Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸ ἅγιον σάββατον

Ἰωάννης ὁ Δαμασκηνός

Ο ενταφιασμός του Κυρίου και το θεολογικό παράδοξο της Ταφής

Η δράση του Ιωσήφ από Αριμαθαίας, η χρήση του κενού μνημείου και η δογματική ερμηνεία της αδιάσπαστης ένωσης της θεότητας με την ψυχή και το σώμα του Χριστού κατά την ταφή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 8

κζʹ. Εἰς χοῦν θανάτου κατάγεται ὁ ἐκ χοὸς πλαστουργήσας τὸν ἄνθρωπον, καὶ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ αἴρεται. Τῶν γηΐνων γὰρ ποιεῖται τὴν ἀπόθεσιν, οὐ σώματός φημι, τῶν δὲ τοῦ σώματος, ὕπνου καὶ κόπου, πείνης καὶ δίψης, τομῆς τε καὶ ῥεύσεως.

Ταῦτα γὰρ διὰ τῆς παρακοῆς εἰς τὸν βίον εἰσέφρησε τὸν ἡμέτερον. Καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ γίνεται, ἣν διὰ σταυροῦ καὶ ταφῆς ἡμῖν ἐπρυτάνευσε, συνάψας τὰ διεστῶτα, καὶ τὸν ἀποστάτην ἄνθρωπον καθυποτάξας τῷ πλάσαντι. Διὸ οἱ πονηροὶ ἀντὶ ταφῆς αὐτοῦ εἰς ὄλεθρον παραδέδονται· Ἰουδαῖοι μὲν, μετὰ τὴν τοῦ ναοῦ καὶ τὴν τοῦ ἄστεος πόρθησιν, δορύκτητοι πρὸς τῶν ἐχθρῶν ἀπαγόμενοι, μηκέτι πρὸς τὰ οἰκεῖα πάλιν δρομήσοντες· τῆς γὰρ θείας ἐπικουρίας ἀφίενται ἔρημοι μετὰ τήνδε τὴν τοῦ Κυρίου φωνὴν, Ὁ οἶκος ὑμῶν ἀφίεται ἔρημος· δαίμονες δὲ τὴν τύραννον καὶ γαῦρον ἀφαιρεθέντες ἀρχὴν, ἣν ἦρξαν ἡμῶν κακοὶ κακῶς, τοῖς αἰσχίστοις χειρωσάμενοι πάθεσιν. Αὐτὸς δὲ τῶν πονηρῶν τὰ σκῦλα τοὺς ἀπ᾽ αἰῶνος θανόντας κεκληρονόμηκεν, ἀπαλλάξας τούτους ὅσοι τῷ ζυγῷ τῆς ἁμαρτίας κατείχοντο.

Ἐν γὰρ ἀνόμοις καταλεχθεὶς, τὴν εὐνομίαν ἐφύτευσεν· τῶν δὲ ἀπειθούντων τὸ σπέρμα γέγονεν εἰς ἀπώλειαν, καὶ πένθος ἑορτῶν ἀπηλλάξατο, καὶ θρήνους ὕμνων ἀντήχησαν. Ἡμῖν δὲ φῶς ἐκ σκότους ἀνέτειλε, καὶ ζωὴ προῆλθεν ἐκ μνήματος, καὶ ἐξ ᾅδου πηγάζει ἀνάστασις, καὶ χαρὰ, καὶ θυμηδία, καὶ ἀγαλλίασις.

κηʹ. Οὐκ ἄτοπον δὲ καὶ τῶν εὐαγγελικῶν ἁψαμένους ῥημάτων, τὸν ἐν αὐτοῖς πλοῦτον ἀρύσασθαι. Φασὶν οἱ πνεύματι τὰ θεῖα φθεγξάμενοι, καὶ τὸν Χριστὸν λαλοῦντα ἐν ἑαυτοῖς ἔχοντες εὐαγγελισταί· Ὀψίας γενομένης, ἦλθεν ἀνὴρ πλούσιος ἀπ᾽ Ἀριμαθαίας τὸ ὄνομα Ἰωσὴφ, εὐσχήμων βουλευτὴς, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ, καὶ ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ. Οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ πράξει αὐτῶν, διὰ δὲ τὸν φόβον τῶν Ἰουδαίων ἐκρύπτετο. Οὗτος τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὢ μακαρίου καὶ ἀοιδίμου ἀνδρός! Ἀληθῶς φησιν ὁ Κύριος· Πᾶν δένδρον ἐκ καρπῶν οἰκείων ἐπιγινώσκεται. Ἀγαθὸς τοίνυν ὑπάρχων καὶ δίκαιος, οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν. Ὄντως οὗτος μακάριος ἀνὴρ, ὥς φησιν ὁ θεηγόρος Δαβίδ. Οὐ γὰρ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, οὐδὲ ὁδῷ ἁμαρτωλῶν ἑστὼς ἐφρυάξατο καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐ κεκάθικε κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, μετὰ λαῶν ἀνόμων βουλευσάμενος.

Οὐκ εἶπεν· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Οὐκ ἐφθέγξατο τὴν τῶν δειλαίων φωνὴν, τὴν τοῦ ἀθώου καὶ θείου αἵματος ποινὴν ἐφ᾽ ἑαυτὸν καὶ τὴν οἰκείαν γονὴν ἐφελκόμενος· ἀλλ᾽ ἐν τῷ νόμῳ Κυρίου ἔχων τὸ θέλημα, καὶ ἐν τῷ νόμῳ αὐτοῦ κοιταζόμενος καὶ ἀνιστάμενος ἀεὶ μελετῶν, τοῖς θεοῤῥύτοις τοῦ Πνεύματος νάμασι τὴν οἰκείαν κατήρδευε διάνοιαν. Τοῦ γὰρ καλοῦ διδασκάλου φοιτητὴς ἐγεγόνει, καὶ τοῖς αὐτοῦ κατηκολούθηκεν ἴχνεσιν. Ὢ πλουσίου ἀνδρὸς, τὴν προαίρεσιν! ὢ σοφοῦ ἐμπόρου, τῷ ἐπιγείῳ τὸν οὐράνιον διαρπάσαντος πλοῦτον, καὶ τὸν τῆς ζωῆς θησαυρὸν ἐν ἑαυτῷ κατακρύψαντος!

Ὁ δὲ Πιλάτος, φησὶν, ἐθαύμασεν εἰ ἤδη τέθνηκεν. Ἐθαύμασε πῶς ἡ ζωὴ τέθνηκε, πῶς ὁ τῆς πνοῆς τῶν ἀνθρώπων ταμίας τὴν πνοὴν παραδέδωκεν. Ναὶ, τέθνηκεν, ὦ Πιλάτε, ἀλλ᾽ ἑκουσίως. Ἐξουσίαν γὰρ ἔχει θεῖναι τὴν ψυχὴν ἑαυτοῦ, καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν. Ναὶ, τέθνηκεν, ἵνα σκυλεύσῃ τὸν θάνατον, ἵνα ζωώσῃ πέδαις σφόδρα κατεχόμενον, ἵνα πρωτότοκος ἐκ νεκρῶν γενόμενος, τοῖς νεκροῖς πηγάσῃ ἀνάστασιν, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

κθʹ. Δωρεῖται τοίνυν τὸ σῶμα τῷ Ἰωσήφ. Ὢ τόλμης ἀσχέτου καὶ παῤῥησίας, ἣν πίστις καὶ θεῖος πόθος ἐκύησε! Θείων χαρισμάτων οἱ μαθηταὶ γενόμενοι μέτοχοι, φόβῳ συστελλόμενοι κρύπτονται, καὶ σὺ νεκρὸν ἐπιποθεῖς, τὸν διδάσκαλον θᾶττον ἐμιμήσω τὸν σὸν καθηγεμόνα καὶ Κύριον. Προαιρέσει γὰρ τὴν σεαυτοῦ ψυχὴν θανάτῳ παραδέδωκας. Οὐκ ἤνεγκας γυμνὸν ὁρᾷν τὸ τοῦ Κυρίου σῶμα τὸ ἅγιον, τὸ καθ᾽ ὑπόστασιν ἑνωθὲν τῇ θεότητι. Ἥψω τοῦ θείου ἄνθρακος, οὗ τῷ τύπῳ τὰ Σεραφὶμ οὐ ψαῦσαι δεδύνηνται.

Ὢ μακαρίων χειρῶν! ὢ πανολβίων ὠλενῶν, αἷς κατασχὼν τὸ τοῦ Θεοῦ μου σῶμα, σινδόνι καθαρᾷ καὶ μύροις πολυτελέσιν ἐνείλησας! Οὕτω γὰρ, φησὶν, ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ, φησὶν, ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν· ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν πρὸς τὴν θύραν, ἀναπῆλθε.

Παρασκευὴ μὲν οὖν λέγεται, οἷόν τις προετοιμασία πρὸς τὴν τοῦ Σαββάτου ἀνάπαυσιν. Κατάπαυσιν γὰρ τῶν ἔργων εἶχε τὸ Σάββατον, μηδενὸς λατρευτοῦ τὸ παράπαν ἐφάπτεσθαι τοῦ Θεοῦ τοῖς Ἑβραίοις θεσπίσαντος· ἀλλ᾽ ἡμῖν Παρασκευὴ πρὸς τὴν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ ταύτης δυσχερῶν, τὸ θεῖον πάθος γεγένηται. Σινδόνι τοίνυν καθαρᾷ ἐνειλίσσεται ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐν τάφῳ τίθεται, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, καὶ τὴν γῆν ὑποπόδιον, ὁ πληρῶν καὶ περιγράφων τὰ σύμπαντα, ὁ μόνος ὡς Θεὸς ἀπερίγραπτος, καὶ δρακὶ περιδεδραγμένος τῆς κτίσεως, ἐν τάφῳ σωματικῶς περιγράφεται. Αὐτὸς ὡς Θεὸς ἐν οὐρανῷ σὺν Πατρὶ προσκυνούμενος καὶ τῷ Πνεύματι, καὶ αὐτὸς ὡς ἄνθρωπος σωματικῶς ἐν μνήματι κείμενος, καὶ ψυχικῶς ἐν τοῖς ᾅδου μυχοῖς αὐλιζόμενος, καὶ τῷ λῃστῇ εἰσιτητὸν ποιῶν τὸν παράδεισον, συμπαρομαρτούσης ἁπανταχῆ τῆς ἀπεριγράπτου Θεότητος.

Εἰ γὰρ καὶ διῃρέθη ἡ ἱερὰ ψυχὴ τοῦ ζωοποιοῦ καὶ ἀχράντου σώματος, ἀλλ᾽ ἡ θεότης τοῦ Λόγου μετὰ τὴν ἐν γαστρὶ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας σύλληψιν, καθ᾽ ὑπόστασιν γεγενημένης τῶν δύο φύσεων ἀδιασπάστου ἑνώσεως, ἀμφοτέρων μεμένηκεν ἀδιάσπαστος, τῆς τε ψυχῆς φημι, καὶ τοῦ σώματος· καὶ οὕτω μία ὑπόστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῷ θανάτῳ διέμεινεν, ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει ὑφισταμένης τῆς τε ψυχῆς καὶ τοῦ σώματος, καὶ μετὰ θάνατον καὶ ταύτην κεκτημένων ὑπόστασιν. Διὰ τοῦτο πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν τοῦ Πατρός.

λʹ. Τί δὲ ἐν τάφῳ καινῷ κατατίθεται, ἐν ᾧ οὐδέπω νεκρὸς κατετέθη; Ἐμοὶ δοκεῖ, ὡς ἂν μή τινος τῶν πάλαι τεθειμένων ὑποπτεύηται ἡ ἔγερσις. Ἕτοιμοι γὰρ εἰς κακουργίαν οἱ τῇ ἑαυτῶν σωτηρίᾳ βασκαίνοντες, καὶ πρὸς ἀπιστίαν ὀξύτατοι. Ἵνα τοίνυν ἐκφανὴς καὶ ἀρίδηλος ἡ τοῦ Κυρίου δειχθείη ἀνάστασις, μόνος ἐν καινῷ καὶ κενῷ τῷ μνήματι θάπτεται, ἡ τῆς ζωῆς πνευματικὴ πέτρα, ἐξ ἧς ἀκολουθούσης ἔπινον οἱ ἀγνώμονες· ὁ λίθος ὁ ἀκρογωνιαῖος καὶ ἀχειρότμητος, ἐν πέτρᾳ λελαξευμένῃ καλύπτεται.