Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Πνευματικές παραινέσεις, σύνοψη και κατακλείδα

Προτροπές προς τον κλήρο, τους άρχοντες και τον λαό, ανακεφαλαίωση του σκοπού της θείας Οικονομίας, ικεσία προς τη Θεοτόκο και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 5

Οὐκέτι ὡς τὸ πρὶν τυραννεῖται τὸ ἡμέτερον γένος. Οὐκέτι ὁ ἐχθρὸς ἐν ἡμῖν καταδυναστεύει· ἀπήλλαξε γὰρ ἡμᾶς τῆς δουλείας ὁ δοῦλος δι’ ἡμᾶς χρηματίσας. Ἀπήλλαξε τῆς κατάρας ὁ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· τῆς ἔχθρας, τῆς καταδίκης ὁ ἐλευθερωτὴς ἠλευθέρωσεν.

Οὐκοῦν καὶ κοινῇ πάντες οἴσωμεν τὴν εὐχαριστίαν τῷ εὐεργέτῃ, κοινὴν τὴν δοξολογίαν, μονασταὶ ὁμοῦ καὶ μιγάδες, οἱ ἐν τέλει καὶ πολιτείᾳ, ὅσοι τῶν κάτω καὶ ὅσοι τῶν ἐπ’ ἀξίας, καὶ γυναικῶν ὅσον ὑπὸ ζυγὸν καὶ ὅσον θεῷ μόνῳ συνεζευγμένον, πρὸ πάντων καὶ παρὰ πάντων ἀρχιερέων ὁ χορὸς καὶ τῶν ὑπ’ αὐτοὺς ἱερέων. Καλεῖ γὰρ ἅπαντας ἡ πανήγυρις πρὸς εὐχαριστίαν, καλεῖ πρὸς ὑμνολογίαν ἡ χάρις, πρὸς βίου καινοῦ μεταποίησιν. Ὥστε καλῶς ἂν ἔχοι ἕκαστον τὰ παρ’ ἑαυτοῦ συνεισφέρειν καὶ μηδὲν ἐλλιμπάνειν τῶν κατὰ δύναμιν.

Καὶ πρώτους γε τοὺς ἱερέας δέον εἰσφέρειν καθαρὰν τῷ καθαρῷ τὴν λατρείαν, ἁγνοὺς αὐτῷ παρεστῶτας καὶ ὅλους εἰλικρινεῖς καὶ ἀμώμους, ὡς μόλις καὶ καθαρεύουσι τούτοις θεῷ γένοιτο προσεγγίσαι καὶ μυστηρίων ἅψασθαι ἀπορρήτων· εἰ δὲ οἱ μὲν τούτων ἱεροθέται καὶ μύσται, οἳ δ’ ὑπὸ τούτων τελούμενοι καὶ μυούμενοι, ἀλλὰ πάντως κατὰ τὴν τάξιν καὶ τὴν ἀξίαν ἕκαστον χρή, καὶ τὴν ἀρετὴν προβιβάζειν ἐκ δυνάμεως εἰς δύναμιν προϊόντα καὶ τοῖς μείζοσιν ἀεὶ ἐκτεινόμενον.

Οἱ δ’ ἐν μονάζουσι τεταγμένοι καὶ οἱ σὺν ἀλλήλοις βιοῦντες, τί ἄρα καὶ πράττοιεν ἄλλο ἢ τῷ θεῷ ἐντυγχάνειν ἀκηλιδώτως καὶ αὐτοῦ τῷ κάλλει ἐνατενίζειν ἀμιγῆ τὸν νοῦν τῶν κάτω περιπλανήσεων ἔχοντας; Εἰ δ’ οἱ μὲν τούτων τὴν μονοτροπίαν, οἱ δὲ τὴν εἰς ἀλλήλους εἵλοντο κοινωνίαν, εἰκὸς ἑκατέρους τὰ λυσιτελῆ καὶ συνοίσοντα προαιρεῖσθαι, ὡς ἂν οἱ μὲν θεῷ μόνῳ καὶ ἑαυτοῖς ὁμιλοῖεν μηδενὸς τῶν ἀνθρωπίνων προσαπτομένοις, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀγαπητὸν γὰρ καὶ οὕτως ἔχουσι φωτὶ προσπελάσαι τῷ θείῳ καὶ εἴδωλον ἀπλανῶς τοῦ καλοῦ κατοπτεῦσαι—, οἱ δ’ ἐν συνοδίᾳ καὶ αὐτοὶ μὲν τρόπου τοῦ κρείττονος δίκαιοι ἐπειλῆφθαι τὸ ἄκοινον ἐν τῷ κοινῷ συντηροῦντες καὶ ἐν τῇ κοινωνίᾳ τὸ ἄμικτον, οἷς πάντως καὶ παράθηξις βίου ὑψηλοτέρου ἡ μετ’ ἀλλήλων ὑπάρξει διαγωγή, ἑαυτοῖς τε καὶ ἀλλήλοις τὴν ἀρετὴν συνεπαύξοντες.

Ἀλλ’ οὐδὲ τῶν ἐν πολιτείᾳ βιούντων ἢ τῶν ἄλλως ἰδιωτευόντων ἀφέξεται ἤδη ὁ λόγος, ἀλλὰ καὶ τούτοις τὰ δέοντα παραινέσει, τοὺς μὲν πείθων χρηστοὺς εἶναι τοῖς ὑπὸ χεῖρα καὶ μὴ ταῖς ἐξουσίαις θαρρεῖν μηδ’ ἀτιθάσευτον ἔχειν τὴν γνώμην εἰδότας εἰ μή τι ἄλλο, ὡς ὑπὸ δεσπότην καὶ οὗτοι τελοῖεν, οὗ καὶ μᾶλλον τῆς ἐπιεικείας χρῄζοιεν, τοὺς δ’ ἐν ἐξουσίᾳ πρὸ πάντων τοῦτο πείσει, αἱρεῖσθαι τὸ πεφυλαγμένως βιοῦν, τὸ σεμνῶς καὶ εὐπολιτεύτως, τὸ ἄρχουσι πείθεσθαι τοῖς ἰδίοις, τὸ μὴ ἐθέλειν θωπευτικῶς ἢ ἀγεννῶς ἄγεσθαι, ἀλλ’ ἀνδρικῶς καὶ γενναίως, ἀνεχομένους ἐστὶν ὅτε καὶ λόγου τοῦ τραχυτέρου καὶ στύφοντος, ὡς ἂν μὴ καὶ φαίνοιντο μαλακοὶ πρὸς πάντα καὶ ἔκλυτοι.

Λοιπὸν δ’ ἡμῖν, καὶ περὶ γυναικῶν τῶν τε ἀγάμων καὶ τῶν ἐν γάμῳ ἐρεῖν, εὔλογον ἔσται· οὐ γὰρ ἔξω τοῦ λόγου οὐδ’ ἡ τούτων κείσεται μνήμη, πάντως δ’ ἑκατέρας ὁ λόγος διδάξει, τὰς μὲν φιλανδρίαν καὶ σωφροσύνην αἱρεῖσθαι νυμφίον τὸν καλὸν αἰδουμένας, παρ’ οὗ καὶ γάμος εἰσῆκται καὶ πόθοις οὗτος ῥυπαροῖς ἀνεπίμικτος ὥρισται, τὰς δ’ ἀγάμους θεοῦ ἔχεσθαι μόνου, οὗ καὶ ἠράσθησαν ἤδη καὶ οὗ τὴν συμβίωσιν εἵλοντο.

Καὶ τί δεῖ μοι λέγειν περὶ πλειόνων καὶ ἑκάστων ἀναμέρος μεμνῆσθαι; Πάντας γὰρ ὁ λόγος πρὸς ἑαυτὸν ἐπισπᾶται, πάντας πρὸς καινὸν βίον εἰσάγει, πᾶσιν εἰσηγεῖται τὰ πρόσφορα. Διὰ τοῦτο καὶ ὁ ὑπὲρ ἡμᾶς καθ’ ἡμᾶς ἐγεγόνει καὶ τὸ μέγα τοῦτο μυστήριον τῆς οἰκονομίας ἐπραγματεύθη, ἵνα καὶ ἡμεῖς πρὸς τὰ βελτίω μετατεθῶμεν καὶ ἕκαστος ὁμοῦ καὶ κοινῇ πάντες θεῷ ἑπώμεθα τῷ καλέσαντι· ἔχομεν γὰρ πολλὰ τὰ συνεργοῦντα ἡμῖν, πολλὰ τὰ πρὸς σωτηρίαν συντείνοντα, ἔχομεν πρὸ πάντων θεοῦ τὴν ἄρρητον εὐσπλαγχνίαν, δι’ ἣν πλούσιος ὢν ἐπτώχευσε μέχρις ἡμῶν. Τί ἄρα βουλόμενος ἢ τὸ πάντως πλουτῆσαι ἡμᾶς τὴν οἰκείαν θεότητα;

Οὐκοῦν κρατῶμεν τῆς δωρεᾶς, τὴν χάριν μὴ ἀθετῶμεν, θεοῦ τῆς μνήμης μὴ ἀφιστάμεθα. Δεηθῶμεν μητρὸς αὐτοῦ τῆς πανάγνου, μεσῖτιν ταύτην προσλάβωμεν, ταύτῃ χρησώμεθα βοηθῷ—ἔχει γὰρ πολλὴν τὴν παρρησίαν πρὸς τὸν υἱόν, ἔχει πολλὴν τὴν συμπάθειαν—, ἣν οἶδ’, ὅτι καὶ ἐπιδείξεται ἐν ἡμῖν τὸν εὐδιάλλακτον εὐμενιζομένη καὶ ἵλεων ἀποκαθιστῶσα τὸν εὔσπλαγχνον. Διὸ καὶ τῇ δεσποίνῃ ἡμῶν ταύτην προσοίσωμεν τελευταίαν τὴν εὐφημίαν.

Χαίροις, τὸ ἡμέτερον ἱλαστήριον καὶ προσφύγιον. Χαίροις, τὸ τοῦ κόσμου διαλλακτήριον. Χαίροις, τὸ πάντων εὐκταιότατον δώρημα. Χαίροις, ὦ μῆτερ τοῦ λόγου καὶ θεοτόκε· σὺ γὰρ ἡμῖν παραδείσου τὰ κλεῖθρα διήνοιξας, σὺ βαίνειν πρὸς οὐρανοὺς παρεσκεύασας, σὺ τῷ υἱῷ καὶ θεῷ προσῳκείωσας, σὺ θεοῦ πρὸς ἀξίαν τοὺς ἀπωσθέντας ἀνήγαγες. Καὶ τί ἂν ἔχοιμεν εἰπεῖν, ὦ δέσποινα καὶ παρθένε, ὧν μὴ διὰ σοῦ τετυχήκαμεν; Μὴ οὖν ἐλλίπῃς λοιπὸν καὶ ἔτι καθικετεύειν, ὃν ταῖς ἀγκάλαις ἐβάστασας καὶ ὃν κατεῖδες ὡς νήπιον δι’ ἐμὲ τὸν ἀφρόνως μάλιστα νηπιάσαντα καὶ ἀσυνεσίαν νοσήσαντα· ἐμὰ γὰρ τὰ τοῦ πρώτου ἀνθρώπου, ὅτι κἀγὼ παραπλησίως ἐκείνῳ λόγους τοῦ σοῦ υἱοῦ καὶ προστάγματα ἔλιπον. Ἀλλὰ γάρ, ἐπεὶ τούτων ἁπάντων ἀμνηστία ἡμῖν δέδοται, καὶ ἐνταῦθα οὖσιν ἐπικούρει καὶ σκέπε καὶ αὐτόθι ἀπαίροντας προσλαμβάνου καὶ λιμέσι καθώρμιζε τοῖς ἀκλύστοις, ὡς ἂν διὰ σοῦ, παναγία, τὸ δολιχὸν τοῦτο πέλαγος ὑπερπλεύσαντες γαλήνην καὶ ἀνάπαυσιν εὕροιμεν καὶ σκηναῖς ταῖς οὐρανίαις ἐγκατοικήσαμεν, ὧν εἴη πάντας ἡμᾶς καὶ τυχεῖν καὶ ἀπολαῦσαι καὶ λαμπρῶς ἀγαλλιασθῆναι λαμπρότητα θεοῦ καὶ ἰδόντας καὶ παθόντας τὴν ἄφραστον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.