Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἰωάννης ὁ Δαμασκηνός

Ιερατική διακονία, ποιμαντική και ερμηνεία των Γραφών

Η άνοδος στον αρχιερατικό θρόνο, η διδασκαλία για την ελεημοσύνη και τη θεραπεία των παθών, καθώς και η ανάδειξη του αγίου ως κορυφαίου εξηγητή του βάθους των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 6

ιʹ. Αὖθίς τε πρὸς τὴν πατρίδα παλινοστήσας, καὶ τῆς Ἐκκλησίας ἐν πρεσβυτέρου τάξει γινόμενος, καὶ ταύτῃ ὡς εὐγνώμων παῖς τῇ τιθηνῷ μητρὶ ἀποτίσας τὰ θρέπτρα, θείᾳ προνοίᾳ πρὸς τὴν ἁλουργίδα τῶν πόλεων μετατάττεται, καὶ τὴν θυγατέρα τοῦ μεγάλου ἀρχιερέως νυμφεύεται. Οὐ γὰρ ὑπὸ μόδιον κρύπτεσθαι ὅσιον φωστῆρα τοιόνδε, ἐφ᾽ ᾧ τὸ ἄχρονον καὶ ἀΐδιον φῶς ἀναπέπαυται, ἀλλ᾽ ἐπὶ λυχνίαν ὑψηλὴν καὶ περίοπτον ἀνατίθεσθαι, ἵν᾽ ὡς ἐξ ἀπόπτου καὶ μεσαιτάτης περιωπῆς σάλπιγξ οἷα χρυσήλατος πάντα περιηχήσῃ τὰ πέρατα. Τίς οὕτως Ἐκκλησίαν ἴθυνέ τε καὶ ἔταξε, καὶ χθαμαλὸν ἐπεδείξατο φρόνημα, ἐν ὑψηλῷ τοῦ ἀξιώματος προτερήματι; τίς οὕτως ὀργὴν καὶ θυμὸν ἡνιόχησεν, ὡς ἔννομον πρᾳότητα κτήσασθαι, ἀποστυγοῦσαν μὲν πᾶν ὅ τι τῆς ἀρετῆς ἀντίθετον, καὶ διεκδικοῦσαν δὲ ἐξ ἀδίκων τὸν δίκαιον; τίς ἀγάπην τοσοῦτος, ἐξ ἧς ἔλεος φύεται; οὗ τῆς ἀρετῆς μέχρι νῦν ἔμψυχοι στῆλαι τὰ σύμβολα φέρουσι. Λόγος γὰρ πᾶς αὐτῷ ἐλέου ὑπῆρχεν ὑπόθεσις, ὡς εἰς ἕξιν ἐληλακέναι συμπαθείας καὶ μεταδόσεως τοὺς τῶν ἐκείνου ἐπαίοντας λόγων. Ἔπεισε γὰρ Θεῷ τὰ οἰκεῖα κιχρᾷν, φθαρτὰ διδόντας καὶ ῥέοντα ἀντιμετρεῖν τὰ ἑστῶτα, καὶ ἄφθαρτα, καὶ θησαυρίζειν ἐν οὐρανοῖς τῆς συμπαθείας τὸν ἔρανον, οὐ δαπανώμενον.

Οὐδὲ κλέπτῃ συλώμενον, ἐλεημοσύναις τὰς ἁμαρτίας καθαίρειν, καὶ τὰς ἀδικίας ἐν οἰκτιρμοῖς πενήτων· πεινῶσι διαθρύπτειν τὸν ἄρτον εὐαγγελικῶς, καὶ διψῶσι διδόναι ποτήριον· γυμνῶν περιστέλλειν τὴν γύμνωσιν, καὶ ἀμφιάζειν ἀνείμονας, καὶ ἀστέγους ὑπαιθρίους σκέπειν· ποιεῖσθαι νοσούντων ἐπίσκεψιν, καὶ πρὸς φρουρὰν τὸν πόδα προίεσθαι, καρποῦσθαι τῷ ἐλέῳ τὸν ἔλεον.

εʹ. Μῆνιν δὲ τίς ἀπώσατο, καὶ ἀπωθεῖσθαι τὸ ποίμνιον πέπεικε, τὴν τὰ θεῖα σπλάγχνα τῶν οἰκτιρμῶν τοῖς ἔχουσι κλείουσαν; Ὡς γὰρ ἐποίησας, ἔστω σοι, φησίν· ᾧ μέτρῳ μετρεῖς, ἀντιμετρηθησομένῳ. Ἀφέντι γὰρ ἀφεθήσεται. Καὶ ἔμπαλιν ἀκολουθία πεφώνηκεν· οὐκ ἀφεθήσεται γὰρ οὐκ ἀφιέντι.

Τίς φθόνον, καὶ βασκανίαν κατέκρινε, καὶ κατάκρισιν διδάξας; τὸ φθονεῖσθαι ἄριστον· ἀγαθὸν γὰρ ἅπαν ἐπίφθονον. Αὐτοκατάκριτον δὲ πρὸς τῷ αἰσχίστῳ τὸ βάσκανον τὸ πάντων τῶν παθῶν ἀδικώτατον καὶ εἰκαιότατον τὸ τοῦ ἐλέους ἀντίπαλον· εἴπερ ἔλεος μὲν ἀλλοτρίοις κακοῖς ἐπαλγύνεσθαι, ἀγαθοῖς δὲ τὸ βάσκανον, οὐχ ἑαυτοῦ ἕνεκα, τοῦ δὲ πάσχοντος· καὶ αὔξησιν ποιεῖσθαι τῆς τηκεδόνος τῆς ἑαυτοῦ τῶν ἀλλοτρίων καλῶν τὴν ἐπαύξησιν, τὸν κεκτημένον ἀμυνόμενον πρότερον. Καὶ παιδεύσας μὴ κρίνειν τὸν σύνδουλον, ὡς ἂν μὴ κριθείημεν δικαίοις σταθμοῖς τοῦ μόνου κριτοῦ τὴν δίκην ἡμῖν ταλαντεύοντος· μηδὲ ἁρπάζειν τὸ τοῦ δεσπότου ἀξίωμα. Εἷς γὰρ κριτὴς, ὃς οὐ κρίνεσθαι πέφυκεν, ὡς μόνος ἁμαρτίας ἐλεύθερος, δεσπόζων, οὐ δεσποζόμενος. Ἄφετε, εὐαγγελικῶς ἐβόα, καὶ ἀφεθήσεσθε. Τίς λύπην ἀπώσατο τὴν πρὸς θάνατον ἄγουσαν καὶ λύπην ἐδίδαξε τὴν θυμηδίας πρόξενον; ὧν ἡ μὲν ὡς πένθος τῆς ἐκ Θεοῦ ἁμαρτίας, σωτήριος· εἴπερ ἁμαρτάνειν τὸ ἀποτυγχάνειν οἱ ταῦτα δεινοὶ διειλήφασιν· ἡ δὲ τῇ στερήσει τῶν ἡδονῶν ἐπισυμβαίνουσα, θυμόφθορος ὄντως καὶ ἄρδην εὐδόκιμος. Οὐ γάρ ἐστιν, οὐκ ἔστι λύπην συμβῆναι, ἢ ἐπὶ στερήσει ἐφέσεως. Οἵα τοίνυν ἡ ἔφεσις, τοιάδε καὶ τῆς ἀστοχίας ἡ λύπη· ἀγαθῆς μὲν ἀρίστη, ἄλλως δὲ ἐχούσης, ἄλλως ἔχουσα.

Ἀρίστη δὲ τῶν ἐφέσεων μία πρὸς τὸ μόνον ἄριστον νεύουσα. Τῶν ἐναντίων δὲ καὶ αἱ ἐφέσεις ἀντίθετοι. Ἀκηδίας δὲ τὸ ἄτονον οὐκ ἐτόνωσε μνήμῃ θανάτου; διδάξας αὐτῆς τῆς ψυχῆς νευροτομοῦσαν τὴν δύναμιν ἀποσείεσθαι, καὶ ταύτην ἀντεισοικίσας θεῖον φόβον, καὶ πόθῳ τὸν λαὸν παροτρύνας πρὸς εὐχὰς, καὶ ῥᾳθυμίαν ἄρδην τῶν ψυχῶν ἐκτινάττεσθαι, καὶ παντὶ σθένει τὰς ἑαυτῶν καρδίας τηρεῖν, ὡς ἂν μὴ ὡς διὰ θυρίδων τινῶν τῶν αἰσθήσεων ἀναβῇ θάνατος ἐπ᾽ αὐτάς.

ιβʹ. Ἐρευνᾷν τὰς Γραφὰς ἐδίδαξεν, ἐξηγητὴς καὶ παιδευτὴς τούτων γενόμενος, καὶ προφητικῷ πνεύματι τὰ κεκρυμμένα βάθη διερευνήσας τοῦ Πνεύματος, καὶ διαῤῥήξας τοῦ γράμματος τὸ προκάλυμμα, καὶ τὸ κάλλος δημοσιεύσας τὸ ἐναπόθετον· καὶ ταῦτα πάντα ἀτύφῳ, καὶ ἀκενοδόξῳ τῷ φρονήματι. ᾜδει γὰρ, ᾔδει καταπατεῖν τὸ κενὸν δοξάριον, τὸ κενὸν τῶν πόνων ἀνάλωμα, τὸ τῶν ἀρετῶν λήϊον λυμαινόμενον.

Τιθρᾷν γὰρ οἶδεν, οἷα πίθον, τὸ ψυχικὸν δοχεῖον τῶν ἀρετῶν, καὶ τῇ ἐκροῇ εἰσροὴν ἐκλαμβάνουσα, οὐδὲν ἧττον κενὸν τὸ δοχεῖον καθίστησιν, ἀκερδεῖς ἱδρῶτας χαριζομένη, καὶ πόνον προξενοῦσα ἐπικαρπίας ἀμέτοχον. Πρέπειν γὰρ ᾔδει, Θεῷ μὲν πᾶν κλέος καὶ ἔπαρμα, ἀνθρώπῳ δὲ τὴν ταπείνωσιν, ὁδὸν ἀρίστῳ γινομένην ὑψώσεως, καὶ Ἰσραὴλ κλίματα, πρὸς Θεὸν μὲν ἀναβιβάζουσαν ἄνθρωπον, καὶ Θεὸν καρδίας τελοῦσαν ἐφέστιον.