Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος γ'

Ἰωάννης ὁ Δαμασκηνός

Η μετάσταση της Θεοτόκου, η σημασία του τάφου και η αναγκαιότητα του θανάτου

Η υπεροχή του παναγίου τάφου, η καταδίκη των αιρετικών και η θεολογική θεμελίωση της κάθαρσης της θνητότητας διά του φυσικού θανάτου της Μητέρας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Αὕτη τοῦ λόγου μήτηρ καὶ λόγου καθέστηκε χορηγός, τὸ τῆς στείρας κύημα τὸ καρποφόρους τὰς στειρευούσας ψυχὰς ἐργαζόμενον. Ταύτης τὴν ἱεράν τε καὶ θείαν μετάστασιν ἑορτάζομεν σήμερον. Δεῦτε τοίνυν, ἀναβῶμεν πρὸς τὸ μυστικὸν ὄρος καὶ βιωτικῶν καὶ ὑλικῶν ἐμφάσεων γεγονότες ὑπέρτεροι καὶ τὸν γνόφον ὑπεισελθόντες τὸν θεῖον καὶ ἄληπτον, ἐν φωτὶ τῷ θείῳ γενόμενοι τὴν ἀπειροδύναμον ὑμνήσωμεν δύναμιν. Πῶς ὁ ἐκ τῆς ὑπερουσίου περιωπῆς τῆς ἀύλου καὶ πάντων ἐπέκεινα τῆς πατρικῆς γαστρὸς ἀνεκφοιτήτως εἰς τὴν παρθενικὴν νηδὺν καταβὰς συλληφθείς τε καὶ σαρκωθεὶς καὶ διὰ παθῶν ἑκουσίως ὁδεύσας πρὸς θάνατον καὶ μετὰ σώματος ἐκ γῆς τὴν γέννησιν ἔχοντος καὶ φθορᾷ κτησάμενος τὸ ἄφθαρτον, πρὸς τὸν πατέρα πάλιν ἀναφοιτήσας τὴν αὐτοῦ κατὰ σάρκα μητέρα πρὸς τὸν ἑαυτοῦ γεννήτορα ἐπεσπάσατο, οὐρανὸν ἐπίγειον χρηματίσασαν πρὸς τὴν ἐπουράνιον γῆν μετεωρίσας;

Σήμερον ἡ νοητὴ κλῖμαξ ἡ ἔμψυχος, δι’ ἧς καταβὰς ὁ ὕψιστος ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τῷ θανάτῳ χρησαμένη κλίμακι γῆθεν εἰς οὐρανοὺς ἀνεφοίτησεν. Σήμερον ἡ ἐπίγειος τράπεζα ἡ τὸν οὐράνιον τῆς ζωῆς ἄρτον τὸν τῆς θεότητος ἄνθρακα ἀπειρογάμως βαστάσασα ἀπὸ γῆς ἤρθη πρὸς οὐρανοὺς καὶ τῇ κατὰ ἀνατολὰς τοῦ θεοῦ πύλῃ οὐρανῶν πύλαι ἐπήρθησαν. Σήμερον ἐκ τῆς ἐπιγείου Ἱερουσαλὴμ ἡ πόλις τοῦ θεοῦ ἡ ἔμψυχος πρὸς τὴν ἄνω Ἱερουσαλὴμ μετατίθεται καὶ ἡ τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ἐκ πατρὸς μονογενῆ, πρωτότοκον ἐξ αὐτῆς μονογενῆ κυήσασα ἐν τῇ ἐκκλησίᾳ τῶν πρωτοτόκων αὐλίζεται, καὶ ἡ κιβωτὸς κυρίου ἡ ἔμψυχός τε καὶ λογικὴ πρὸς τὴν τοῦ υἱοῦ ἀνάπαυσιν μετανίσταται.

Πύλαι παραδείσου ἀνοίγονται καὶ τὴν θεοφόρον ὑποδέχονται ἄρουραν, ἐξ ἧς τὸ τῆς αἰωνίου ζωῆς ξύλον βλαστῆσαν τὴν παρακοὴν τῆς Εὔας καὶ τοῦ Ἀδὰμ τὴν νέκρωσιν διαλέλυκε. Χριστὸς οὗτος, ὁ τῆς ζωῆς τῶν ἁπάντων αἴτιος, ἄντρον λελαξευμένον, ὄρος τὸ ἀλατόμητον ὑποδέχεται, ἐξ οὗ λίθος χειρῶν ἄνευ τμηθεὶς τὴν οἰκουμένην ἐπλήρωσεν· ἡ παστὰς τῆς θείας τοῦ λόγου σαρκώσεως ὡς ἐν θαλάμῳ τῷ πανευκλεεῖ ἀναπέπαυται τάφῳ, ὅθεν πρὸς τὸν οὐράνιον ἄνεισι νυμφῶνα τῷ υἱῷ καὶ θεῷ ἀριδήλως συμβασιλεύουσα καὶ τὸν τάφον παστάδα τοῖς ἐπὶ γῆς καταλέλοιπεν. Παστάδα τὸν τάφον; Ναί, καὶ παστάδος πάσης παναγλαέστερον, οὐ χρυσοῦ περιλάμψεσιν, οὐκ ἀργύρου φανότητι καὶ λίθων διαυγείαις ἀστράπτουσαν καὶ σηρῶν νήμασι καὶ χρυσονήστῳ ἐσθῆτι καὶ ἁλουργίδι κεκοσμημένην, ἀλλὰ τῇ θεοφεγγεῖ αἴγλῃ τοῦ παναγίου πνεύματος, οὐ σωμάτων συνάφειαν τοῖς γῆς ἐρασταῖς, τοῖς δὲ δεσμίοις τοῦ πνεύματος ψυχῶν ὁσίων προξενοῦσαν πρὸς θεὸν πάσης ἀμείνω καὶ γλυκυτέραν.

Οὗτος ὁ τάφος τῆς Ἐδὲμ ὡραιότερος· καὶ γὰρ ἵνα μὴ λέγω ἐν ἐκείνῃ τὴν τοῦ δυσμενοῦς εὔνοιαν, τὴν χρηστήν, ἵν’ οὕτως εἴπω, συμβουλήν, τὸν φθόνον, τὴν ἀπάτην, τῆς Εὔας τὴν μαλακότητα, τὴν πιθανότητα, τὸ γλυκύπικρον δέλεαρ, δι’ ἧς ἐκλάπη τὸν νοῦν καὶ τὸν ὁμόζυγα κέκλοφε, τὴν παρακοήν, τὴν ἐξορίαν, τὸν θάνατον—ἵνα μὴ ταῦτα λέγων τὴν ἑορτὴν ἐκτελῶ κατηφείας ὑπόθεσιν—, οὗτος ἀπὸ γῆς σῶμα θνητὸν εἰς οὐρανὸν μετεώρισεν, ἐκείνη δὲ ὑψόθεν εἰς γῆν τὸν γενάρχην κατήγαγεν· ἦ γὰρ οὐκ ἐν αὐτῇ γῇ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ ὁ κατ’ εἰκόνα θείαν γεγονὼς κατακέκριται;

Οὗτος ὁ τάφος τῆς πάλαι σκηνῆς τιμιώτερος τὴν λογικήν τε καὶ ἔμψυχον καὶ θεοφεγγῆ λυχνίαν δεξάμενος καὶ τὴν ζωηφόρον τράπεζαν, οὐκ ἄρτους προθέσεως, ἀλλ’ οὐράνιον ἄρτον, οὐ πῦρ ὑλικόν, ἀλλὰ τὸ ἄυλον δεξαμένην πῦρ θεότητος. Οὗτος ὁ τάφος τῆς Μωσαϊκῆς κιβωτοῦ ὀλβιώτερος, εὐμοιρήσας οὐ σκιὰς καὶ τύπους, ἀλλ’ αὐτὴν τὴν ἀλήθειαν· ἐδέξατο γὰρ τὴν ἀκίβδηλον καὶ χρυσοειδῆ στάμνον τὴν τὸ οὐράνιον μάννα καρποφορήσασαν, πλάκα ἔμψυχον, λόγον θεοῦ δακτύλῳ τῷ παναλκεστάτῳ πνεύματι δεξαμένην σαρκωθησόμενον, λόγον τὸν ἐνυπόστατον, τὸ χρυσοῦν θυμιατήριον, τὴν τὸν θεῖον κυήσασαν ἄνθρακα καὶ πᾶσαν τὴν κτίσιν εὐωδιάσασαν.

Φευγέτωσαν δαίμονες, ὀλολυζέτωσαν Νεστόριοι ὡς πρόπαλαι οἱ Αἰγύπτιοι καὶ ὁ τούτων ἔξαρχος, ὁ νέος Φαραῶ, ὁ πικρὸς ἀλάστωρ καὶ τύραννος· τῷ βυθῷ γὰρ τῆς βλασφημίας κατεχώσθησαν. Ἡμεῖς δὲ οἱ σωθέντες ἀβρόχοις ποσὶν καὶ τὴν ἁλμυρὰν τῆς ἀσεβείας ὑπερβάντες θάλασσαν ᾄσωμεν τῇ μητρὶ τοῦ θεοῦ ᾠδὴν τὴν ἐξόδιον. Αἰρέτω Μαριάμ, ἡ ἐκκλησία, ταῖς χερσὶ τὸ τύμπανον καὶ ἐξαρχέτω ᾠδὴν τὴν ἑόρτιον.

Ἐξίτωσαν τοῦ πνευματικοῦ Ἰσραὴλ αἱ νεάνιδες μετὰ τυμπάνων καὶ χορῶν ἀλαλάζουσαι. Βασιλεῖς τῆς γῆς καὶ κριταὶ σὺν ἄρχουσι, νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων τὴν θεοτόκον ὑμνείτωσαν, σύλλογοι καὶ λόγοι παντοδαποὶ καὶ ἐθνῶν καὶ λαῶν γλῶσσαι διάφοροι ᾆσμα καινὸν μελουργείτωσαν. Περιηχείτω ἀὴρ πνευματικοῖς δόναξί τε καὶ σάλπιγξι καὶ τοῖς ἐκ πυρὸς ἀμαρύγμασιν ἡμέραν καινουργείτω σωτήριον. Εὐφράνθητε, οὐρανοί, καὶ αἱ νεφέλαι ῥανάτωσαν ἀγαλλίασιν.

Σκιρτήσατε, κριοὶ τῆς ἐκλεκτῆς τοῦ θεοῦ ποίμνης, οἱ θεῖοι ἀπόστολοι, ὡς ὄρη ὑψηλὰ καὶ μετέωρα ταῖς ὑψηλοτάταις θεωρίαις ὑψούμενοι, καὶ ἄρνες θεοῦ, λαὸς ἅγιος, τῆς ἐκκλησίας τὰ θρέμματα, ὥσπερ βουνοὶ πρὸς τὰ ὑψηλὰ ὄρη τῇ προαιρέσει ἀνατεινόμενοι.

Βαβαί, βαβαί. Τέθνηκεν ἡ πηγὴ τῆς ζωῆς, ἡ τοῦ κυρίου μου μήτηρ· ἔδει γὰρ τὸ ἐκ γῆς συντεθὲν παλινοστῆσαι πρὸς γῆν καὶ οὕτω μεταναστῆναι πρὸς οὐρανὸν ἐκ τῆς γῆς λαβὸν τὴν δεδωρημένην τῇ γῇ τῇ καταθέσει τοῦ θείου σώματος πανακήρατον ζωήν. Ἔδει, καθάπερ χρυσόν, ἀποβαλοῦσαν τὸ γεῶδες καὶ ἀλαμπὲς τῆς θνητότητος πάχος, ὡς ἐν χωνεύσει, τῷ θανάτῳ τὴν σάρκα ἄφθαρτον καὶ καθαρὰν τῷ φέγγει τῆς ἀφθαρσίας ἐκλάμπουσαν ἐξαναστῆναι τοῦ μνήματος.

Σήμερον ἀρχὴν λαμβάνει δευτέρας ὑπάρξεως ὑπὸ τοῦ δόντος αὐτῇ τὴν ἀρχὴν τῆς προτέρας ὑπάρξεως ἡ δοῦσα δευτέρας ἀρχήν, τῆς σωματικῆς λέγω ὑπάρξεως, τῷ μὴ ἐσχηκότι ἀρχὴν χρονικὴν τῆς προτέρας καὶ ἀιδίου ὑπάρξεως εἰ καὶ τὸν πατέρα ἀρχὴν εἶχεν ὡς αἰτίαν τῆς αὐτοῦ θείας ὑπάρξεως.