Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Η εμφάνιση του Μωυσή και του Ηλία

Η παρουσία των προφητών ως δούλων του Δεσπότη, η πνευματική προετοιμασία των μαθητών για το πάθος και η επιβεβαίωση της τριαδικής θεοφάνειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 9

ιδʹ. Τούτων οὕτως τελουμένων, ὡς ἂν δειχθείη παλαιᾶς, καὶ καινῆς διαθήκης Κύριος, καὶ τῶν αἱρετικῶν ὧνπερ τάφος ἀνεῳγμένος οἱ λάρυγγες, ἐμφραχθείη τὰ στόματα, καὶ πιστευθείη νεκρῶν ἀναβίωσις, ζώντων δὲ καὶ νεκρῶν πιστευθείη Δεσπότης ὁ πρὸς Πατρὸς μαρτυρούμενος, Μωσῆς καὶ Ἠλίας ὡς δοῦλοι Δεσπότῃ ἐν δόξῃ παρίστανται, καὶ τούτῳ συλλαλοῦντες τοῖς συνδούλοις ὀπτάνονται.

Ἔδει γὰρ αὐτοὺς τῶν ὁμοδούλων μὲν, Θεοῦ δὲ θεραπόντων τὴν δόξαν καὶ παῤῥησίαν ἑωρακότας, ἐκπλαγῆναι μὲν τὴν τοῦ Δεσπότου φιλάνθρωπον συγκατάβασιν, ζηλῶσαι δὲ πλέον, καὶ νευρωθῆναι πρὸς τοὺς ἀγῶνας. Ὁ γὰρ τῶν πόνων τὰς ἐπικαρπίας εἰδὼς, ῥᾷστα ἂν τῶν ἀγώνων κατατολμήσειεν. Ἡ γὰρ τοῦ κέρδους ἐπιθυμία ἐνάγειν οἶδε πρὸς ἀφειδίαν τοῦ σώματος.

Ὥσπερ γὰρ στρατιῶται, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι σὺν πολλῇ τῇ προθυμίᾳ τῶν πόνων ἀντιλαμβάνονται, καὶ πελαγίου κατατολμῶσι κλυδῶνος, καὶ θηρῶν, καὶ πειρατῶν οὐκ ἀλέγουσιν, ὡς ἂν τοῦ ποθουμένου κερδήματος τύχωσι, καὶ ὅσῳ τοὺς προμοχθήσαντας ἐντρυφῶντας ὁρῶσι τοῖς κέρδεσι, πολλῷ πλέον πρὸς τὴν τῶν πόνων ὑπομονὴν παραθήγονται· οὕτω καὶ οἱ πνευματικοὶ τοῦ Δεσπότου ὑπασπισταὶ, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι, οὐ γηΐνων κερδῶν ἐφιέμενοι, οὐδὲ ῥεόντων καλῶν ὀρεγόμενοι, ὅταν τὰ ἐν ἐλπίσι κείμενα αὐταῖς ὄψεσι θεάσονται, καὶ τοὺς προπεπονηκότας τῶν ἐλπιζομένων ἀγαθῶν τῆς χλιδῆς ἐναπολαύοντας, ἐκθυμότερόν πως πρὸς τοὺς ἀγῶνας σταλήσονται, οὐκ ἀνθρώποις παρατασσόμενοι, οὐδὲ ἀέρα δέροντες, οὐδὲ βόας ἀροτῆρας ὑπὸ ζυγὸν ἄγοντες, καὶ τούτοις γῆς τοὺς αὔλακας τέμνοντες, οὐδὲ θαλαττίων πελαγῶν σάλον πλέοντες, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ἀνταγωνιζόμενοι, καὶ τὸ τύπτεσθαι χαίροντες, καὶ τὸ γυμνοῦσθαι πλοῦτον ἀθροίζοντες, καὶ ταῖς τοῦ κόσμου τρικυμίαις, καὶ τοῖς ταύτας κινοῦσιν τῆς πονηρίας πνεύμασι τὸ τοῦ σταυροῦ πηδάλιον παραβαλλόμενοι, καὶ θῆρας ὥσπερ ὠρυομένους τε καὶ ἁρπάζοντας τῇ δυνάμει τοῦ Πνεύματος ἀπελαύνοντες, καὶ ταῖς ἀνθρώπων καρδίαις, ὥσπερ τισὶν αὔλαξι τὸν λόγον τῆς εὐσεβείας ἐνσπείροντες, καὶ πολύχουν τῷ Δεσπότῃ τὸν στάχυν προσαμώμενοι Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

ιεʹ. Τότε Μωσῆς μὲν, οἷα εἰκὸς, ἀπεφθέγξατο. Ἄκουε, νοητὲ Ἰσραὴλ, ἃ ὁ αἰσθητὸς Ἰσραὴλ οὐκ ἀκούειν δεδύνηται. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Εἷς γὰρ Θεὸς ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενος. Μία γὰρ οὐσία θεότητος τοῦ μαρτυροῦντος, καὶ τοῦ μαρτυρουμένου Υἱοῦ, καὶ τοῦ ἐπισκιάζοντος Πνεύματος. Οὗτός ἐστιν ὁ ὑπὸ Πατρὸς νῦν μαρτυρούμενος, ἡ τῶν ἀνθρώπων ζωή. Ταύτην ἐπὶ ξύλου κρεμαμένην οἱ ἀγνώμονες ὄψονται, καὶ τῇ ζωῇ αὐτῶν οὐ πιστεύσουσιν. Ἐντεῦθεν Ἠλίας τε ἀντέφησεν· Οὗτός ἐστιν, ὃν ὡς ἐν λεπτῇ αὔρᾳ τῷ πνεύματι ἀσώματον τὸ πάλαι τεθέαμαι. Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, καθὸ πέφυκε φύσεως. Καὶ ὃ δὲ ἑώρακε, ἐν πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ταῦτά ἐστιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη πώποτε. Οὕτως ἐν αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος.