Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἰωάννης ὁ Δαμασκηνός

Αποταγή των εγκοσμίων και ασκητική πολιτεία

Η απόρριψη της κοσμικής δόξας, η μαθητεία κοντά στον Μελέτιο Αντιοχείας και οι σκληροί σωματικοί και πνευματικοί άθλοι του αγίου στην έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 6

Ἀφεὶς γάρ τις τῆς θείας προνοίας ἀφάψαι τῆς ἐλπίδος τὴν ἄγκυραν, τῶν χρημάτων τῇ συλλογῇ ἐπερείδεται. Ταῦτα τιθεὶς πρὸ τοῦ κρείττονος, ὡς ἀθάνατα βιωσόμενος, καὶ ὡς θάλασσα οὐκ ἐμπιπλώμενος, κἂν ὅ τι πλεῖστοι χρυσοῦ ποταμοὶ εἰσρέωσί τε καὶ μέγιστοι, οὐχ εἵλετο τούτους ὁ νῦν εὐφημούμενος, ἀλλ᾽ ἀπωσάμενος ἅπαντα, αὐχεῖν πατρίδα εὐκλεᾶ καὶ περίοπτον· τὴν Ἀντιόχου λέγω, καὶ τῆς ἑώας δεδεγμένην τοὺς οἴακας· γένος καὶ αἷμα περίβλεπτον, χρυσὸν, ἄργυρον, λίθους πολυτελεῖς, ἐσθῆτος ὅσον μαλακὸν καὶ περίδοξον ἄλλοις παραχωρήσας, πρὸς δὲ καὶ λόγου κλέος καὶ δυναστείαν.

ηʹ. Φοιτᾷ πρὸς Μελέτιον τῆς Ἀντιοχέων Ἐκκλησίας τὸν πρόεδρον, ἄνδρα πλείστοις θείοις κομῶντα χαρίσμασι, βίῳ καὶ λόγῳ παντὶ περιηχούμενον· ὃς τοῦτον δεξάμενος ἔτος που ὀκτὼ καὶ δέκατον ἄγοντα, ἐραστής τε τοῦ κάλλους τῆς αὐτοῦ καρδίας γενόμενος, ὡς προβλεπτικῷ ὄμματι τὴν τοῦ νέου θεώμενος ἔκβασιν, τοῖς τε τῆς εὐσεβείας στοιχειώσας δόγμασιν, ἦθός τε καὶ τρόπον ἱκανῶς ἀποσεμνύνας, καὶ προγράψας τὸ κάλλος τῆς ἀληθείας, οὕτω διὰ λουτροῦ παλιγγενεσίας μορφοῖ ἐν αὐτῷ Χριστὸν, τὸν ὡραῖον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὡς κάλλει ἐκλάμποντα τῆς θεότητος. Ἐτῶν ἦν ὡς τριάκοντα καὶ οὕτως ἅμα ἐν τῇ τελειότητι τῆς τε σωματικῆς καὶ πνευματικῆς ἡλικίας γενόμενος, καὶ τῶν θείων λόγων ἀναγνώστης προαχθεὶς ὁμοῦ καὶ διδάσκαλος, ῥύμῃ θείου ἔρωτος πρὸς τὴν ἔρημον μετανίσταται, σφριγῶσαν τὴν σάρκα καὶ φλοιδοῦσαν τοῖς πάθεσι καταμαράναι βουλόμενος, ὡς ἂν μὴ τὸ κρεῖττον δουλωθείη τῷ χείρονι.

Ἄμφω γὰρ κατ᾽ ἀλλήλων ἐπιθυμεῖ, καὶ ἡ φθορὰ τοῦ σκηνώματος εἰκότως τῇ ψυχῇ τὴν ἐπικράτειαν δίδωσι· καὶ τοῖς πέλας προσομιλήσας ὄρεσιν, ὁδηγεῖται πρός τινα πρεσβύτην, Σύρον μὲν τὴν διάλεκτον, τὴν δὲ γνῶσιν οὐκ ἰδιώτην, ἄκραν φιλοσοφοῦντα ἐγκράτειαν, καὶ τούτου τὴν σκληραγωγίαν τέτρασιν ἀποσμηξάμενος ἔτεσιν, καὶ πάσης ἡδυπαθείας ῥᾷον περιγενόμενος, λόγον ἔχων τῷ πόνῳ συναμιλλώμενον, τῆς ἀδηλίας γλιχόμενος, ἐσχατιᾶς τινος ἐγένετο πάροικος, ἄντρον αὐχῶν καταγώγιον ὡς ἀρετῆς παλαίστραν καὶ κονιστήριον.

Ἔνθα πόσους μὲν ἄθλους ὑποστὰς κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τὴν τοῦ Πνεύματος παράκλησιν ἀντελάμβανε; πόσας δὲ ἀναβάσεις ἐν τῇ καρδίᾳ θέμενος τῷ Πνεύματι κατειργάζετο; ἐκ δυνάμεως προβαίνων εἰς δύναμιν, καὶ δι᾽ ἀμφοῖν πράξεώς τε καὶ θεωρίας, ἄπαν Αἰγύπτιον νόημα τῆς ψυχῆς ἐξορίζων καὶ σώματος.

θʹ. Μωϋσῆς τις ἄλλος τῷ βίῳ δεδωρημένος, τὴν Αἰγύπτου καταλελοίπει τὸν τῇδε βίον, καὶ τὰ τοῦ βίου, καὶ τρόπον τινὰ ἔξω τοῦ βίου γενόμενος, εἶδε Θεὸν ὡς ἐν βάτῳ τῷ τραχεῖ τοῦ βίου ἐκλάμποντα· καὶ ὥσπερ ἐξ ἀκάνθης τὸ ῥόδον, οὕτως ἐκ πόνων ἀρετῆς φυτὸν εὐῶδες εἰς ὀσμὴν τοῦ Θεοῦ φύεσθαι πέφυκεν. Οὕτω λυθεὶς τῶν χαμαιζήλων ἐννοιῶν, καὶ ἀφεὶς δίκην πεδίλων τὰ γήϊνα ἐν τόπῳ Θεοῦ, τῷ ἰδίῳ νῷ γίνεται, καὶ ὁρᾷ Θεὸν ὡς ἰδεῖν δυνατὸν, καὶ πάλιν εἰς Αἴγυπτον παραγίνεται, πλήθη πολλά τε καὶ ἄπειρα ἐξ Αἰγύπτου, καὶ τῆς πικρᾶς τυραννίδος Φαραὼ τοῦ κοσμοκράτορος, καὶ πρὸς τὴν ἄνω γῆν τῆς ἐπαγγελίας μεταστησόμενός τε, καὶ μεταστήσων διὰ θαλάττης Ἐρυθρᾶς τοῦ θείου ὕδατός τε καὶ αἵματος, ἐν ἐρήμῳ τῶν παθῶν πολιτευσαμένους, καὶ Ἀμαλὴκ ἐκκλίναντας χειρῶν ἐκτάσει ἐπαιρομένων σταυροειδῶς πρὸς τὸν ἐν σταυρῷ τὰς χεῖρας δι᾽ ἡμᾶς ἐκτείναντα, ἐξ αὐτοῦ τε τὴν τροπαιοῦχον δεδεγμένους δύναμιν. Ἐν τῷ σπηλαίῳ τοίνυν διττὸν ἔτος διατρίψας, καὶ ἄγρυπνον τὴν ψυχὴν ἅμα καὶ τὸ σῶμα διαφυλάξας, οἷον ἄσαρκος τῇ μελέτῃ τῶν θείων λογίων ἐνασχολούμενος, πᾶσαν ἐξωστράκισεν ἄγνοιαν, τὸ φῶς τῆς ἀληθοῦς εἰσοικισάμενος γνώσεως.

Εἰ δὲ καὶ ὕπνου μεταλαχεῖν ἔδει πρὸς τὴν τῆς φύσεως ἀνάκτησιν καὶ ἀνάῤῥωσιν, ἔστω τὴν λειτουργίαν ἐτέλει τῆς φύσεως, ὡς τὸ διττὸν ἔτος οὐδ᾽ ὅλως ἀνακλιθῆναι, οὐ νύκτωρ, οὐ μεθ᾽ ἡμέραν. Οὕτω νεκροῦται τὰ ὑπογάστρια, καὶ τῶν νεφρῶν τὰς δυνάμεις ἐκλύεται, καὶ τῶν ἐπ᾽ ὀμφαλοῦ γαστρὸς τὴν πύρωσιν παρασβέννυται, καὶ ἄτονος πρὸς τὸ ἑαυτῷ χρησιμεύειν γίνεται.