Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν κοίμησιν τῆς θεοτόκου λόγος βʹ

Ἰωάννης ὁ Δαμασκηνός

Οι εξόδιοι ύμνοι, οι προσφωνήσεις και η παράδοση του πνεύματος

Ο αποχαιρετισμός της Θεοτόκου μέσα από τους ύμνους των αποστόλων και τις προσφωνήσεις των προπατόρων, καθώς και η υποδοχή της αγίας ψυχής της από τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 7

Ἐνταῦθα λόγοι θεόπνευστοι καὶ θεόφθεγκτοι. Ἐνταῦθά τινες ὕμνοι θεοτερπεῖς καὶ ἐξόδιοι. Ὑμνῆσαι γὰρ ἐχρῆν καὶ ἐπὶ τούτῳ τοῦ θεοῦ τὴν ὑπεράπειρον ἀγαθότητα καὶ τὸ ὑπερμέγεθες μέγεθος καὶ τὴν ἀπειροδύναμον δύναμιν καὶ τὴν παντὸς ὕψους καὶ μεγέθους ἐπέκεινα πρὸς ἡμᾶς αὐτοῦ μετριότητα, τὸν ὑπέρπλουτον πλοῦτον τῆς ἀκαταλήπτου χρηστότητος, τὴν ἄπληστον τῆς ἀγάπης ἄβυσσον· ὅπως τῆς οἰκείας οὐκ ἐκφοιτήσας μεγαλειότητος πρὸς τὴν ὑψοποιὸν καταβέβηκε κένωσιν πατρὸς συνευδοκοῦντος καὶ πνεύματος, ὅπως ὁ ὑπερούσιος ἐκ γυναικείας νηδύος ὑπερουσίως οὐσίωται, ὅπως θεός τέ ἐστι καὶ ἄνθρωπος γέγονε καὶ μένει κατὰ ταὐτὸν ὑπάρχων ἀμφότερα, ὅπως οὔτε τῆς οὐσίας ἐκβέβηκε τῆς θεότητος καὶ παραπλησίως ἡμῖν κεκοινώνηκε σαρκός τε καὶ αἵματος, ὅπως ὁ πάντα πληρῶν καὶ ὢν ὑπὲρ ἅπαντα καὶ φέρων τὰ σύμπαντα τῷ ῥήματι τοῦ οἰκείου στόματος στενὸν χωρίον κατῴκησεν, ὅπως τὸ ὑλικὸν καὶ χορτῶδες σῶμα τῆς ἀοιδίμου ταύτης τὸ καταναλίσκον πῦρ ἐδέξατο τῆς θεότητος καὶ χρυσὸς ὥσπερ ἀκίβδηλος ἀνάλωτον ἐχρημάτισε. Θεοῦ βουλομένου ταῦτα γεγένηται, ἐπεὶ θεοῦ θέλοντος δυνατὰ μὲν ἅπαντα, ἀμήχανα δὲ μὴ θέλοντος.

Ἐπὶ δὲ τούτων καὶ λόγων κεκίνητο ἅμιλλα, οὐχ ὅπως ὑπεράροιεν ἀλλήλους ἑκάτερος—κενοδόξου γὰρ τοῦτο φρενὸς καὶ πόρρω θείας εὐαρεστήσεως—, ἀλλ’ ὡς ἂν προθυμίας μηδὲν ἐλλείπωσι καὶ δυνάμεως θεὸν ὑμνοῦντες καὶ θεοῦ μητέρα γεραίροντες.

Τότε δή, τότε Ἀδὰμ καὶ Εὔα, οἱ τοῦ γένους προπάτορες, ἀγαλλομένοις τοῖς χείλεσι διαπρυσίως ἀνακεκράγασι· Σύ, μακαρία θύγατερ, τῆς παραβάσεως ἡμῖν τὰ ἐπιτίμια λέλυκας. Σὺ φθαρτὸν ἐξ ἡμῶν σῶμα κληρονομήσασα ἀφθαρσίας ἡμῖν ἐκυοφόρησας ἔνδυμα. Σὺ τὸ εἶναι ἐξ ἡμετέρας ὀσφύος ἁρπάσασα τὸ εὖ εἶναι ἡμῖν ἀνταπέδωκας, τὰς ὠδῖνας ἔλυσας, τὰ τοῦ θανάτου διέρρηξας σπάργανα, τὸ ἀρχαῖον ἡμῖν ἀπεκατέστησας ἐνδιαίτημα. Ἡμεῖς ἐκλείσαμεν τὸν παράδεισον, σὺ τοῦ τῆς ζωῆς ξύλου τὴν ὁδὸν ἀνεπέτασας. Ἐκ τῶν χρηστῶν δι’ ἡμῶν ἦλθε τὰ λυπηρά, διὰ σοῦ ἐκ τῶν λυπηρῶν ἐπανῆλθεν ἡμῖν τὰ χρηστότερα. Καὶ πῶς θανάτου γένῃ, ἡ ἄχραντος; Σοὶ πρὸς ζωὴν γέφυρα καὶ κλῖμαξ πρὸς οὐρανοὺς καὶ πρὸς ἀθανασίαν ὁ θάνατος πορθμεῖον γενήσεται. Ὄντως μακαρία σύ, παμμακάριστε. Τίς γάρ, εἰ μήγε ὁ λόγος ᾖ, προσενήνεκται τοῦτο πάσχων, ὃ πράττειν ὑπείληπται;

Ἐπεκρότει δὲ καὶ πᾶς ὁ τῶν ἁγίων χορός. Σὺ ἡμῶν τὰς προρρήσεις πεπλήρωκας. Σὺ ἡμῖν τὴν καραδοκουμένην εὐφροσύνην προσήνεγκας. Διὰ σοῦ γὰρ δεσμῶν θανάτου λελύμεθα. Δεῦρο πρὸς ἡμᾶς, ὦ θεῖον καὶ ζωηφόρον κειμήλιον. Ἐλθὲ ποθοῦσιν ἡμῖν ἡ τὸν πόθον ἡμῶν ἐκπεράνασα. Ἀλλ’ ἀνθεῖλκε λόγοις οὐχ ἥττοσιν ἡ τῶν ἐν σώματι περιεστώτων ἁγίων πληθύς· Μεῖνον μεθ’ ἡμῶν, ἡ ἡμετέρα παράκλησις, λέγουσα, τὸ μόνον ἐπὶ γῆς ἡμῖν παραμύθιον. Μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, ἡ μήτηρ, τοῦ συμπαθοῦς τοῦ υἱοῦ σου προκινδυνεύοντας.

Ἔχοιμέν σε τῶν πόνων ἀνάπαυλαν καὶ τῶν ἱδρώτων ἀνάψυξιν. Σοὶ καὶ μένειν θελούσῃ τὸ δύνασθαι πάρεστι καὶ ἀπαίρειν προθυμουμένῃ οὐδὲν τὸ ἐμπόδιον. Εἰ ἀπαίρεις, ἡ τοῦ θεοῦ σκηνή, καὶ ἡμεῖς συναπαίροιμεν, ὁ σὸς λαὸς διὰ τὸν σὸν υἱὸν χρηματίσαντες. Σὲ μόνην ἐπὶ γῆς καταλελειμμένην ἡμῖν παρηγορίαν κεκτήμεθα. Σοὶ καὶ ζώσῃ συζῆν καὶ θνῃσκούσῃ συνθνῄσκειν μακάριον. Τί δὲ θνῃσκούσῃ φαμέν; Σοὶ μὲν γὰρ ζωὴ καὶ ὁ θάνατος καὶ ζωὴ κρείττων καὶ ταύτην τὴν ζωὴν ἀπαραβλήτοις συγκρίσεσιν ὑπεραίρουσα· ἡμῖν δὲ πῶς ὁ βίος βιώσιμός σε μὴ κεκτημένοις συνόμιλον;

Τοιαῦτα, ἅττα μοι δοκεῖ τοὺς ἀποστόλους σὺν παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι τῇ μακαρίᾳ παρθένῳ προσφθέγγεσθαι. Ἀλλ’ ἐπεὶ πρὸς τὴν ἐκβίωσιν σπεύδουσαν κἀκείνης ἐφιεμένην ἑώρων τὴν θεομήτορα, πρὸς ὕμνους ἐκδημίους ἐτρέποντο τῆς θείας ἐμφορούμενοι χάριτος καὶ τὸ στόμα κιχρῶντες τῷ πνεύματι καὶ σαρκὸς ἐξιστάμενοι καὶ συνεκδημεῖν ἐκδημούσῃ τοῦ θεοῦ τῇ μητρὶ ἐφιέμενοι καὶ προεκδημοῦντες ὡς οἷόν τε τῷ τόνῳ τῆς προαιρέσεως. Ἐπεὶ δὲ πάντες τὸν πόθον ἅμα καὶ τὸ χρέος ἀφωσιώσαντο καὶ πολυανθῆ τε καὶ ποικίλον ὕμνων ἱερῶν ἐπλέξαντο στέφανον, τὴν εὐλογίαν ὥσπερ τινὰ θεόσδοτον θησαυρὸν ἐκομίζοντο ἐξιτήριά τε καὶ τελευταῖα προσφθεγγόμενοι ῥήματα. Τάδε ἦν, ὡς ἐμὲ εἰδέναι, τοῦ παρόντος βίου τὸ ῥευστὸν καὶ εὐπάροιστον διαγγέλλοντα καὶ τῶν μελλόντων ἀγαθῶν τὰ κεκρυμμένα μυστήρια εἰς τοὐμφανὲς ἄγοντα.

Εἶτα τούτοις συνῳδὰ καὶ ἀκόλουθα τίνα δοκεῖτε πεπρᾶχθαι τὸ τηνικάδε; Ὥς μοι δοκεῖ, ἡ τοῦ βασιλέως πρὸς τὴν οἰκείαν λοχεύτριαν ἔλευσις χερσὶ θείαις καὶ ἀκηράτοις ὑποδεξαμένου τὴν ἱερὰν ταύτης ψυχὴν εἰλικρινῆ τε καὶ ἄμωμον. Καὶ αὕτη μέν, οἷα εἰκός, ἔφησεν· Εἰς χεῖράς σου, τέκνον ἐμόν, τὸ πνεῦμά μου παρατίθημι. Δέξαι μου τήν σοι φίλην ψυχήν, ἣν ἐτήρησας ἄμεμπτον. Σοὶ τὸ ἐμὸν σῶμα καὶ οὐ τῇ γῇ παραδίδωμι. Φύλαξον σῶον, ὃ κατοικῆσαι ηὐδόκησας καὶ γεννηθεὶς παρθένον ἐτήρησας. Πρός σέ με μετάστησον, ἵν’, ὅπου εἶ σύ, τῶν ἐμῶν σπλάγχνων τὸ κύημα, ἔσομαι κἀγώ σοι συνέστιος. Πρὸς σὲ γὰρ ἐπείγομαι τὸν πρὸς ἐμὲ ἀδιαστάτως καταφοιτήσαντα. Σὺ τοῖς ἐμοῖς ποθεινοτάτοις τέκνοις, οὓς ἀδελφοὺς καλέσαι ηὐδόκησας, τῆς ἐμῆς ἐκδημίας γενοῦ παραμύθιον. Πρόσθες εὐλογίαν ἐπὶ τὴν εὐλογίαν αὐτῶν διὰ τῆς τῶν ἐμῶν χειρῶν ἐπιθέσεως. Εἶτα τὰς χεῖρας ἐπάρασα, οἷα εἰκός, τοὺς συνειλεγμένους ηὐλόγησε, τοιαῦτα προσομιλήσασα ῥήματα καί· Δεῦρο, ἡ εὐλογημένη μου μήτηρ, εἰς τὴν ἀνάπαυσίν μου, ἀκούσασα. Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, ἡ καλὴ ἐν γυναιξίν, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ καιρὸς τῆς τομῆς ἔφθασε. Καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Τούτων ἡ ἁγία ἀκούσασα τὸ πνεῦμα ταῖς χερσὶ τοῦ υἱοῦ παρατίθεται.