κʹ. Ὑμεῖς δὲ τῶν λελεγμένων ἀεὶ μνημονεύοιτε, ἐγκαρδίως φέροντες τῆς θείας ἐκείνης τὴν ὡραιότητα, τῇ πατρικῇ φωνῇ ἀεὶ ἐνηχούμενοι, Οὗτός ἐστιν οὐ δοῦλος, οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε. Ἀκούσωμεν αὐτοῦ τοιγαροῦν λέγοντος· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου. Οὐ φονεύσεις· ἀλλ᾽ οὐδὲ ὀργισθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ διαλλάγηθί τε τῷ ἀδελφῷ σου πρότερον, καὶ οὕτως ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Οὐ μοιχεύσεις· ἀλλ᾽ οὐδὲ περιεργάσῃ κάλλος ἀλλότριον. Οὐκ ἐπιορκήσεις· ἀλλ᾽ οὐδὲ ὀμόσεις ὅλως· ἔσται δὲ ὑμῶν τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὐ, οὔ· τὸ δὲ περισσὸν τοῦ πονηροῦ εὕρημά ἐστιν. Οὐ ψευδομαρτυρήσεις. Οὐκ ἀποστερήσεις· ἀλλὰ καὶ τὸ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀπόστρεφε, καὶ τὸν τὰ σὰ αἴροντα μὴ κωλύσῃς. Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν, ἵνα γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τέλειοι καὶ οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.