Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος γ'

Ἰωάννης ὁ Δαμασκηνός

Επίλογος και ικετήρια ευχή

Η προσφορά του λόγου στη Θεοτόκο, η ικεσία για προστασία και σωτηρία των πιστών, και η τελική τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 5

Τοῦτόν σοι τὸν ἐξόδιον λόγον τρίτον πεποίημαι, ὦ μῆτερ θεοῦ, αἰδοῖ καὶ πόθῳ τῆς τριάδος, ᾗ ἐλειτούργησας τῇ πατρικῇ εὐδοκίᾳ καὶ τῇ δυνάμει τοῦ πνεύματος τὸν ἄναρχον λόγον, τὴν παντοδύναμον τοῦ θεοῦ δεξαμένη σοφίαν καὶ δύναμιν. Δέχου τοίνυν τὴν προθυμίαν τὴν δύναμιν ὑπεραίρουσαν καὶ δίδου τὴν σωτηρίαν, παθῶν ψυχικῶν ἀλλοτρίωσιν, νόσων σωματικῶν λώφησιν, περιστάσεων λύσιν, βίου γαληναίαν κατάστασιν, φωτισμὸν πνεύματος. Τὸν πρὸς τὸν σὸν υἱὸν πόθον ἐκπύρσευσον, εὐάρεστον αὐτῷ τὸν βίον κατάστησον, ὡς ἂν καὶ τῆς ἐκεῖθεν τυχόντες μακαριότητος, τῇ τοῦ υἱοῦ σου δόξῃ ὁρῶντές σε ἐξαστράπτουσαν ὕμνους ἱεροὺς ἀναπέμψωμεν αἰωνίως συνευφραινόμενοι ἐν ἐκκλησίᾳ ἑορταζόντων ἀξίως τοῦ πνεύματος τῷ διὰ σοῦ τὴν σωτηρίαν ἡμῶν οἰκονομήσαντι Χριστῷ, τῷ υἱῷ τοῦ θεοῦ καὶ θεῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.