Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Ο συμβολισμός του χρόνου και η ανάβαση στο όρος

Ερμηνεία της χρονολογικής συμφωνίας των ευαγγελιστών, επιλογή των τριών μαθητών και θεολογική ανάλυση της προσευχής του Κυρίου στο όρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 9

ηʹ. Καὶ μεθ᾽ ἡμέρας μὲν ἓξ, Ματθαῖος καὶ Μάρκος οἱ θεῖοι εὐαγγελισταὶ γράφουσι· Λουκᾶς δὲ δὴ ὁ σοφώτατος· Ἐγένετο μετὰ τοὺς λόγους τούτους ὡς ἡμέραι ὀκτώ. Κυρίως καὶ ἀληθῶς ὀκτὼ, καὶ ἓξ ἡμέραι πρὸς τῶν τῆς ἀληθείας κηρύκων ἀναγορεύονται. Οὐ διαφωνία γὰρ τὸ λεγόμενον, συμφωνία δὲ τοῦ αὐτοῦ ἐκφερομένη πνεύματος. Οὐ γὰρ αὐτοί εἰσιν οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς. Ὅταν γὰρ ἔλθῃ, φησὶν, ὁ Παράκλητος, αὐτὸς διδάξει ὑμᾶς, καὶ ὑπομνήσει ὑμᾶς πάντα. Οἱ μὲν οὖν, μεθ᾽ ἡμέρας ἓξ, φήσαντες, τὰς ἄκρας ὑπεξελόμενοι, τὴν πρώτην λέγω καὶ τελευταῖαν, τὰς μέσας ἠρίθμησαν· ὁ δὲ ἡμέρας ἀριθμῶν ὀκτὼ, ταύτας κἀκείνας ἀριθμίους πεποίηκεν.

Οὕτως γὰρ κἀκείνως ἀριθμεῖν τοῖς ἀνθρώποις εἴθισται. Καὶ ἓξ μὲν ὡς πρῶτος καὶ τέλειος ἀριθμὸς παραλαμβάνεται. Ἐκ γὰρ τῶν οἰκείων μερῶν οὗτος ἀπαρτίζεται. Τούτου γὰρ τρία τὸ ἥμισυ, δύο τὸ τρίτον, καὶ τὸ ἕκτον ἓν, ἃ συναγόμενα, τέλειον αὐτὸν συμπεραίνουσιν. Ἐντεῦθεν τὸν ἓξ ἀριθμὸν, οἱ περὶ ταῦτα δεινοὶ, τέλειον κατωνόμασαν. Ἀλλὰ καὶ ἐν ἓξ ἡμέραις τῶν ὁρωμένων ἁπάντων τὸ σύστημα λόγῳ Θεὸς κατειργάσατο. Τελείους δὲ εἶναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύσαντας, τὴν πάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον. Γίνεσθε γὰρ, φησὶ, τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ὀκτὼ δέ· καὶ γὰρ αἰῶνος φέρει τύπον τοῦ μέλλοντος. Ἑπτὰ γὰρ αἰῶσιν ὁ παρὼν συμπεραίνεται βίος. Ὀγδόῃ δὲ, ἡ μέλλουσα βιοτὴ ἀνηγόρευται, ὡς ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἔφησε, τὸ Σολομώντειον ῥητὸν ἐξηγούμενος, δοῦναι μερίδα τοῖς ἑπτὰ, τῷ παρόντι βίῳ φάσκων, καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι. Ἔδει δὲ ἐν τῇ ὀγδόῃ τὰ τῆς ὀγδόης τοῖς τελείοις ἀποκαλύπτεσθαι. Ὡς γὰρ ὁ θεῖος ὄντως καὶ θεηγόρος Διονύσιος ἔλεξεν, οὕτως ὁ Δεσπότης ὀφθήσεται τοῖς τελείοις θεράπουσιν αὐτοῦ, ὃν τρόπον ἐν τῷ ὄρει Θαβὼρ τοῖς ἀποστόλοις τεθέαται Ἔχεις τῶν ἡμερῶν τὴν ἀρίθμησιν.

θʹ. Ἀλλὰ τί Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην παρείληφε; Πέτρον, τὴν μαρτυρίαν, ἣν ἀληθῶς μεμαρτύρηκεν, ἐκ Πατρὸς μεμαρτυρημένην δεικνύναι βουλόμενος, πιστούμενός τε τὴν οἰκείαν ἀπόφασιν, ὡς ὁ πατὴρ ὁ οὐράνιος ταύτην αὐτῷ τὴν μαρτυρίαν ἀπεκάλυψε, καὶ ὡς πρόεδρον, καὶ πάσης τῆς Ἐκκλησίας δεξόμενον τὰ πηδάλια· Ἰάκωβον, ὡς πρὸ πάντων τῶν μαθητῶν ὑπὲρ Χριστοῦ τεθνηξόμενον, καὶ αὐτοῦ πιόμενον τὸ ποτήριον, καὶ τὸ ὑπὲρ αὐτοῦ βαπτισθησόμενον βάπτισμα. Ἰωάννην, ὡς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον, ὅπως τὴν ἄχρονον δόξαν τοῦ Θεοῦ Υἱοῦ θεασάμενος, τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, βροντήσειεν· ὅθεν καὶ βροντῆς υἱὸς προηγόρευται.

ιʹ. Τί δὲ εἰς ὄρος ὑψηλὸν ἀνάγει τοὺς μαθητάς· Ὄρη τροπικῶς τὰς ἀρετὰς ἡ θεία κατονομάζει Γραφή. Πασῶν δὲ τῶν ἀρετῶν κολοφῶν καὶ ἀκρόπολις ἡ ἀγάπη καθέστηκεν. Ἐν ταύτῃ γὰρ ἡ τελειότης ὁρίζεται. Εἰ γάρ τις ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῇ καὶ τῶν ἀγγέλων· κἂν ἔχῃ πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ πάσαν τὴν γνῶσιν, καὶ εἴδῃ πάντα τὰ μυστήρια, καὶ παραδῷ τὸ σῶμα ἵνα καυθήσηται, ἀγάπην δὲ μὴ ἔχῃ, χαλκὸς ἠχῶν γέγονεν, ἢ κύμβαλον ἀλαλάζον ἄναρθρα, καὶ εἰς οὐδὲν λογισθήσεται.

Δεῖ τοίνυν τὰ τοῦ χοὸς τῷ χοῒ καταλιπόντας καὶ ὑπεραναβεβηκότας τὸ σῶμα τῆς ταπεινώσεως, καὶ πρὸς τὴν ὑψηλοτάτην καὶ θείαν τῆς ἀγάπης ἀναχθέντας περιοπὴν, οὕτω θεωρεῖν τὰ ἀθέατα. Ὁ γὰρ ἐν τῷ ἄκρῳ τῆς ἀγάπης γενόμενος, τρόπον τινὰ ἑαυτοῦ ἐξιστάμενος, κατανοεῖ τὸν ἀόρατον, καὶ τὸν ἐπιπροσθοῦντα ζόφον τοῦ σωματικοῦ νέφους ὑπεριπτάμενος, καὶ ἐν τῇ τῆς ψυχῆς αἰθρίᾳ γενόμενος, ἐνατενίζει τῷ ἡλίῳ τῆς δικαιοσύνης τρανότερον, εἰ καὶ μὴ πάντη τῆς θέας ἐμφορηθῆναι δεδύνηται. Κατ᾽ ἰδίαν καὶ προσεύξασθαι. Μήτηρ γὰρ τῆς προσευχῆς ἡ ἡσυχία, προσευχὴ δὲ, θείας δόξης ἐμφάνεια. Ὅτε γὰρ τὰς αἰσθήσεις μύσωμεν, καὶ ἑαυτοῖς καὶ Θεῷ συγγενώμεθα, καὶ τῆς ἔξωθεν τῆς τοῦ κόσμου περιφορὰς ἐλευθερωθέντες, ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὴν βασιλείαν ὀψόμεθα.

Ἡ βασιλεία γὰρ τῶν οὐρανῶν, ἥ τίς ἐστι τοῦ Θεοῦ βασιλεία, ἐντὸς ὑμῶν ἐστιν, Ἰησοῦς ὁ Θεὸς ἡμῶν ἀπεφθέγξατο. Ἄλλως μὲν οὖν οἱ δοῦλοι, καὶ ἑτέρως ὁ Δεσπότης προσηύχετο. Δοῦλοι μὲν γὰρ φόβῳ καὶ πόθῳ δι᾽ αἰτήσεως τῷ Δεσπότῃ προσίασι, καὶ τῆς πρὸς Θεὸν ἐκδημίας τε καὶ ἑνώσεως ἡ προσευχὴ τῷ νῷ γίνεται πρόξενος, τρέφουσα τοῦτον δι᾽ ἑαυτῆς καὶ ῥωννύουσα. Ὁ δέ γε καθ᾽ ὑπόστασιν ἡνωμένος τῷ Θεῷ Λόγῳ ἅγιος νοῦς, πῶς προσεύξεται; πῶς δὲ Δεσπότης παραστήσεται δεόμενος; Ἢ δῆλον, ὡς τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον, καὶ παιδαγωγῶν ἡμᾶς, καὶ ὁδοποιῶν πρὸς τὴν διὰ προσευχῆς πρὸς Θεὸν ἀνάβασιν, καὶ διδάσκων, ὡς τῆς θείας δόξης ἡ προσευχὴ καθίσταται πρόξενος, καὶ δεικνὺς ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τιμῶν τὸν γεννήτορα, καὶ παραχωρῶν τῇ σαρκὶ διὰ τῆς οἰκείας ἰέναι φύσεως, ἵνα δι᾽ ἑαυτῆς καὶ νευρωθῇ, καὶ παιδευθῇ, καὶ ἐν μυήσει καὶ ἕξει τῶν κρειττόνων γένηται. Οὐ μὴν ἀλλὰ καὶ δελεάζων τὸν τύραννον ἐπιμελῶς τηροῦντα, εἰ Θεὸς εἴη. Τοῦτο γὰρ ἡ τῶν θαυμάτων ἐκήρυττε δύναμις. Διὰ τοῦτο πανταχοῦ τοῖς θείοις τὰ ἀνθρώπινα μίγνυσιν, ὥσπερ τινὶ βρώματι ὑποκρύπτων τὸ ἄγκιστρον. Οὕτω γὰρ ὁ θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προσλήμματι εἰκότως δελεασθήσεται. Μετ᾽ εὐχῆς γὰρ ὁρῶν ἐξαστράπτοντα, καὶ Μωϋσέως ἀνεμνήσθη δεδοξασμένου τὸ πρόσωπον.

Ἀλλὰ Μωϋσῆς μὲν ἔξωθεν τῆς δόξης προσγινομένης δεδόξασται, ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐπίκτητον ἔσχε τὸ τῆς δόξης ὡράϊσμα, ἀλλ᾽ ἐκ τῆς ἐμφύτου τῆς θείας δόξης λαμπρότητος.

ιαʹ. Ἀλλὰ τίς ἡ ἐπίκλησις, ὁ προφήτης Δαβὶδ διδασκέτω σε, οὕτω σαφῶς προσφθεγγόμενος· Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Πατὴρ μὲν ὡς Θεοῦ καὶ Υἱοῦ πρὸ αἰώνων, καὶ τῆς οὐσίας ἐκλάμψαντος τοῦ γεννήτορος· Θεὸς δὲ καὶ ἀντιλήπτωρ τῆς σωτηρίας, ὡς σαρκωθέντος, καὶ τὴν ἡμετέραν ἐν ἑαυτῷ φύσιν ἀνακαινίζοντος, καὶ πρὸς τὸ ἀρχαῖον κάλλος ἀναβιβάζοντος τῆς εἰκόνος, καὶ τὸ κοινὸν φέροντος ἐν ἑαυτῷ τῆς ἀνθρωπότητος πρόσωπον.

Διὸ καὶ ἐπήγαγε· Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν. Πρωτότοκος γὰρ ἐν πολλοῖς ἀδελφοῖς ἐχρημάτισεν, ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς σαρκός τε καὶ αἵματος. Ὡς Θεὸς μὲν Λόγος· Υἱὸς ἀεὶ ὢν, οὐκ ἐγένετο ὕστερον· ὡς ἄνθρωπος δὲ, καὶ ὕστερον γεγονέναι λέγεται, ἵνα μείνῃ ἄτρεπτον ἐν ἑαυτῷ τὸ τῆς υἱότητος ἴδιον. Αὐτὸς γὰρ σὰρξ γενόμενος, τῆς σαρκὸς Υἱοῦ Θεοῦ γενομένης ἐξ ἄκρας ὑπάρξεως διὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, αὐτὸς τοῦτο γεγενῆσθαι λέγεται, ὢν μὲν θεϊκῶς, γενόμενος ὡς ἄνθρωπος.