Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸ ἅγιον σάββατον

Ἰωάννης ὁ Δαμασκηνός

Η συγκατάβαση του Θεού, η υποστατική ένωση και οι δύο φύσεις

Δογματική θεμελίωση της θείας ενσάρκωσης, της ασύγχυτης ένωσης των δύο φύσεων στο πρόσωπο του Χριστού, και της ύπαρξης δύο φυσικών ενεργειών και θελήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 8

ιαʹ. Τί οὖν; ὁ φύσει συμπαθὴς, ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι ἡμῖν χαρισάμενος, παρεῖδε τὸ οἰκεῖον πλάσμα τὸ τιμιώτατον, τὸ προσφιλέστατον, οὕτω δεινῶς τυραννούμενον; Οὐδαμῶς. Ἀλλ᾽ ἀποστολικῶς εἰπεῖν, πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ αὐτοῦ Υἱῷ, ὃν ἐξαπέστειλεν εἰς τὸν κόσμον, ἵνα τὸν πλανώμενον ἄνθρωπον πρὸς τὴν ἀρχαίαν ἐπανάγῃ μακαριότητα. Καὶ, ὢ τῆς πολλῆς ἀγαθότητος! τί γίνεται; Τὰ ἄμικτα μίγνυται· τὰ ὑπὲρ φύσιν ὑφίσταται· ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὁρᾶται νῦν, καὶ ἀκούεται, καὶ λαλεῖται, καὶ πιστεύεται. Τί τοῦτο; Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, Υἱὸς ἀνθρώπου γίνεται, μεσίτης Θεοῦ καὶ ἀνθρώπων· οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός· ἄτρεπτος· οὐδὲ σχηματισάμενος τὸ γενέσθαι ἄνθρωπος. Ἀψευδὴς γὰρ, καὶ δόλος ἅπας, καὶ ἀπάτη παντί που τῆς εὐθείας εὐδοκίας ἀλλοτρία· ἀλλ᾽ ἀληθῶς φύσει γέγονεν ἄνθρωπος, δίχα πάσης τροπῆς καὶ συγχύσεως, ἵν᾽ ἀληθῶς τῇ φύσει τὴν σωτηρίαν χαρίζηται.

ιβʹ. Τέλειος τοίνυν ἐστὶ Θεός· ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· τέλειος ἄνθρωπος, ἵν᾽ ὅλον σώσῃ τὸν ἄνθρωπον· τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· εἷς καὶ αὐτὸς ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἄνευ τῆς οἱασοῦν συνδιαιρέσεως γνωριζόμενος· καθ᾽ ὑπόστασιν μὲν τῇ ἰδίᾳ σαρκὶ ταυτιζόμενος, φυσικῶς δὲ, τῷ μὲν Πατρὶ καὶ τῷ Πνεύματι οἷα Θεὸς ὁμοούσιος· καὶ ἡμῖν ὡς ἄνθρωπος γεγονὼς συμφυὴς καὶ ὁμόφυλος, πᾶσαν ἐν αὐτῷ τὴν τοῦ πρώτου Ἀδὰμ φέρων οὐσίαν, ἐξ ὧν, καὶ ἐν οἷς καὶ ἅπερ ἐστὶν ἄνθρωπος, σῶμα θνητὸν, καὶ ψυχὴν νοερὰν καὶ ἀθάνατον, λογικὴν, αὐτεξούσιον, θελητικήν τε καὶ ἐνεργητικήν· τὸ γὰρ ἐξ ἑνὸς τούτων ἁπάντων ἀμοιροῦν ζῶον, οὐκ ἄνθρωπος· ἐξ ἁγίας Παρθένου, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἑαυτῷ συστησάμενος, καὶ ταύτῃ καθ᾽ ὑπόστασιν ἑνωθεὶς, καὶ κυηθεὶς Θεὸς σεσαρκωμένος, εἷς Υἱὸς, καὶ Χριστὸς, καὶ Κύριος, καὶ Θεοτόκον τὴν τεκοῦσαν ἀπεργασάμενος.

ιγʹ. Εἰ μὴ γὰρ εἷς καθ᾽ ὑπόστασιν, πῶς ὁ Λόγος σὰρξ ἐγένετο; τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος οὐκ εἰς σάρκα τετράφθαι τὸν Λόγον, ἑνωθῆναι δὲ μᾶλλον ἐν σαρκὶ καθ᾽ ὑπόστασιν. Ἢ πῶς ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, φασὶν, ἐξηγήσατο; Ὁ φαινόμενος γὰρ ἄνθρωπος αὐτὸς ἐξηγήσατο· ὃς εἰ μὴ καὶ Θεὸς εἴη, πῶς ἐν τοῖς κόλποις εἶναι τοῦ Πατρὸς πιστευθήσεται; ἢ πῶς, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ; Οὔπω γὰρ σωματικῶς ἀνεληλύθει εἰς τὸν οὐρανὸν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν ἔφησεν· Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου.

Ἢ πῶς Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβάς; Κατέβη μὲν γὰρ θεότητι, οὐ τοπικῶς, ἀλλὰ συγκαταβατικῶς· ἀνέβη δὲ σωματικῶς, εἷς ὢν ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος. Ἢ πῶς ὁ λαλῶν καὶ φαινόμενος ἄνθρωπος φησίν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;

Οὐ γὰρ εὐμήχανον ψιλὸν ἄνθρωπον φάναι τὰς τοιαύτας φωνὰς, εἰ μὴ καὶ Θεὸς εἴη τῷ Πατρὶ ὁμοούσιος. ιδʹ. Εἰ δὲ καὶ μὴ ἐν δυσὶ γνωρίζοιτο φύσεσι, πῶς θνητὸς ἅμα εἴη ὁ αὐτὸς καὶ ἀθάνατος, κτιστός τε καὶ ἄκτιστος, ὁρατὸς καὶ ἀόρατος, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος; Ταῦτα γὰρ οὐκ ἂν εἴη μιᾶς φύσεως ἰδιώματα.

Οὐ γὰρ ταυτὸν κατὰ φύσιν τὸ κτιστὸν τῷ ἀκτίστῳ, οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ, οὐδὲ τὸ ὁρατὸν τῷ ἀοράτῳ, οὐδὲ θεότης ἀνθρωπότητι. ιεʹ. Πῶς δὲ καὶ συνθέτου μιᾶς φύσεως εἴη ὁ Χριστὸς, τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἐν ἁπλῇ φύσει θεωρουμένων; Ἔσται δὲ πῶς κατὰ τὴν αὐτὴν φύσιν τῷ Πατρὶ καὶ ἡμῖν ὁμοούσιος, εἰ μή που καὶ τὸν Πατέρα φήσοι τις ἡμῖν ὁμοούσιον; Ὅπερ ἁπάσης τερατώδους ἐννοίας ἐστὶν ἀτοπώτερον. Πῶς δὲ καὶ ὁ αὐτός φησιν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; καὶ πάλιν· Τί ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ὁ γὰρ ἑωρακὼς αὐτὸν ἄνθρωπον μόνον, οὐ τὸν Θεὸν καὶ τὸν Πατέρα ἑώρακεν.

ιϛʹ. Εἰ δὲ καὶ μίαν αὐτοῦ φήσωμεν τὴν ἐνέργειαν, ποῦ θήσομεν τὴν σωματικὴν βάδισιν, τὴν τῶν ἄρτων κλάσιν, τὸν προφορικὸν λόγον, καὶ τὰ τοιαῦτα, ἃ μὴ θείας φύσεώς εἰσιν, ἀλλ᾽ ἀνθρωπίνης ἐνεργείας; Οὐ γὰρ σχήματι ταῦτα, ἀλλ᾽ ἀληθείᾳ ἐγίγνετο φύσεως.

ιζʹ. Εἰ δὲ καὶ ἄμοιρον φυσικοῦ καὶ αὐτεξουσίου θελήματος κατὰ τὸ ἀνθρώπινον αὐτὸν ὑπολάβωμεν, ποῦ τὴν τῆς τροφῆς καὶ τῶν λοιπῶν φυσικὴν θήσομεν ἔφεσιν, ὕπνου φημὶ, καὶ πότου, καὶ τῶν τοιούτων; Ταῦτα γὰρ φύσεως νόμῳ κινούμενα, τὴν μὲν ἄλογον ψυχὴν κατ᾽ ἐξουσίαν ἄγει πρὸς τὴν ἐκπλήρωσιν· ὅθεν καὶ τῇ ὀρέξει συμπαρομαρτεῖ καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· ἄγει γὰρ ἡ φύσις τὰ ἄλογα, διὸ καὶ ἀνεύθυνα, μηδενὶ ὑποκείμενα τρόπῳ κολάσεως· οἷς δὲ λόγος πρόσεστιν, αὐτεξουσίως κινούμενα, ἄγει μᾶλλον τὴν φύσιν, κατ᾽ ἐξουσίαν ἔχοντα ἕπεσθαί τε καὶ ἐπέχειν τὴν ὄρεξιν. Θέλησις γάρ ἐστι φυσικὴ, λογική τε, καὶ αὐτεξούσιος ὄρεξις. Ταῦτά τέ φημι, ἐπὶ τῶν φυλαττόντων τὸ κατὰ φύσιν, ὡς οἵ γε πρὸς τὸ παρὰ φύσιν ἐξ ἀπροσεξίας ἐληλακότες, ἄγονται μᾶλλον, ἤπερ ἄγουσιν, δεσποτείας οἷα νομὴν κτησαμένων τῶν παθῶν τὴν συνήθειαν.

ιηʹ. Ποίᾳ δὲ θελήσει φήσωμεν εἰς οἶκον ἐλθόντα, καὶ μηδένα γνῶναι θελήσαντα, μὴ δυνηθῆναι λαθεῖν; Τὸ γὰρ θεῖον θέλημα παντί που δῆλον, ὡς παντοδύναμον, ἀσθενὲς δὲ δήπου καὶ ἀδρανὲς τὸ ἀνθρώπινον. Πῶς δὲ δήπου καὶ τὸ οἰκεῖον παραιτούμενος θέλημα, τοῦ πατρικοῦ θελήματος ηὔχετο τὴν ἐκπλήρωσιν;

Ποίας φύσεως τὸ εὔχεσθαι ἴδιον; Τῆς κτιστῆς δηλαδή. Ταύτης οὖν καὶ τὸ παραιτούμενον θέλημα. Οὕτως εἷς ἐστι Χριστὸς, Υἱός τε καὶ Κύριος ἐν δυσὶ τελείαις ταῖς φύσεσι, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως θέλων καὶ πράττων τὰ ἑκατέρας φύσεως μετὰ τῆς θατέρου κοινωνίας, κατὰ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ὁ εἷς τῆς ἁγίας Τριάδος, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ δι᾽ ἡμᾶς Υἱὸς ἀνθρώπου γενόμενος.