Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ξηρανθεῖσαν συκῆν

Ἰωάννης ὁ Δαμασκηνός

Η αλληγορία της ξηρανθείσης συκής

Ερμηνεία της παραβολικής εικόνας της άκαρπης συκής, η οποία αντιπροσωπεύει την στερούμενη αρετών ανθρώπινη φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 4

γʹ. Ἔρχεται τοίνυν παθεῖν ἐπειγόμενος, καὶ σπεύδων πιεῖν τὸ τοῦ θανάτου ποτήριον τὸ παντὸς τοῦ κόσμου σωτήριον. Ἔρχεται πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ οὐχ εὑρίσκει ἐν αὐτῇ καρπόν· ταύτην γὰρ ἡ συκῆ παραβολικῶς αἰνίττεται. Τίς γὰρ πρωῒ ἐσθίει; Ὁ βασιλεὺς, ὁ Κύριος, ὁ Διδάσκαλος· πρωῒ πεινῶν, οὐκ ἔχει τὴν ἐπιθυμίαν τῆς βρώσεως.

Οὐ κρατεῖ τῆς φύσεως, ἀλλ᾽ ὥσπερ τις ἀκρατὴς καὶ ἀκόλαστος, ἀλόγως ὁρμᾷ πρὸς τὴν βρῶσιν, ἐν καιρῷ τῷ μὴ προσήκοντι. Καὶ πῶς παιδεύει τοὺς μαθητὰς νηστεύειν, καὶ μὴ ἡττᾶσθαι πάθει ἐπιθυμίας; Οὐχ οὕτως τοῦτό ἐστιν· ἀλλ᾽ ὥσπερ λόγῳ διὰ παραβολῶν διδάσκων ἐλάλει, οὕτω καὶ ἔργῳ τὰς παραβολὰς διεξέρχεται.

Προσῆλθε τῇ συκῇ πεινάσας. Ἡ συκῆ ὑπέγραφε τὴν τῆς ἀνθρωπότητος φύσιν. Γλυκὺς καρπὸς τῆς συκῆς, τραχεῖα τὰ φύλλα, καὶ ἄχρηστα, καὶ πρὸς καῦσιν ἕτοιμα· ἀλλὰ καὶ ἡ φύσις τῆς ἀνθρωπότητος γλυκύτατον εἶχε τὸν καρπὸν τῆς ἀρετῆς, παρὰ Θεοῦ ταύτην καρποφορεῖν προστεταγμένη.

Ἐπεκτήσατο δὲ διὰ τῆς ἀκαρπίας τῆς ἀρετῆς τὴν τῶν φύλλων τὴν τραχύτητα. Τί γὰρ τραχύτερον τῶν βιωτικῶν μεριμνῶν; Γυμνὸς ἦν ποτε ὁ Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο· γυμνὸς τῇ ἁπλότητι, καὶ ἀτέχνῳ ζωῇ. Οὐκ ἦσαν αὐτοῖς τέχναι καὶ βιωτικαὶ μέριμναι· οὐκ ἐπενόουν πῶς ἐπικαλύψουσι τοῦ σώματος τὴν γύμνωσιν· οὐκ ἐπῃσχύνοντο τῇ ἀκτημοσύνῃ· οὐ τῇ τῆς ζωῆς λειότητι, ἀλλ᾽ εἰ καὶ γυμνοὶ ἦσαν τῷ σώματι, ἐσκέποντο τῇ θείᾳ χάριτι.

Οὐκ ἦν αὐτοῖς σωματικὸν περιβόλαιον, ἀλλ᾽ ἦν αὐτοῖς ἔνδυμα ἀφθαρσίας· ὅσον γὰρ διὰ τῆς ὑπακοῆς ᾠκειοῦντο τῷ Θεῷ, τοσοῦτον τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Παρακούσαντες δὲ, ἐμακρύνθησαν τῆς σκεπούσης αὐτοὺς χάριτος. Ἐγυμνώθησαν τῆς πρὸς Θεὸν ἐκστάσεως καὶ θεωρίας· εἶδον ἑαυτῶν τὴν τοῦ σώματος γύμνωσιν· ἐπεπόθησαν τὰ τοῦ βίου τερπνά· ἐπεισήχθησαν τῷ λιτῷ καὶ ἀκτήμονι βίῳ· ἔῤῥαψαν ἑαυτοῖς φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα· ἐζήτησαν λογισμοὺς πολλοὺς, καὶ εὗρον τὸν τραχὺν καὶ ἐμμέριμνον, καὶ κατόδυνον βίον. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ εἰς γῆν ἀπελεύσῃ. Φρόνημα γήϊνον ἔσχες, εἰς γῆν ἔσται ἡ ἀποστροφή σου. Παρασυνεβλήθης τοῖς κτήνεσι τοῖς ἀνοήτοις· οὐ γὰρ συνῆκας ἐν τιμῇ ὤν.

Ἐν τῷ Θεῷ ἦς, καὶ ἀρετὴν καρποφόρον οὐκ ἔγνως· ἀλλὰ προέκρινας τὴν τῶν γηΐνων ἀπόλαυσιν· τὸν ἀλόγων ἀγαπήσας βίον. Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τῶν ἀλόγων δίκην κληρονομήσεις τὸν θάνατον. Ἐντεῦθεν καὶ δερματίνους χιτῶνας περιβάλλεται. Μέσον γὰρ ζωῆς καὶ θνητότητος ὢν τῷ σώματι, πρότερον ὢν ἐν παραδείσῳ τρυφῆς, καὶ βασιλικῷ θαλάμῳ ἀναστρεφόμενος, θνητὸν ὕστερον καὶ παχὺ τὸ σῶμα ἐκτήσατο, δυνάμενον ἀνισχεῖν πρὸς τοὺς πόνους. Ὄντως τραχεῖα τὰ φύλλα τῆς συκῆς τῆς ἡμῶν φύσεως, ἡ ἀνώμαλος κακία τῆς ἡμῶν φύσεως.

Πρὸς ταύτην τὴν συκῆν, τουτέστι τὴν φύσιν τῆς ἀνθρωπότητος ἦλθεν ὁ Σωτὴρ πεινῶν, καὶ ζητῶν ἐξ αὐτῆς καρπὸν τὸν γλυκύτατον, τουτέστι τὴν γλυκυτάτην Θεῷ ἀρετὴν, δι᾽ ἧς ἡ σωτηρία προσγίνεται. Ἀλλ᾽ οὐχ εὗρε καρπὸν, ἀλλ᾽ ἢ μόνον φύλλα, τὴν τραχυτάτην καὶ μοχθηροτάτην ἁμαρτίαν, καὶ τὰ ἐκ ταύτης φυόμενα κακά. Διὸ δὴ πρὸς ταύτην ἀντιφθέγγεται, ὅτι Οὐκέτι ἐκ σοῦ καρπὸς ἐλεύσεται.

Οὐ γὰρ ἐξ ἀνθρώπων ἡ σωτηρία· οὐκ ἐξ ἀνθρωπίνης δυνάμεως ἡ ἀρετή. Ἐγὼ τὴν σωτηρίαν ἐργάσομαι, διὰ τοῦ ἐμοῦ πάθους τὴν ἀνάστασιν χαριζόμενος, καὶ τὴν ἀπαλλαγὴν τοῦ τραχυτάτου βίου χαρίζομαι. Ὃ δὴ καὶ πεποίηκεν.