Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἰωάννης ὁ Δαμασκηνός

Ορθόδοξο δόγμα και ηθική τελείωση

Παρουσίαση της τριαδολογικής και χριστολογικής διδασκαλίας του Χρυσοστόμου, η οποία συνδέεται άρρηκτα με τον ενάρετο βίο, την πνευματική φώτιση και τους αγώνες κατά των σαρκικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 6

γʹ. Λόγων δὲ πλήρης ὡς Λόγου θεραπευτὴς ἐγεγόνεις, δι᾽ ὧν τὸν θεῖον Λόγον, καὶ ἐνυπόστατον τοῦ Θεοῦ καὶ Πατρὸς, διὰ Πνεύματος τῷ Πατρὶ ἐκήρυξας ὁμοούσιον, μονάδα σαφῶς εἰδέναι ἐν Τριά· προσκυνουμένην, καὶ Τριάδα εἰς μονάδα ἀνακεφαλαιουμένην, παράδοξόν τινα φέρουσαν τὴν ἕνωσίν τε καὶ διαίρεσιν. Οὔτε τὸ ἑνιαῖον συγκεχυμένον, οὔτε τὸ τρισσὸν δι᾽ ἄμπαξ διαιρούμενον· ἐν θατέρῳ δὲ συντηρούμενον θάτερον, ἐν τῇ ἑνώσει μὲν τῆς οὐσίας τῶν ὑποστάσεων τὸ ἑνιαῖόν τε καὶ τῆς φύσεως ἀπαράλλακτον.

Ταῦτα πᾶσαν τὴν οἰκουμένην ἐδίδαξας, μίαν θεότητα τρισυπόστατον ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ὁλικῶς ἡμῖν κοινωνήσασαν· ἡ δέ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, ὁ ἀπαθὴς παθητῇ φύσει ἑνούμενος, καὶ ταῦτα οἱονεὶ ὑφιστάμενος, καὶ τοῦ εἶναι ἀρχόμενος, σαρκούμενός τε καὶ παχυνόμενος, καὶ ὁ ἁπλοῦς τῇ φύσει φύσεως προσλήψει συντιθέμενος, καὶ διφυὴς ἀληθῶς γνωριζόμενος, ὡς δύο φύσεις φέρων μετὰ τὴν ἕνωσιν, ἐξ ὧν ἕν ἐστιν ἅπερ κηρύττεται· τελείως ἔχουσαν ἑκάστην κατὰ τὸν ὅρον τε καὶ λόγον τὸν ἑαυτῆς, τὴν μὲν ἄναρχόν τε καὶ ἄκτιστον, τὴν δὲ ἠργμένην τε καὶ ἐκτισμένην τὴν μὲν ἀπαθῆ, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, τὴν δὲ παθητήν τε καὶ ὁρωμένην, καὶ ἁπτὴν, καὶ περιγραπτήν· θελητικὴν ἑκατέραν, καὶ αὐτεξούσιον, καὶ ἐνεργητικὴν, αὐτὸς τοῦτο κἀκεῖνο τελῶν, ὁ εἷς Χριστὸς, καὶ Υἱὸς, καὶ Κύριος· τῆς μὲν ὀργανικῶς λειτουργησάσης, τῆς δὲ δεσποτικῶς ἐνεργησάσης· ἑκατέρας τὴν οἰκείαν ἐνέργειάν τε καὶ αὐτεξούσιον κίνησιν ἐχούσης· αὐτοῦ δὲ τοῦ ἑνὸς τοῦτο κἀκεῖνο τελοῦντος, δι᾽ ἀμφοῖν τὴν ἡμῶν κατεργασαμένου σωτήριον ἀνακαίνισιν, ἐφ᾽ ᾧ συμπαθῶς ἑαυτὸν κεκένωκε.

δʹ. Ταῦτα μαθὼν ἐδίδαξας, καὶ τούτοις ἐποικοδομεῖν τὴν τῶν ἀρίστων ἔργων χρυσαυγῆ τε καὶ ἀργυροφεγγῆ εὐπρέπειαν· ὡς ἂν μὴ τῷ κριτικῷ πυρὶ πλησιάσαντες φρυγανώδεις ὄντες ἀναλωθείημεν· πλέον δὲ καὶ πλέον καθαρθείημεν, δαπανώμενοι μὲν ὅσον κίβδηλον, καὶ καθαροὶ καθαρῷ τῷ πυροῦντι καὶ θεοῦντι συναιωνίζοντες. Τίς μοι δοίη γλῶσσαν ἀξίαν τῆς εὐφημίας; Τίς με θείη ἀνὰ ἡμέραν τὴν ἔμπροσθεν, ὅτε ηὔγει πῦρ θεῖον γλωσσοειδῶς τυπούμενον, ἐφ᾽ ἑκάτερόν τε τῶν ἀποστόλων ἑνοειδῶς καὶ πολυμερῶς ἀναπαυόμενον, ὡς ἂν τὸ ἑνιαῖον δόγμα τῆς πίστεως ἐν πολυσχεδέσι γλώσσαις καταγγελθείη συνάγον εἰς ἓν τὰ διεστῶτα, καταλυθείσης τῆς πολυσχιδοῦς πλάνης, πρὸς ἣν κακῶς ὡμονόησαν οἱ πάλαι πυργοποιήσαντες, καὶ μισθὸν ἔλαβον τῆς ἀσεβείας τὴν συγχυτικὴν τῆς γλώσσης, καὶ δι᾽ αὐτῆς τῆς γνώμης διαίρεσιν; Τίς μοι ταύτης μεταδοίη τῆς γλώσσης τοῦ Πνεύματος, ὡς ἂν τὰ τοῦδε τοῦ πνευματοφόρου ἀνδρὸς τὰ ὑπὲρ φύσιν ἐξαγγείλω πλεονεκτήματα;

Ὠκεανὸς ἐνταῦθα παρήτω λόγων, νοημάτων τε ἄβυσσος, ἀλλ᾽ οὐχ ὑπείκει λόγοις ἡ χάρις τοῦ Πνεύματος. Ὁ γὰρ ἄνευ τοῦ Πνεύματος βουλόμενος λέγειν τὰ τοῦ Πνεύματος, φωτὸς ἄνευ βλέπειν προαιρεῖται, καὶ σκότον ἔχει ποδηγὸν τῆς ὁράσεως. Διὸ πάλιν πρὸς αὐτὸν ἐπάνειμι τὸν νῦν εὐφημούμενον, ἐξ αὐτοῦ ὡς θείου λαμπτῆρος τὸν λύχνον ἀνάπτων τῆς γνώσεως, ὡς ἂν αὐτὸς εἴη τῆς εὐφημίας ὑπόθεσις, καὶ τῶν ἐπαίνων χορηγός.

εʹ. Τίς μὲν οὕτω πολὺς ἐν λόγῳ καὶ μέγας ἐν φρονήσει, ὧν ἡ σύγκρισις ἀσύγκριτος, ὡς ἄδηλον εἶναι ποτέρῳ μᾶλλον οὗτος θαυμασιώτερος; Τίς οὕτω τύπος ἀρετῆς ἦν καὶ ὁρώμενος, ὡς μὴ δεῖσθαι λόγου πρὸς παίδευσιν; Τίς λόγων νιφάδας ἐξέχεε τοῖς ἔργοις ἐφεπομένας, ἐκ τούτων τε λαμβανούσας τὴν δύναμιν, ὡς καὶ ἐπὶ τούτου λέγειν, ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν, ὃ περὶ Ἰησοῦ τοῦ Θεοῦ μου Λουκᾶς φησιν ὁ θεσπέσιος, ἐξ οὗ τὸ εἶναι, καὶ τὸ εὖ εἶναι κεκλήρωται; Τίς πρᾶξιν ἐπῆλθε καὶ θεωρίαν, σαρκός τε ἡδονὰς πατήσας, ὡς ἄσαρκος, καὶ μετὰ Θεοῦ τὰ θεῖα σκεψάμενος; Τίς πίστει ὡς ψυχῇ τὰ ἔργα οἷα μέλη σώματος εὐτάκτως περιέθηκε καὶ ὑπέταξε, καὶ ἔργα πίστει ἐψύχωσε καὶ ἐζώωσεν, ὧν θάτερον θατέρου δίχα, ἄχρηστον καὶ ἀνόνητον, εἰ καὶ τῇ πίστει, οὐκ ἀπὸ σκοποῦ δοίη τις τὸ προτέρημα;

Τίς οὕτω γαστριμαργίαν ἐξέωσε, δουλώσας τὴν δέσποιναν, καὶ φιμώσας μαιμάσσουσαν εὐσεβεῖ λογισμῷ, αὐτοκρατὴς, οὐ θεραπευτὴς ταύτης γενόμενος; ϛʹ. Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας τὸ περιὸν, ὡς λανθάνειν, εἴτε καὶ ὅ τι, καὶ ὅσον προσεφέρετο βρώσεώς τε καὶ πόσεως. Ἡ μὲν γὰρ φύσις ἐπίκηρος, καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον, καὶ ὥσπερ πνεύματος ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμηχάνων, καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι τὴν ἔνδειαν. Τρία γὰρ τὰ κενούμενα, ξηρὸν, καὶ ὑγρὸν καὶ πνεῦμα· ὧν ἑκάστου ἡ κατάλληλος ἀναπλήρωσις συνιστᾷν τόδε τὸ σῶμα φυσικῶς πρὸς τοῦ κτίσαντος ὥρισται. Ἄλλ᾽ ἡ χάρις τοῦ Πνεύματος οὐχ ὑπείκει φύσεως ὅροις. Οὐ γὰρ ἐν ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τίς οὕτω καθαρὸς καὶ ψυχὴν καὶ διάνοιαν πρὸς τῷ σώματι, ὡς μαρτυρεῖσθαι αὐτῷ καὶ τὸ πρὸς μίξεις ἠλίθιον; Ἀλλ᾽ οὐκ ἠλίθιον ὄντως· οὐ γὰρ ἄλογον, οὐδὲ φύσεως τὸ ἀῤῥώστημα, λόγου δὲ ἐπικράτεια ἡνιοχοῦντος τὸ ἄλογον, καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Θεὸν ἀνατείνοντος, ἐφ᾽ ᾧ καὶ δεδημιούργητο, ἀποστρεφομένου μὲν τὸ λεῖον τῆς ἡδονῆς ὡς πυρὸς ὑπέκκαυμα, προαιρουμένου δὲ τὸ τραχὺ τῆς ἀρετῆς φέρον πρὸς ῥᾳστώνην ἀΐδιον.

Οὕτως ἑαυτὸν συνεθίζων, ἐκ μικροῦ προβαίνων, ὡσημέραι ἀεὶ ἐγίνετο ἑαυτοῦ ἐγκρατέστερος, ἕως τὸ πάθος ἐκοίμησε τέλεον, ἀσκητικῇ τέχνῃ τιθασσεύσας καὶ δράσας ὑφήνιον, εἰς ἕξιν τοῦ ἔθους τῷ χρόνῳ καὶ προβάδην εἰς φύσιν ἐλάσαντος. Πόνος γὰρ θείας ἐπικουρίας τυχὼν, ἀπάθειαν χαρίζεσθαι πέφυκε.

ζʹ. Τίς φιλαργυρίαν τῶν κτημάτων προαπεκτήσατο, μεθ᾽ ἧς καὶ τὰ κτήματα, οὕτω ποθήσας τὸ μὴ ἔχειν, ὡς ἕτερος τὸ ἔχειν; Τῶν παθῶν τὸ ἔρεισμα, τῆς ἐλπίδος τὸ στέρημα, τῆς πίστεως τὸ ἀντίπαλον. Διὸ καὶ Παῦλος ἡ θεόφθογγος λύρα τοῦ Πνεύματος, τῶν ἀποστολικῶν γλωσσῶν τὸ πολύηχον στόμα, δευτέραν εἰδωλολατρίαν ταύτην καιρίως κατονομάζει.