Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Δαμασκηνός

Η συγκατάβαση του Χριστού και η εκπλήρωση του νομικού τυπικού

Η άκρα ταπείνωση του Θεανθρώπου και η εκούσια υποταγή του στις μωσαϊκές διατάξεις περί των πρωτοτόκων και του καθαρισμού κατά την προσέλευση στον ναό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Ἐπεὶ οὖν οὗτος ὁ θεάνθρωπος λόγος εἵλετο ἅπαξ σαρκὸς κοινωνῆσαι τῆς ἡμετέρας—ἐπάνεισι γάρ, ὅθεν ἐξέβη ὁ λόγος—καὶ ταπείνωσιν τὴν ἐσχάτην ὑπῆλθεν ὁ ὕψιστος, πάντα ὁμοῦ αἱρεῖται τὰ εὐτελῆ καὶ ὅσα τύφον οἶδε καταβάλλειν καὶ φρόνημα ἐπαιρόμενον· οὐ γὰρ μητέρα μόνον ἐκλέγεται πενιχρὰν οὐδὲ ἐν φαύλῳ καὶ μικρῷ γεννᾶται σπηλαίῳ, ἀλλὰ καὶ τόπῳ ξένῳ ἐν τῷ καταλύματι χρῆται καὶ ῥάκεσι σπαργανοῦται βραχέσι καὶ πᾶσιν ἄλλοις ὁμιλεῖ τοῖς ταπεινοτέροις, τυπὼν πάντως τοῖς ἑαυτοῦ τὰ ἡμέτερα.

Ἐπειδὴ γὰρ εἶδεν, ὡς δόξης ἡμᾶς ἔρως πρὸς ἀδοξίαν μετέστησε, δείκνυσιν, ὅτι πάλιν ἡμᾶς ταπείνωσις ἀνυψώσει καὶ θεοῦ μετόχους ἐργάσεται. Ἀλλὰ γὰρ ἐπεὶ σκοπὸς ἦν τῷ ἀναλαβόντι τὸ ἡμέτερον πρόσλημμα μηδὲν τῶν καθ’ ἡμᾶς, ὡς ἔφαμεν, ἐλλελεῖφθαι, ἀλλὰ πληρῶσαι μὲν πάντα, πληρῶσαι δὲ μετὰ πάντων καὶ νόμον τὸν πάλαι, ὡς ἂν τοῦτον μὲν ποιήσῃ σχολάσαι, καινὸν δ’ ἕτερον εἰσαγάγῃ καὶ ἀντὶ σκιᾶς καὶ τύπου χάριν παράσχηται καὶ ἀλήθειαν, ἀνέχεται ὁ κτίστης τῶν ὅλων καὶ περιτομῆς καὶ ἁγνισμοῦ τῆς γεννησαμένης καὶ τῆς ἐν ναῷ ἤδη προσαγωγῆς καὶ τῆς ἐν τῷ ἱερῷ ἀπαντῆς, ἧς ἡμῖν ἄρτι καὶ ἡ πανήγυρις καὶ ἣν ἑορτάζομεν σήμερον. Ὅτῳ δὲ τρόπῳ μετὰ τῶν πατέρων πρὸς τὸν ναὸν ἀφικνεῖται, ὁ λόγος ἤδη ἐρεῖ.

Εἶχεν ὁ παλαιὸς νόμος πρὸς τοῖς ἄλλοις καὶ τοῦτο, φοιτᾶν τῷ ναῷ τοὺς πρωτοτόκους τῶν παίδων, δυάδα τρυγόνων ἢ καὶ περιστερὰς ἰσαρίθμους προσφερόντων τῶν γεναμένων καὶ τούτοις θεὸν ἱλασκόντων, παρ’ οὗ αὐτοῖς ἥ τε γονὴ καὶ ἡ εἰς φῶς τοῦ τεχθέντος προαγωγή—ᾔδεσαν γάρ, ὡς αἴτιος οὗτος καὶ μᾶλλον πατὴρ ἢ αὐτοὶ οἱ τὸν παῖδα προαγαγόντες—, ὃν καὶ τοῖς παροῦσιν ἐδεξιοῦντο δώροις εὔγνωμόν τι ποιοῦντες καὶ νόμου τοῦ παρ’ αὐτοῖς ἀναντίρρητον.

Ἐποίουν δὲ τοῦτο οὐκ ἐν ἄλλῃ τοῦ τεχθέντος ἡμέρᾳ ἢ ἐν τῇ πρώτῃ ἤδη τεσσαρακοντάδι εἴτε κατά τινα τοῦ ἀριθμοῦ τούτου μυστικωτέραν τιμὴν εἴτε κατὰ τὸ πρόχειρον τοῖς πολλοῖς, ὅτι ἐν ταύτῃ μάλιστα τῇ ἡμέρᾳ τότε συλληφθὲν πλάττεσθαι νόμος καὶ ὅλον τοῦτο μορφοῦσθαι καὶ εἰκονίζεσθαι, οἷς καὶ σφόδρα ἐτηρεῖτο ὁ ἀριθμὸς οὗτος μητ’ ἐλλείπων μήθ’ ὑπερβαίνων, ἀλλ’ αὐτὸς πρὸς ἑαυτὸν ἀεὶ συνεστὼς καὶ μέτρου τοῦ ἰδίου οὐκ ἐξιστάμενος.

Ὡς οὖν μετὰ γέννησιν καὶ ὁ δεσπότης τὰς ἴσας ἐπεφθάκει ἡμέρας, τοῦτον ἀνελόμενοι ἥ τε μήτηρ καὶ Ἰωσὴφ ὁ πατὴρ τῷ ἐν Ἱεροσολύμοις προσῆγον ναῷ κομίζοντες σύναμα καὶ αὐτῷ καὶ δῶρα τὰ νενομισμένα, ὡς ἂν μή τι καὶ φανεῖεν ὑστεροῦντες ἢ ἐλλείποντες ἢ ἐξεπίτηδες παρατρέποντες.

Ἀλλὰ τοῖς μὲν Ἰουδαίοις, οἷς καὶ τὸ συνδεδέσθαι τῷ νόμῳ οὐ κατὰ προαίρεσιν μᾶλλον ἢ κατὰ ἀνάγκην ἀπήντα ἥ τε προσαγωγὴ τῆς θυσίας καὶ τὸ διττὰ τὰ προσενηνεγμένα τυγχάνειν, ὡς ἂν τὸ μὲν εἰς ἱλασμόν, τὸ δ’ εἰς ὁλοκάρπωσιν ἔχοιεν, ὅπου γε καὶ ἀμνὸς προσήγετο τοῖς εὐπορωτέροις, ὥς πού φησιν ὁ παρ’ αὐτοῖς νόμος διεξιὼν τὰ περὶ τούτων πρὸς ῥῆμα· ἀλλὰ γὰρ τούτοις μὲν τὸ προσενεγκεῖν καὶ μὴ βουλομένοις, ὡς ἔφαμεν, μάλισθ’ ὅτι σπερματιζομέναις καὶ ταῖς τικτούσαις καὶ διὰ τοῦτο καὶ ἱλασμοῦ καὶ ἁγνισμῶν δεομέναις.

Τῷ δὲ θεῷ τῶν ὅλων καὶ μητρὶ αὐτοῦ τῇ πανάγνῳ τί καὶ προσαγαγεῖν ἔδει; Ἢ πῶς ἄρα καὶ σπερματισμὸν καθυπέστη ἡ καὶ μετὰ γέννησιν μείνασα καθαρὰ καὶ μὴ ῥύπου, μὴ μολυσμοῦ μηδ’ ὁπωσοῦν ψαύσασα; Προσῆγον δὲ ὅμως καὶ τῷ ναῷ προσεφοίτων, ὡς ἂν μὴ καὶ δόξαιεν παραβαίνειν τὸν νόμον καὶ ἐναντία πράττειν ἐκείνου, οὗ τὴν πλήρωσιν ἔσπευδον. Εἰ γὰρ καὶ πνευματικὸν ἴσμεν τὸν νόμον καὶ οὐ γράμμα τὸ βαθύτερον τούτου, ἀλλὰ θεωρία καὶ πνεῦμα, καὶ ὅτι πάντα τὰ σκιωδῶς εἰρημένα τῷ τῆς δικαιοσύνης ἀνεφάνη ἡλίῳ καὶ δι’ αὐτὸν οἱ τύποι πάντες καὶ τὰ αἰνίγματα, ἀλλ’ οὐκ ἔξω τοῦ πρέποντος ἐνομίσθη, τηρῆσαι τὸν δεσπότην καὶ τὸ καθ’ ἱστορίαν τοῦ νόμου, ὡς ἂν ἔχοι καὶ τοὺς λαβόντας ἐλέγξειν, ὡς αὐτὸ φαινόμενον τούτου, οὐ τὸ κρυπτόμενον τηρήσειν προείλοντο.

Εἰ δέ τις πρὸς τοῖς ἄλλοις καὶ τοῦτο ἐρεῖ, ὅτι τὸ πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον κληθήσεται τῷ κυρίῳ εἴρηται μὲν ἐν τῷ νόμῳ πρὸς τοὺς κατὰ φύσιν καὶ νόμον τὴν νηδὺν ἀνοιγνύντας, ἐπὶ μόνον δ’ ἔσχεν ὡς εἰκὸς τὴν ἀναφορὰν τὸν Χριστόν, ὅτι καὶ μόνος οὗτος ἅγιος πρὸς ἀλήθειαν, ἀλλὰ συγχωρήσει πάντως ὅ γε εὐγνώμων καὶ ἐπὶ τῶν Ἰουδαίων τὸν λόγον διά τε καὶ αὐτοὺς κατὰ χάριν ἁγιαζομένους καὶ θεῷ ἀφιερωμένους κατὰ τὴν ἐκλογὴν καὶ τὴν πρόσληψιν. Ἀλλὰ γὰρ ἴδωμεν, πῶς Ἰησοῦς τὸ παιδίον ἐν τῷ ναῷ προσφοιτᾷ καὶ τίς τοῦτον ἐκεῖσε δέχεται προσιόντα καὶ χερσὶ γηραλέαις προσψαύει.