Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ξηρανθεῖσαν συκῆν

Ἰωάννης ὁ Δαμασκηνός

Η θεία οικονομία και η ενανθρώπηση

Εισαγωγή στη θεία συγκατάβαση, την ενσάρκωση του Λόγου και την ιαματική αγάπη του Σωτήρα για την ανθρώπινη φύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 4

Βʹ. Τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ἤτοι Μανσοὺρ, λόγος εἰς τὴν ξηρανθεῖσαν συκῆν, καὶ εἰς τὴν παραβολὴν τοῦ ἀμπελῶνος. Κινεῖ με πρὸς τὸ λέγειν ὁ ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος· ὁ τῶν πατρικῶν κόλπων μὴ ἀποστὰς, καὶ ἐν μήτρᾳ Παρθένου ἀπεριγράπτως κυοφορηθείς· ὁ δι᾽ ἐμὲ γενόμενος, ὃ εἰμί· ὁ ἀπαθὴς ὢν τῇ θεότητι, καὶ ὁμοιοπαθές μοι περιθέμενος σῶμα· ὁ ἐπὶ Χερουβικῶν ἁρμάτων ἐποχούμενος, καὶ ἐπὶ γῆς ἐπὶ πῶλον ὄνου ἐπιβεβηκώς· ὁ βασιλεὺς τῆς δόξης, ὁ ὑπὸ Σεραφὶμ ἅγιος σὺν τῷ Πατρὶ καὶ Πνεύματι εὐφημούμενος, καὶ τὰ τῶν παίδων ψελλίσματα ἐξ ἀπειροκάκου γλώττης ἀποδεχόμενος· Θεὸς ὢν, καὶ ἐν τῇ δούλου μορφῇ ὑπάρχων, καὶ μορφὴν δούλου λαβὼν, ὁ ἄϋλος καὶ ἀόρατος ὢν ὡς Θεὸς, καὶ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα ἀναδεξάμενος· ὁ ἑκουσίως ἐπὶ τὸ πάθος ἐλθὼν, ἵνα μοι τὴν ἀπάθειαν χαρίσηται.

Ἐπειδὴ γὰρ εἶδεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ τῇ ἀπάτῃ τοῦ ὄφεως δελεασθέντα, τὸν ἄνθρωπον, ὃν κατ᾽ εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν ἔπλασεν, καὶ τῆς αὐτοῦ ἐντολῆς ἐν παραβάσει γενόμενον, καὶ φθορᾷ ὑποχείριον, καὶ θανάτῳ ὑπεύθυνον, οὐκ ἤνεγκεν ὁ φύσει συμπαθὴς τοῦ ποθουμένου τὴν στέρησιν, ἀλλὰ πολυτρόπως αὐτὸν πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν ἐκάλεσεν, παιδεύσας ὡς δοῦλον ἀγνώμονα, ὡς υἱὸν νηπιάζοντα πολυμερῶς καὶ πολυτρόπως, καὶ πάντα μηχανησάμενος τρόπον, ὅπως τὴν τοῦ τυράννου δουλείαν ἀποσεισάμενος, ἐπανέλθῃ πρὸς τὸν πλαστουργήσαντα. Ἀλλ᾽ ἀδυνάτως εἶχεν πρὸς τὴν ἐπιστροφὴν, ἅπαξ ἑαυτὸν καταδουλώσας τῇ ἁμαρτίᾳ, καὶ συγκραθεὶς τῇ γηΐνῃ ἐπιθυμίᾳ ἐκ προαιρέσεως.

Διὸ δὴ ὁ ὑπεράγαθος Δεσπότης ἐξασθενήσασαν τὴν φύσιν ἰδὼν, ταύτην ἀναλαμβάνει. Λόγῳ γὰρ καὶ ἐντολαῖς καὶ προστάγμασι σωτηρίοις ἀπειθοῦντα τὸν ἄνθρωπον βλέπων, τί φησι; Δεῖ με ἔργῳ παιδεῦσαι τὸν ἀγνοοῦντα. Δεῖ με ἐπιλαβέσθαι πρὸς τὴν ἀρετὴν, ὅπως συνεθισθεῖσαν ταύτας αὐτὸς ἐργάσηται.

Δεῖ με ὁραθῆναι, καὶ οὕτως ἰατρεῦσαι τὸν ἀσθενοῦντα. Δεῖ με ἐπιστρέψαι τὸ πλανώμενον πρόβατον, καὶ ὁδηγῆσαι πρὸς τὴν ἀρχαίαν τοῦ παραδείσου μονήν. Πῶς οὖν ἐπιστρέψω μὴ θεωρούμενος; Πῶς ὀδηγήσω τὸν τὰ ἴχνη μου μὴ βλέποντα; Διὰ τοῦτο γέγονεν ἄνθρωπος, ἵνα δι᾽ ὧν ἔπραξέ τε καὶ ἔπαθεν, ἔργῳ διδάξῃ τὸν ἀγνοοῦντα τὸν τρόπον τῆς ἐργασίας τῆς ἀρετῆς· ὅπως αὐτὸν ἰδόντες ἐκ τῶν πατρικῶν κόλπων ἐπὶ γῆν καταβάντα δι᾽ ἡμᾶς οἰκονομικῶς, καὶ ἡμεῖς ἐκ τῆς μητρὸς ἡμῶν τῆς γῆς πρὸς αὐτὸν ἀνέλθωμεν προαιρετικῶς· ἵνα ἐνδείξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς ἡμᾶς. Μείζονα γὰρ ἀγάπην οὐδεὶς δύναται ἐνδείξασθαι, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Πῶς οὖν ὁ μὴ ἔχων ψυχὴν, τὴν ἀγάπην ἐνδείξηται;

βʹ. Διὰ τοῦτο ἀναλαμβάνει σάρκα, ἵνα ὀφθῇ ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συναναστραφῇ. Διὰ τοῦτο ἀναλαμβάνει ψυχὴν, ἵνα τὴν ἑαυτοῦ ψυχὴν θέσῃ ὑπὲρ τῶν φίλων αὐτοῦ. Φίλων δὲ λέγω, οὐ τῶν φιλούντων αὐτὸν, ἀλλ᾽ ὑπὲρ τῶν ποθουμένων παρ᾽ αὐτοῦ. Ἡμεῖς μὲν γὰρ ἐμισήσαμεν αὐτὸν, καὶ ἀπεστράφημεν, ἑτέρῳ δουλεύσαντες, ἀλλ᾽ αὐτὸς ἕστηκεν ἄτρεπτον ἔχων τὴν πρὸς ἡμᾶς ἀγάπην. Διὰ τοῦτο ἔδραμεν ὀπίσω ἡμῶν. Ἦλθεν πρὸς τοὺς μισοῦντας, κατεδίωξε τοὺς φεύγοντας, καὶ φθάσας οὐ τραχύτητι ἤλεγξεν, οὐ μάστιγι ἐπέστρεψεν, ἀλλ᾽ ὡς ἰατρὸς ἄριστος ὑπὸ φρενιτιῶντος ὑβριζόμενος, ἐμπτυόμενος, ῥαπιζόμενος, τὰς ἰάσεις προσέφερεν.

Ὡς μέγεθος ἰατρείας τὴν αὐτοῦ θεότητα προσήνεγκεν τῇ φύσει τῆς ἀνθρωπότητος φάρμακον, φάρμακον ἐνεργέστατον, φάρμακον πανταδύναμον. Αὕτη τὸ ἀσθενὲς σαρκίον, τῶν ἀοράτων ἀνέδειξεν δυνατώτερον. Ὥσπερ γὰρ ἀπρόσιτος ὁ σίδηρος τῷ πυρὶ ἑνούμενος, οὕτως ὁ χόρτος τῆς ἡμετέρας φύσεως ἑνωθεὶς τῷ πυρὶ τῆς θεότητος, ἀπρόσιτος τῷ διαβόλῳ γέγονε· καὶ ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα οἱ τῶν ἰατρῶν παῖδές φασιν, διὰ τῶν ἐναντίων καταβάλλει τὰ ἐναντία· τὴν ἡδονὴν, διὰ τῶν πόνων· τὴν ὑπερηφανίαν, διὰ τῆς ταπεινώσεως. Οὐ μόνον γὰρ ἐταπείνωσεν ἑαυτὸν, πλούσιος ὢν θεότητι, καὶ γενόμενος ἄνθρωπος, ἀλλὰ καὶ ἐν ἀνθρώποις ἐταπείνωσεν ἑαυτόν. Τίς γὰρ ἀνθρώπων τοσοῦτον ταπεινός; Οὐκ ἔχει μὲν γὰρ ποῦ τὴν κεφαλὴν κλῖναι. Οὐκ ἦν αὐτῷ ὑποζύγιον, οὐ δισσὸν περιβόλαιον, οὐ χιτὼν ἄλλος. Λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει· ὡς ἀρνίον ἄκακον ἤγετο τοῦ θύεσθαι, οὐκ ἐρίζων, οὐ κραυγάζων· ῥαπιζόμενος ἐδίδου προθύμως τὴν σιαγόνα τῷ πταίοντι· οὐκ ἀπέστρεψεν τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· Σαμαρείτης καὶ δαιμονῶν ἀποκαλούμενος, διωκόμενος ταῦτα ὑπομένει, ὅπως καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσωμεν ἴχνεσι. Ταῦτα πάντα εὐδοκίᾳ πατρικῇ ἐπετέλει. Ἐξ αὐτοῦ γὰρ ὢν Υἱὸς μονογενὴς καὶ ὁμοούσιος, τὴν πατρικὴν αὐτοῦ περὶ ἡμᾶς ἀγάπην ἐδημιοσίευσεν.

Οὕτως γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν. Ὢ ἀγάπης ἀνυπερβλήτου!

Υἱὸν μονογενῆ συμβασιλεύοντα αὐτῷ ὑπὲρ δούλων παρηκόων, ὑπὲρ ἐχθρῶν βλασφημούντων, καὶ τῷ ἐχθρῷ λατρευόντων, καὶ τοῦτον Θεὸν ἀναγορευόντων. Ὢ βάθος πλούτου τῆς τοῦ Θεοῦ ἀγαθότητος! Ἀλλ᾽ οὐκ ἀντέστη ὁ μονογενὴς Υἱός· οὐκ ἠθέτησε τὴν πατρικὴν βουλήν. Αὐτὸς γὰρ ἦν ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ Πατρός. Διὸ δὴ ὡς τῆς φύσεως κοινωνός τε καὶ μέτοχος· μία γὰρ φύσις ἐστὶ Πατρὸς καὶ Υἱοῦ μία· ὡς οἰκείῳ ἐξυπηρετεῖται θελήματι, καὶ ἄνθρωπος γίνεται, καὶ καθίσταται ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τὴν ἐμὴν παρακοὴν ἰώμενος.