Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ξηρανθεῖσαν συκῆν
Προτροπές προς τους πιστούς και υποδοχή του Νυμφίου
Πνευματικές νουθεσίες για την τήρηση των βαπτισματικών υποσχέσεων, την αποταγή των παθών και την κάθαρση της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προτροπές προς τους πιστούς και υποδοχή του Νυμφίου
Πνευματικές νουθεσίες για την τήρηση των βαπτισματικών υποσχέσεων, την αποταγή των παθών και την κάθαρση της ψυχής.
ϛʹ. Δεῦτε οὖν, ἀδελφοὶ, ὅσοι τὸ τῆς πίστεως ἐλάβομεν ὄνομα, οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατηξιωμένοι, μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν. Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον, ἀλλ᾽ ἔργῳ τὴν πίστιν ἡμῶν ἐπιδειξώμεθα. Δύο γὰρ υἱοὶ, φησὶν, ἦσαν ἑνὶ πατρὶ, καὶ εἶπεν τῷ ἑνί· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ὑπέσχετο μὲν, οὐκ ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ, ἔργῳ δὲ τὸ προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος, εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνησθῶμεν τῆς ἀποταγῆς, καὶ συνταγῆς τῆς γενομένης ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰσὶν, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, φθόνοι, ἔριδες, φιλονεικίαι, ὑποκρίσεις, καταλαλιαὶ, εἰρωνεῖαι, θυμοὶ, μνησικακίαι, κατακρίσεις, βλασφημίαι, ἐπαοιδίαι, ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα, ἀσπλαγχνίαι, προσπάθειαι, ἀντιπάθειαι, φιληδονίαι, φειδωλίαι, κῶμαι, μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ, ὑπερηφανίαι, κενοδοξίαι, οἴησις, ἔπαρσις, τύφος, ἐπίδειξις, καλλωπισμὸς τοῦ σώματος.
Τούτων ἁπάντων ἀρνησάμενοι τὴν κοινωνίαν, καθὰ συνεταξάμεθα τῷ Χριστῷ, τὰς ἐναντίας τούτων ἀρετὰς ζηλώσωμεν· ἁγνείαν, σωφροσύνην, πτωχείαν, ὑπομονὴν, εἰρήνην, ἀγάπην, συμπάθειαν, ἐλεημοσύνην, τὴν εἰς τοὺς δεομένους μετάδοσιν, σχῆμα, καὶ στολὴν, καὶ βάδισμα κόσμιον, λόγον ἀληθῆ, ταπείνωσιν, ἐπὶ πᾶσιν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ὅπως κοινωνοὶ γενόμενοι τῶν παθημάτων αὐτοῦ, καὶ τῆς δόξης αὐτῷ κοινωνήσωμεν, προσαγόμενοι τῷ Θεῷ καὶ Πατρὶ θυσίαν ζῶσαν, ἄμωμον, ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων, ἔνθα εὐφραινομένων ἡ κατοικία.
ζʹ. Πάλαι δὲ, πρὸς σὲ τρέψω τὸν λόγον, πεποθημένη νύμφη Χριστοῦ, πόθησον ἀξίως τὸν σὲ ποθήσαντα. Ὅλον ἄνοιξον αὐτῷ τὸ ταμεῖον τῆς καρδίας σου, ἵν᾽ ὅλως οἰκήσῃ ἐν σοὶ Χριστὸς σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Ἐκχόησον ἐξ αὐτῆς πάντα τὰ γήϊνα, ἵνα εὕρῃ ἐν αὐτῇ τὴν εἴσοδον. Οἶκος γὰρ γῆν καὶ πνεῦμα ἀέρος ἅμα οὐχ ὑποδέξεται. Ὅσον ἐνοικίσεις τὸν χοῦν, ἀπελάσεις τὸ τοῦ ἀέρος πνεῦμα καὶ ὅσον εἰσοικίσεις ἐν τῇ καρδίᾳ σου τὰ γήϊνα, ἀποικίσεις τὸ Πνεῦμα τὸ ἅγιον. Πόθεν πορνεῖαι; πόθεν μοιχεῖαι; πόθεν ἔριδες, φιλονεικίαι, φθόνοι, φόνοι, καὶ πᾶς ὁ τῶν κακῶν ἐσμός; οὐκ ἐκ τῆς ἐπιθυμίας τῶν γηΐνων; Ἀπέλασον πᾶσαν κενοδοξίαν, τὴν τῆς ἀπιστίας μητέρα. Οὐ γὰρ δύνασθε. φησὶν ὁ Χριστὸς, πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες. Ἐξόρισον ἐκ τῆς σῆς καρδίας πᾶσαν οἴησιν, ὑπερηφανίαν, ἔπαρσιν. Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ὑπερηφάνοις ἀντιτάσσεται Κύριος, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἀπάρνησαι πᾶσαν αὐθάδειαν, αὐταρέσκειαν, ἵνα μόνῳ ὑποτάσσῃ τῷ νόμῳ τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁδηγήσει σε ἐπὶ λιμένα θελήματος αὐτοῦ. Μὴ εἰσαγάγῃς ἄλλον νυμφίον ἐν τῇ παστάδι τῆς καρδίας σου.
Ζηλωτὴς γάρ ἐστιν ὁ σὸς νυμφίος Χριστός· ὁ γλυκύτατος, ὁ μόνος ποθητὸς, ὅλος γλυκασμὸς, ὅλος ἐπιθυμία. Αὐτῷ μόνῳ τὴν σὴν ἀναπέτασον καρδίαν, καὶ βόησον αὐτῷ. Τετρωμένης καρδίας εἰμὶ ἐγώ· ἐξέστησέ με ὁ πόθος σου· ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα. Δεσμία εἰμὶ τῷ σῷ ἔρωτι. Εἴσελθε εἰς τὸ ταμιεῖόν σου· φιλήσω σου τὰ ἴχνη. Οὐκ εἰμὶ γὰρ ἀξία εἰπεῖν, Φίλησόν με ἀπὸ φιλημάτων στόματός σου; Ἐνοίκησον ἐν ἐμοὶ, καὶ ἐμπεριπάτησον, κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν, καὶ ποίησόν με ναὸν τοῦ παναγίου Πνεύματος. Κατακυρίευσον τῆς καρδίας μου, Δέσποτα, καὶ κατακληρονόμησον αὐτὴν, καὶ μονὴν παρ᾽ ἐμοὶ ποίησαι, ἅμα ὑπὸ τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Πλάτυνόν σου ἐν ἐμοὶ τὰ σχοινίσματα, τὰς ἐνεργείας τοῦ παναγίου Πνεύματος. Σὺ γὰρ Θεός μου, καὶ δοξάσω σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, ἅμα τῷ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.