Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸ ἅγιον σάββατον

Ἰωάννης ὁ Δαμασκηνός

Προφητικές μαρτυρίες και παλαιοδιαθηκικοί τύποι της Ταφής και της Ανάστασης

Παράθεση προφητειών και προτυπώσεων της Παλαιάς Διαθήκης για το Πάθος του Χριστού, και ερμηνεία της παραμονής του στον τάφο μέσω του τύπου του Ιωνά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 8

κγʹ. Ὁ δίκαιος δεσμεῖται, ὡς δύσχρηστος. Βουλὴν γὰρ καθ᾽ αὑτῶν ὀλεθροτόκον βεβούλευνται, οἱ τὸν τοῦ Κυρίου λαὸν καλαμώμενοι, καὶ τῶν ποδῶν αὐτῶν τὰς τρίβους ταράσσοντες. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! πονηρὰ κατὰ τὰ ἔργα αὐτῶν συμβήσεται αὐτοῖς, ὁ Ἡσαΐας φησίν· ἀλλ᾽ ἡμῖν λυσίπονος ὄντως καὶ ἀκεσώδυνος ἡ πρᾶξις ἤδη γεγένηται. Τὸν νῶτον εἰς μάστιγας δίδωμι, καὶ τὰς παρειὰς εἰς ῥαπίσματα, καὶ ἐμπτυσμάτων αἰσχύνης ἀνέχομαι, ὁ ἐν Ἡσαΐᾳ ἔφη φθεγγόμενος. Διὸ τῶν ἐμῶν χειρῶν τὸ πλαστούργημα, οὐκ ἐντραπήσεται, οὐκ αἰσχυνθήσεται.

Οὐ γὰρ ἡρπάχθαι λελόγισμαι τὸ εἶναι ἴσα Θεῷ· ἀλλὰ Θεὸς ὢν τῷ Πατρὶ ὁμοούσιος, ἐμαυτὸν καθῆκα πρὸς κένωσιν, καὶ ὑπὲρ ἀσεβῶν ταπεινοῦμαι πρὸς θάνατον, οὕτω τοῦ Πατρὸς εὐδοκήσαντος. Ἃ θέλει γὰρ, βούλομαι, συνθελητὴς αὐτῷ πεφυκὼς, καὶ κοινωνὸς τῆς θεότητος. Καὶ ὑψοῦμαι ὁ Ὕψιστος, καὶ ἐν ἐμοὶ δεδοξασμένης τῆς ἀνθρωπότητος (οὕτω γὰρ τὴν πατρικὴν ἀγάπην συνίστημι), ἵν᾽ ἐν τῷ ἐμῷ δικαιούμενα αἵματι, καὶ ἐν τῷ ἐμῷ θανάτῳ τὴν πρὸς τὸν ἐμὸν Πατέρα καταλλαγὴν εὐμοιρήσαντα, ἐν τῇ ζωῇ ζῶσι, καὶ ὑπὸ τὰς ἐμὰς ἀναπαύσωνται πτέρυγας, τὰ ἐμοὶ φυλασσόμενα πρόβατα.

κδʹ. Συνῶμεν οἳ οὐ τεθεάμεθα, καὶ τῇ ἀκοῇ τῶν εὐαγγελιζομένων εἰρήνην πιστεύσωμεν. Ἡμῖν γὰρ ὁ τοῦ Θεοῦ βραχίων, ἡ παντουργὸς αὐτοῦ δύναμις, ἐκκαλύπτεται. Δοξασθησόμεθα γὰρ εἰ συνήσωμεν, καὶ σφόδρα δοξασθησόμεθα, ἐν εὐτελείᾳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ ἐν τῷ ἀδοξοῦντι εἴδει κατανοοῦντες τὴν ὑπὲρ νοῦν ὡραιότητα. Εἰ καὶ πέπονθε γὰρ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Εἰ καθορᾶται ἐπὶ ξύλου κρεμάμενος, ἀκαλλής τε καὶ ἄδοξος παρὰ πάντας ἐκλείπων τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ᾽ αὐτός ἐστι τὸ τῆς δόξης ἀπαύγασμα, ὃ ὁρῶσα ᾐσχύνθη ἡ γῆ καὶ ἐπένθησεν. Οὗτος τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον ἀνήνεγκε, καὶ τὸν ἡμέτερον ἤλγησε μώλωπα, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ πληγὴν, καὶ πόνον, καὶ κάκωσιν ἤνεγκε, τῆς ἡμῶν εἰρήνης καταλλάγματα. Ἐπεὶ γὰρ ὡς πρόβατα ἐπλανήθημεν, τὴν ὁδὸν Κυρίου ἐκκλίναντες, καὶ τὴν ἡμῶν ἐξανύοντες τρίβον, διὰ σπλάγχνα ἐλέους ταῖς ἁμαρτίαις ἡμῶν παραδέδοται· οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἡμῖν καταλιμπάνων ὑπογραμμὸν, καὶ ὡς πρόβατον ἄφωνον ὑπὲρ ἡμῶν εἰς θάνατον ἄγεται. Ὄψεσθε, φησὶν ὁ Μωϋσῆς, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν.

Ὁ Θεοπάτωρ Δαβὶδ, μᾶλλον δὲ διὰ τοῦ Δαβὶδ ὁ τοῦ Δαβὶδ Κύριος, τὸ οἰκεῖον πάθος, καὶ τὴν ζωοτόκον ταφὴν προαναφωνῶν ἔλεγε· Διεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλλον κλῆρον. Ὁ δερματίνους χιτῶνας ἀμφιάσας τοὺς τοῦ γένους πρωτοπάτορας, ἑκὼν γυμνοῦται πρὸς σταύρωσιν, ἵνα γυμνώσας ἡμᾶς τῆς θνητότητος τὴν τῆς ἀφθαρσίας περιβάλῃ εὐπρέπειαν. Καὶ τὴν στολὴν κληρουχεῖ τοῖς στρατιώταις. Μέλλει γὰρ ἐκ θνητῶν ἀνιστάμενος ἀποστέλλειν τοῖς ἔθνεσιν, οὓς αὐτὸς μαθητὰς ἐξελέξατο, καὶ αὐτὸς θείου βαπτίσματος τοῖς πιστοῖς γίνεσθαι περιβόλαιον· Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

κεʹ. Νῶε μὲν ἐν κιβωτῷ καθειργόμενος, καὶ ξύλῳ σώζων δευτέρου κόσμου τὰ σπέρματα, καὶ πάλιν ἀρχὴ τοῦ γένους γενόμενος, Χριστὸν ἑκουσίως ἐτύπου θαπτόμενον, τὸν κλύσαντα μὲν τὴν ἁμαρτίαν τῷ ἐκ πλευρᾶς αὐτοῦ ῥεύσαντι μεθ᾽ ὕδατος αἵματι, τῷ δὲ τοῦ σταυροῦ ξύλῳ τὸ γένος ἡμῶν ἅπαν διασώσαντα, καὶ κοινοῦ βίου, καὶ νέας πολιτείας καθηγεμόνα γενόμενον.

Ἀβραὰμ ὁ μέγας πατριάρχης τὸν Ἰσαὰκ ἀνάγων πρὸς ὁλοκαύτωσιν, τὸν ἐξ ἐπαγγελίας, καὶ εἰς ὃν αἱ ἐπαγγελίαι, τὴν τοῦ δεσπότου σφαγὴν σαφῶς προκατήγγειλεν. Αὐτὸς μὲν γὰρ ὁ Ἰσαὰκ ζῶν τῷ πατρὶ πρὸς Θεοῦ χαρίζεται· ἀμνὸς δὲ τῶν κεράτων ἐν φυτῷ Σαβὲκ κατεχόμενος ἐγένετο σφάγιον· καὶ γίνεται τοῦ διπλοῦν, τοῦ κριοῦ τε καὶ τοῦ Ἰσαὰκ μυστήριον, τύπος ἀληθὴς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Διπλοῦς γὰρ οὗτος καὶ σύνθετος, Θεός τε καὶ ἄνθρωπος ὢν ὁ αὐτὸς, καθὸ μὲν φύσει Υἱὸς Θεοῦ καὶ Θεὸς, ἐν ἀπαθείᾳ μεμένηκε· καθὸ δὲ αὐτὸς ἄνθρωπος ὑπὲρ ἄνθρωπον γενόμενος, ὑπὲρ τοῦ κόσμου ἑαυτὸν ἱερεῖον ἄμωμον ἐν φυτῷ Σαβὲκ τῷ πατρὶ προσήγαγεν, ἤτοι ἐν ξύλῳ ἀφέσεως. Σαβὲκ γὰρ ἄφεσις ἑρμηνεύεται. Τί βούλεται τὰ τρία μέτρα τῆς σεμιδάλεως ἐγκρυφίας γενόμενος; οὐ σαφῶς τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται;

Τί δὲ ὁ λάκκος τοῦ Ἰωσὴφ πρότερον, καὶ ἡ φρουρὰ ὕστερον; οὐ τάφον, καὶ τὴν ἐπὶ τούτῳ φρουρὰν ἐμφαίνει τρανότατα; Ἔθεντο γάρ με, φησὶν, ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκῖᾳ θανάτου. Τί δὲ Μωσῆς ὁ θεόπτης καὶ νομοθέτης; οὐκ ἐν τῇ θίβῃ κρυπτόμενος, ἔκδοτος πρὸς θάνατον δίδοται, καὶ πρὸς τῆς βασιλίδος ἀναλαμβάνεται; Οὕτω καὶ ὁ Χριστὸς ἐν τάφῳ καλύπτεται, νεκρούμενος μὲν σωματικῶς, πρὸς δὲ τῆς οἰκείας θεότητος τῆς βασιλευούσης πάσης τῆς κτίσεως πρὸς ζωὴν αὖθις ἀνάγεται. Οὐκ αὐτὸς δὲ πάλιν Μωσῆς ῥάβδῳ παίει τὴν θάλασσαν, καὶ τῷ διπλῷ τῆς πληγῆς, τῷ ὀρθίῳ καὶ ἐγκαρσίῳ τοῦ σταυροῦ μηνύει τὸ πρόσχημα, καὶ πρὸς τὸν βυθὸν κάτεισι, τὴν πρὸς τὸν ᾅδην δεικνὺς τοῦ Σωτῆρος κατάβασιν, καὶ θανατοῖ Φαραὼ τὸν διώκοντα, καὶ σώζει τὸν Ἰσραήλ; Ἐπεὶ καὶ ὁ Χριστὸς ἐθανάτωσε μὲν τὸν θάνατον, σώζει δὲ πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Ταῖς δὲ τῶν χειρῶν ἐκτάσεσι, τρέπων μὲν τὸν Ἀμαλὴκ, τροπαιοφόρον δὲ τὸν Ἰσραὴλ ἐργαζόμενος, τὸ αὐτὸ προεμφαίνει τοῦ Σωτῆρος μυστήριον. Ἐξίστησί μου τὸν νοῦν καὶ τὸ τοῦ μάννα παράδοξον. Ὥσπερ γὰρ τῇ ἑσπέρᾳ τοῦ Σαββάτου μόνον ἐκρύπτετο οὕτως Ἰησοῦς ὁ ἐμὸς Θεὸς, καὶ δι᾽ ἐμὲ ἄνθρωπος, ὅλως γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ἐν τῷ τέλει τῆς Παρασκευῆς τῷ τάφῳ καλύπτεται. Ἰωνᾶν δὲ, οὐκ αὐτὸς ὁ Κύριος ἑαυτοῦ προηγόρευσε τύπον;

Ὥσπερ γὰρ, φησὶν, Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας.

κϛʹ. Ἀλλ᾽ ἐρεῖ τις· Εἰ τῇ Παρασκευῇ τὸν ἑκούσιον ὑπομεμένηκε θάνατον, ἀνεβίω τε τῇ μιᾷ τῶν Σαββάτων, πῶς σωθήσεται τὸ τρεῖς νύκτας τῇ καρδία ἐνδιατρίψαι τῆς γῆς; Ἀλλὰ γὰρ οὑτωσὶ πρὸς ἡμᾶς φησιν ὁ θεῖος Μωσῆς, ὡς Ὁ Θεὸς, τὸ μὲν φῶς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα. Ἀναρτηθέντος τοίνυν τοῦ Κυρίου ἐν τῷ ἀχράντῳ σταυρῷ, σκότος ἐφ᾽ ὅλην τὴν οἰκουμένην ἐγένετο, οὐ νέφους ἐπιπροσθοῦντος, καὶ τὴν ἡλιακὴν ἀκτῖνα καλύπτοντος, οὐ τοῦ σεληνιακοῦ τειχίζοντος σώματος, ὥσπερ τινὸς διαφράγματος, καὶ τὴν αἴγλην ὡς ἡμᾶς φθάνειν μὴ συγχωροῦντος· οὕτω γὰρ τὰς ἡλιακὰς ἐκλείψεις οἱ περὶ ταῦτα δεινοὶ φάσκουσι γίγνεσθαι· ἀλλὰ σκότους ἁπάσης κατασχεθείσης τῆς γῆς, τοῦ ψηλαφήτου τῆς Αἰγυπτίων πληγῆς λίαν ἀμαυροτέρου. Αὕτη γὰρ ἡ πηγάζουσα τοῦ ἡλιακοῦ σώματος φωτιστικὴ ἐξέλιπε δύναμις.

Ἔδει γὰρ τὸν τοῦ Δημιουργοῦ σωματικὸν θάνατον πᾶσαν πενθῆσαι τὴν κτίσιν. Διὸ καὶ ὁ προφήτης φησί· Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς. Καὶ ἕτερος αὖθις· Ἐν ἐκείνῃ τῇ ἡμέρα οὐκ ἔσται φῶς. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Ἐν τῷ σκότει τοίνυν τούτῳ, ἡ θεία καὶ παναγία τοῦ Κυρίου ψυχὴ τοῦ ἱεροῦ καὶ ζωοποιοῦ διαιρεθεῖσα σώματος, τῇ καρδίᾳ τῆς γῆς ἐπεδήμησεν, ὅπερ εἰς νύκτα λογίζεται.

Εἶτα μετὰ τὸ σκότος αὖθις ἡμέρα πρὸς τοῦ δημιουργοῦ σχεδιάζεται, πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ ἡλίου πάλιν δρομήσαντος· διὸ καὶ πρὸς ἑσπέραν φῶς ἔσεσθαι ὁ προφήτης προέφησεν· εἶτα ἡ πρὸ τοῦ Σαββάτου νὺξ, καὶ τὸ Σάββατον, ἥτε πρὸ τῆς μιᾶς τῶν Σαββάτων, καὶ αὐτὴ ἡ τῆς ἁγίας Κυριακῆς λαμπρὰ καὶ φαεσφόρος ἡμέρα, ἐν ᾗ τὸ ἄκτιστον φῶς σωματικῶς ἐκ τοῦ τάφου πρόεισιν, ὡς νυμφίος ὡραῖος τῷ κάλλει τῆς ἀναστάσεως· τὸ γὰρ τέλος τῶν Σαββάτων, ὅπερ ὀψὲ Σαββάτων φησὶν ὁ εὐαγγελιστὴς, ἀρχὴ τῆς μιᾶς τῶν Σαββάτων γίνεται· ἔχεις τῶν τριῶν ἡμερῶν καὶ τοσούτων νυκτῶν σαφῆ τὴν ἀπαρίθμησιν. Ἀλλ᾽ ἐπανίωμεν αὖθις, ὅθεν ἐξέβημεν.