Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Η παρέμβαση του Πέτρου, η φωτεινή νεφέλη και η φωνή του Πατρός

Η επιθυμία του Πέτρου να παραμείνουν στο όρος, η επισκίαση από τη νεφέλη του Πνεύματος και η διακήρυξη του Θεού Πατέρα για την ομοουσιότητα του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 9

ιϛʹ. Τί δὲ ὁ Πέτρος τῆς θείας ταύτης ἀποκαλύψεως θεατὴς γενόμενος; Ὥσπερ ἔνθους τῷ πνεύματι, Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, τῷ Κυρίῳ ἔφησε. Τίς γὰρ ζόφον φωτὸς ἀνταλλάσσεται; Ὁρᾶτε τὸν ἥλιον τοῦτον ὡς καλὸς, ὡς ὡραῖος, ὡς ἡδὺς, ὡς ποθεινὸς, ὡς ἐξαστράπτων καὶ ἔκλαμπρος, καὶ τὴν ζωὴν ὡς γλυκεῖά τε καὶ ἐπέραστος, ἧς πάντες ἀντέχονται, καὶ πάντα δρῶσιν ὡς ἂν ταύτης μὴ ἀστοχῆσαι· πόσῳ μᾶλλον δοκεῖτε αὐτὸ φῶς, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον καὶ γλυκύτερον, τὴν αὐτοζωὴν, ἐξ ἧς ζωὴ ἅπασα ζωοῦται, καὶ μεταδίδοται, ἐν ᾗ πάντες ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν; πόσῳ πλέον ἐρασμιώτερον καὶ ἡδύτερον; Οὐχ ὅλως ἐπιθυμία, οὐκ ἔννοια τῆς ὑπεροχῆς τὸ μέτρον εἰκάζουσα. Νικᾷ σύγκρισιν πᾶσαν, καὶ μέτροις οὐχ ὑπερβάλλεται. Πῶς γὰρ ἂν μετρηθείη τὸ ἀπερίγραπτον, καὶ διανοίαις αὐταῖς τὸ ἀπερίληπτον; Τοῦτο τὸ φῶς κατὰ πάσης τῆς φύσεως ἔχει τὰ νικητήρια.

Αὕτη ἡ ζωὴ, ἡ τὸν κόσμον νικήσασα· πῶς οὖν οὐ καλὸν τοῦ καλοῦ μὴ χωρίζεσθαι; Οὐκ ἀτόπως οὖν ὁ Πέτρος ἐφθέγξατο· ἀλλ᾽ ἐπεὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὁ Σολομῶν ἀπεφθέγξατο· ἔδει δὲ μὴ μόνον τοῖς αὐτόθι τὸ καλὸν περικλείεσθαι, ἀλλ᾽ ἐπὶ πάντας, δηλαδὴ τοὺς πιστεύοντας, χεθῆναι καὶ ὁδεῦσαι τὸ ἀγαθὸν, ὡς πλείονας εἶναι τοὺς τῆς εὐεργεσίας μεθέξοντας· τοῦτο δὲ σταυρὸς, καὶ πάθος, καὶ θάνατος ἐκπεραίνειν ἔμελλεν, οὐ καλὸν μένειν αὐτόθι τὸν τῷ ἰδίῳ αἵματι πλάσμα τὸ οἰκεῖον ἐξαγοράσοντα, ἐφ᾽ ᾧ καὶ σεσάρκωτο. Εἰ ἐν ὄρει Θαβὼρ μεμενήκατε, οὐκ ἂν εἰς πέρας ἡ πρὸς σὲ ἐπαγγελία ἐκβέβηκεν. Οὐ γὰρ κλειδοῦχος τῆς βασιλείας γεγένησο· οὐκ ἂν λῃστῇ ἠνέῳκτο ὁ παράδεισος· οὐκ ἂν ἡ γαυρὸς τυραννὶς τοῦ θανάτου κατήργητο· οὐκ ἂν εἰς προνομὴν τὰ τοῦ ᾅδου βασίλεια δέδοτο· οὐκ ἂν πατριάρχαι, καὶ προφῆται, καὶ δίκαιοι τῶν ᾅδου μυχῶν ἀπηλλάγησαν· οὐκ ἂν ἡ φύσις τὴν ἀφθαρσίαν περιβέβλητο.

Εἰ Ἀδὰμ μὴ πρὸ καιροῦ τὴν θέωσιν ἐπεζήτησεν, ἔτυχεν ἂν τῆς ἐφέσεως. Μὴ ζήτει πρὸ καιροῦ τὰ καλὰ, ὦ Πέτρε. Ἔσται ποτὲ, ὅταν ἄληκτον τὴν θέαν ταύτην κομίσαιο. Οὐ σκηνῶν ὁ Δεσπότης, ἀλλ᾽ Ἐκκλησίας παγκοσμίου κατέστησέ σε κοσμήτορα. Οἱ σοὶ μαθηταὶ, τὰ σὰ πρόβατα, ἅ σοι ὁ καλὸς ἀρχιποίμην ἐνεχείρισε, τοὺς σοὺς λόγους εἰς ἔργον προήγαγον, τῷ Χριστῷ σκηνὴν τεκτῃνάμενοι, Μωϋσῇ τε καὶ Ἠλίᾳ τοῖς τούτου θεράπουσι, ἐν οἷς πανηγυρίζομεν.

Οὐ λογισμῷ ταῦτα ὁ Πέτρος ἐφθέγγετο, ἐπιπνοίᾳ δὲ τοῦ τὰ μέλλοντα προθεσπίζοντος Πνεύματος. Μὴ εἰδὼς γὰρ ὃ λέγει, φησὶν ὁ Λουκᾶς ὁ θειότατος. Καὶ τὴν αἰτίαν δὲ ὁ Μάρκος προστίθησιν· Ἦσαν γὰρ, φησὶν, ἔκφοβοι. Ταῦτα φθεγγομένου τοῦ Σίμωνος, Ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασε, καὶ φόβῳ οἱ μαθηταὶ συνεσχέθησαν μείζονι, Ἰησοῦν τὸν Σωτῆρα, σὺν Μωϋσῇ καὶ Ἠλίᾳ, εἴσω τῆς νεφέλης γεγονότα θεώμενοι.

ιζʹ. Πάλαι μὲν οὖν ὁ θεόπτης τὸν θεῖον γνόφον ὑπήρχετο, τὸ σκιῶδες τοῦ νόμου ὑπαινιττόμενος. Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων, οὐκ αὐτὴν τὴν ἀλήθειαν, Παύλου γράφοντος ἄκουσον. Καὶ τότε μὲν Ἰσραὴλ οὐκ ἀτενίζειν τῇ δόξῃ τοῦ προσώπου Μωσέως τῇ καταργουμένῃ δεδύνητο· ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν μεταμορφούμενοι μείζονα, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἐντεῦθεν καὶ νεφέλη, οὐ γνόφου· οὐ γὰρ ἀπείλει· ἀλλὰ φωτὸς ἐπεσκίασε. Τὸ κεκρυμμένον γὰρ ἀπὸ τῶν αἰώνων καὶ τῶν γενεῶν μυστήριον ἐκκεκάλυπται, καὶ δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται. Διὸ δὴ καὶ Μωϋσῆς σὺν Ἠλίᾳ παρέστηκε, νόμου τε καὶ προφητῶν πληροῦντες τὸ πρόσωπον. Ὃν γὰρ ὁ νόμος καὶ οἱ προφῆται κηρύττουσιν, οὗτος ὁ ζωοδότης Ἰησοῦς εὕρηται. Καὶ Μωϋσῆς μὲν τῶν πάλαι κεκοιμημένων ἁγίων, καὶ Ἠλίας τῶν ζώντων ἐξεικονίζει τὸ σύστημα.

Ζώντων γὰρ καὶ θανόντων ὁ μεταμορφούμενος Κύριος. Εἰσῆλθε Μωϋσῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας· Ἰησοῦς γὰρ αὐτὸν ὁ κληροδότης εἰσήγαγε· καὶ ἃ πάλαι τυπικῶς ἐθεάσατο, ἀριδήλως αὐγάζεται σήμερον. Τοῦτο γὰρ τὸ φωταυγὲς τῆς νεφέλης αἰνίττεται.

ιηʹ. Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Φωνὴ Πατρὸς ἐκ νεφέλης τοῦ Πνεύματος γέγονεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· οὗτος ὁ ὢν, καὶ ὁρώμενος ἄνθρωπος, ὁ χθὲς γενόμενος ἄνθρωπος, ὁ ταπεινὸς ἡμῖν συναναστρεφόμενος, οὗ νῦν τὸ πρόσωπον ἔλαμψεν· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ὁ προαιώνιος, ὁ μόνος ἐκ μόνου μονογενὴς, ὁ ἀχρόνως καὶ ἀϊδίως προελθὼν ἐξ ἐμοῦ τοῦ γεννήτορος, ὁ ἐξ ἐμοῦ, καὶ ἐν ἐμοὶ, καὶ σὺν ἐμοὶ, ἀεὶ ὢν, καὶ οὐκ ἐφυστερίζων τὴν ὕπαρξιν.

Ἐξ ἐμοῦ, ὡς ἐκ πατρικοῦ αἰτίου ἐκ τῆς ἐμῆς γεννηθεὶς οὐσίας καὶ ὑποστάσεως· διὸ καὶ ὁμοούσιος· ἐν ἐμοὶ, ὡς ἀχωρίστως καὶ ἀνεκφοιτήτως γεννώμενος· σὺν ἐμοὶ, ὡς αὐτοτελὴς ὑπάρχων ὑπόστασις, οὐ προφορικὸς λόγος εἰς ἀέρα χεόμενος· διὸ καὶ ἀγαπητός.

Τίς γὰρ υἱὸς ἀγαπητὸς, ὡς ὁ μονογενής; Ἐν τούτῳ ηὐδόκησα. Εὐδοκίᾳ γὰρ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ καὶ Λόγος σεσάρκωται· εὐδοκίᾳ γὰρ Πατρὸς ἐν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ τὴν παγκόσμιον σωτηρίαν εἰργάσατο· εὐδοκία Πατρὸς ἐν τῷ μονογενεῖ Υἱῷ τὴν τῶν ἁπάντων συνάφειαν συνεκρότησεν. Εἰ γὰρ μικρὸς κόσμος ὁ ἄνθρωπος πέφυκε, φέρων ἐν ἑαυτῷ πάσης οὐσίας ὁρατῆς τε καὶ ἀοράτου τὸν σύνδεσμον, ὤν τε τοῦτο κἀκεῖνο, ἀληθῶς εὐδόκησεν ὁ τῶν ἁπάντων δεσπότης, καὶ κτιστὴς, καὶ πρύτανις ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ Υἱῷ αὐτοῦ, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ διὰ ταύτης, τῆς κτίσεως ἁπάσης γενέσθαι συνάφειαν, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.

Οὗτός ἐστιν ὁ Υἱός μου, τὸ τῆς ἐμῆς δόξης ἀπαύγασμα, ὁ χαρακτὴρ τῆς ἐμῆς ὑποστάσεως, δι᾽ οὗ καὶ τοὺς ἀγγέλους πεποίημαι, δι᾽ οὗ ὁ οὐρανὸς ἐστερέωται, καὶ ἡ γῆ ἥδρασται· ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ τῷ ζωαρχικῷ καὶ ἡγεμονικῷ δηλαδὴ πνεύματι. Αὐτοῦ ἀκούετε. Ὁ γὰρ τοῦτον δεχόμενος, ἐμὲ δέχεται, τὸν ἀποστείλαντα, οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς. Ὡς μὲν γὰρ ἄνθρωπος ἀποστέλλεται, ὡς δὲ Θεὸς ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Ὁ μὴ τιμῶν τὸν μονογενῆ μου Υἱὸν καὶ ἀγαπητὸν, οὐ τιμᾷ τὸν Πατέρα, ἐμὲ τὸν πέμψαντα αὐτόν. Αὐτοῦ ἀκούετε· ἔχει γὰρ ζωῆς αἰωνίου ῥήματα. Τοῦτο τῶν τελουμένων συμπέρασμα, αὕτη τοῦ μυστηρίου ἡ δύναμις.