσποινα, ἡ τοῦ μόνου ἀγαθοῦ θεοῦ μήτηρ, οὗ ἡ συγκατάβασις ἄπειρος, τοῦ τὰ δύο λεπτὰ τῶν πολυτελῶν καρπωμάτων προκρίναντος, οὐ μᾶλλον ἡμᾶς ἀποδέξεται τὴν πρόθεσιν, οὐ τὴν δύναμιν κρίνουσα; Ναὶ μὴν ἀποδέξεται ὡς ὀφειλὴν μὲν προσάγοντας, ἀντιμετροῦσα δὲ τὰ ἀσύγκριτα. Ἐπεὶ οὖν τὸ λέγειν ἐκ παντὸς ἀναγκαῖον, ὥστε τὸ χρέος ἀφοσιώσασθαι, φέρε πρὸς αὐτὴν τὸν λόγον τρέψωμεν ὧδε λέγοντες.

Τί σε προσείπωμεν, δέσποινα; Τίσι δὲ προσφθεγξώμεθα ῥήμασι; Ποίοις δὲ τοῖς ἐγκωμίοις τὴν σὴν ἱερὰν καὶ δεδοξασμένην στέψωμεν κεφαλήν, τὴν ἀγαθοδότιν, τὴν πλουτοδότειραν, τοῦ ἀνθρωπίνου γένους τὸ ἐγκαλλώπισμα, τὸ καύχημα πάσης τῆς κτίσεως, δι’ ἣν ὡς ἀληθῶς μεμακάρισται; Ὃν γὰρ οὐκ ἐχώρει τὸ πρότερον, διὰ σοῦ κεχώρηκεν. ᾯ ἀτενίσαι οὐκ ἔσθενε, ἀνακεκαλυμμένῳ προσώπῳ διὰ σοῦ κατοπτρίζεται.

Ἄνοιξον ἡμῶν, ὦ λόγε θεοῦ, τὸ βραδύγλωσσον στόμα. Δὸς ἐν ἀνοίξει χειλέων ἡμῶν χαριέστατον λόγον. Ἔμπνευσον ἡμῖν τὴν τοῦ πνεύματος χάριν, δι’ ἧς ἁλιεῖς ῥητορεύουσι καὶ ἀγράμματοι λαλοῦσι σοφίαν τὴν ὑπὲρ ἄνθρωπον, ἵνα καὶ ἡμεῖς οἱ ἰσχνόφωνοι εὐπορήσωμεν τῆς σῆς φιλτάτης μητρὸς ἀμυδρῶς γέ πως τὰ μεγαλεῖα φθέγξασθαι.