Εἶτα τούτοις συνῳδὰ καὶ ἀκόλουθα τίνα δοκεῖτε πεπρᾶχθαι τὸ τηνικάδε; Ὥς μοι δοκεῖ, ἡ τοῦ βασιλέως πρὸς τὴν οἰκείαν λοχεύτριαν ἔλευσις χερσὶ θείαις καὶ ἀκηράτοις ὑποδεξαμένου τὴν ἱερὰν ταύτης ψυχὴν εἰλικρινῆ τε καὶ ἄμωμον. Καὶ αὕτη μέν, οἷα εἰκός, ἔφησεν· Εἰς χεῖράς σου, τέκνον ἐμόν, τὸ πνεῦμά μου παρατίθημι. Δέξαι μου τήν σοι φίλην ψυχήν, ἣν ἐτήρησας ἄμεμπτον. Σοὶ τὸ ἐμὸν σῶμα καὶ οὐ τῇ γῇ παραδίδωμι. Φύλαξον σῶον, ὃ κατοικῆσαι ηὐδόκησας καὶ γεννηθεὶς παρθένον ἐτήρησας. Πρός σέ με μετάστησον, ἵν’, ὅπου εἶ σύ, τῶν ἐμῶν σπλάγχνων τὸ κύημα, ἔσομαι κἀγώ σοι συνέστιος. Πρὸς σὲ γὰρ ἐπείγομαι τὸν πρὸς ἐμὲ ἀδιαστάτως καταφοιτήσαντα. Σὺ τοῖς ἐμοῖς ποθεινοτάτοις τέκνοις, οὓς ἀδελφοὺς καλέσαι ηὐδόκησας, τῆς ἐμῆς ἐκδημίας γενοῦ παραμύθιον. Πρόσθες εὐλογίαν ἐπὶ τὴν εὐλογίαν αὐτῶν διὰ τῆς τῶν ἐμῶν χειρῶν ἐπιθέσεως. Εἶτα τὰς χεῖρας ἐπάρασα, οἷα εἰκός, τοὺς συνειλεγμένους ηὐλόγησε, τοιαῦτα προσομιλήσασα ῥήματα καί· Δεῦρο, ἡ εὐλογημένη μου μήτηρ, εἰς τὴν ἀνάπαυσίν μου, ἀκούσασα. Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, ἡ καλὴ ἐν γυναιξίν, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ καιρὸς τῆς τομῆς ἔφθασε. Καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Τούτων ἡ ἁγία ἀκούσασα τὸ πνεῦμα ταῖς χερσὶ τοῦ υἱοῦ παρατίθεται.