Οἱ κεκλημένοι, ἔνδυμα γάμου λαμπρῶς στολισώμεθα, ὡς ἂν κοινωνοὶ τοῦ θείου γάμου γενώμεθα, ἐπιγνωσθῶμέν τε τῆς ἀνακλήσεως ἄξιοι, καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ μεταλάβωμεν, καὶ τοῦ ἀμνοῦ τοῦ Πάσχα μετάσχωμεν, ἐμφορηθῶμέν τε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, νῦν μὲν σάρκα Θεοῦ ἐκ σίτου, καὶ αἷμα Θεοῦ ἐξ οἴνου, ἀληθῶς τῇ ἐπικλήσει καὶ ἀῤῥήτως μεταποιούμενον· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος· καθαρᾷ τῇ συνειδήσει ἐσθίοντές τε καὶ πίνοντες, καὶ τούτοις ἑπταπλασίως, ὥσπερ τις χρυσὸς καθαιρόμενοι, καὶ τὸ κίβδηλον τῆς ἁμαρτίας ῥυπτόμενοι, καὶ ἀφθαρσίαν κληροδοτούμενοι, καὶ Θεῷ συναπτόμενοι, καὶ θεούμενοι, καὶ τῆς αὐτοῦ κατατρυφῶντες τῆς μεθέξεως, ὅταν φωνήσῃ τοῦ Κυρίου σάλπιγξ, καὶ οἱ νεκροὶ ἀναστήσωνται, ὅτε καθιεῖται κριτήριον, καὶ ἡμέρᾳ ᾗ ἔστησεν ὁ Θεὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτε πάντα τὴν οἰκείαν ἀποκατάστασιν λήψονται, μηδεμιᾶς ἑτέρας ὑπολειπομένης ἀποκαταστάσεως· ὅτε πῦρ μὲν τοὺς ὑπεναντίους κατέδεται ἀδαπάνητα, τοὺς δὲ δικαίους αἱ πρὸ αἰώνων ἡτοιμασμέναι μοναὶ ὑποδέξονται, καὶ ὁ Ἀβραὰμ κόλπος, ὁ ἐκ κόλπων, φημὶ, Ἀβραὰμ σεσαρκωμένος Θεὸς Λόγος καὶ Κύριος· ὅτε τῶν μὲν ἀσεβῶν ἡ γῆ πεσεῖται, καὶ ζόφος αὐτοὺς ὑποδέξεται, καὶ πῦρ σκοτεινὸν ὅπερ ἑαυτοῖς ἐξέκαυσαν, καὶ σκώληξ κατατρύχων ἀκοίμητα, καὶ κλαυθμὸς τῷ τῶν ὀδόντων βρυγμῷ σύμμικτος· τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ, καὶ πίστιν ἀμώμητον ἔχοντας, λαμπροὺς, λαμπρῶς λάμποντας ὡς ἥλιος, ἡ γῆ τῶν πραέων εἰσδέξεται· ὅτε τῶν παρθένων, αἱ μὲν μωραὶ ἀφρονέστατα ταραχθήσονται, ἐν οὐ καιρῷ ζητοῦσαι τὰ τοῦ καιροῦ, καὶ τὰς σβεννυμένας λαμπάδας ξένῳ κοσμεῖν ἐλαίῳ σπουδάζουσαι, αἷς ὁ νυμφὼν μὲν ἀποκλεισθήσεται.