Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο και εισαγωγή στον αγγελικό χαιρετισμό

Εισαγωγή στην εορτή του Ευαγγελισμού, πρόσκληση της κτίσεως σε αγαλλίαση και αναφορά στον χαιρετισμό του αρχαγγέλου Γαβριήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 5

Εʹ. Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ, λόγος εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Νῦν ἡ τῆς βασιλίδος βασιλικὴ καὶ ὑπέρξενος ἑορτή τε καὶ πανήγυρις ὑπὲρ τὰς χρυσαυγεῖς ἀκτῖνας τοῦ ἡλίου ἐξέλαμψε. Νῦν ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ὡραΐζεται λίαν ἀγαλλομένη. Νῦν οἱ φιλοθεάμονες καὶ πανηγυρισταὶ ἑορτὴν ἑορτῶν ἑορτάζοντες, πανδημεῖ ἐπαθροίζονται. Νῦν εὐφραινέσθωσαν τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια, καὶ πάντα τὰ ἐν αὑτοῖς ποιήματα. Νῦν εὐφημείσθω ἡ πανεύφημος, ὡς εὔφημος πανευφήμοις εὐφημίαις. Νῦν μεγαλυνέσθω ἡ θεομεγάλυντος, καὶ θεοπρότακτος, καὶ θεοχρημάτιστος Παρθένος. Νῦν ἐπαινείσθω ἡ πολυώνυμος ὄντως καὶ πολυόμματος, καὶ πάσης ὁμοῦ τῆς κτίσεως ὑπερτάτη. Νῦν μακαριζέσθω ἡ θεόμιλος, καὶ θεοχώρητος, καὶ κοσμοσέβαστος τοῦ Θεοῦ κιβωτός. Σήμερον γὰρ ὡς ἀληθῶς πανταχοῦ τῆς οἰκουμένης χαρὰ καὶ ἀγαλλίασις γίνεται. Σήμερον βοάτωσαν φιλεόρτων αἱ σύγκλητοι. Σήμερον βοάτωσαν πάντες λαοὶ τῇ ἐκ Δαβὶδ βασιλίδι, Δεδοξασμένα, λέγοντες μετὰ Δαβίδ, ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, τοῦ Βασιλέως τοῦ μεγάλου. Σήμερον ὑπανοιγέσθω ἡ τῶν προφητῶν θεόγραφος βίβλος, καὶ λεγέσθω περὶ τῆς ἀείπαιδος αὐτῆς, καὶ Ἀειπαρθένου Μαρίας. Σήμερον ἀγαλλιάσθωσαν διὰ τὴν ἔμψυχον πόλιν αἱ πόλεις πάσης τῆς Ἰουδαίας.

Σήμερον Γαβριὴλ, ὁ τῆς νῦν πανεόρτου πανηγύρεως χορίαρχος, βοάτω ἄνωθεν τῇ βασιλίδι, καὶ λεγέτω· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Σήμερον βοήσωμεν καὶ ἡμεῖς οἱ πηλινόγλωσσοι, καὶ εἴπωμεν τῇ μεγαλοδοξοτάτῃ, καὶ φωτοφόρῳ μητρὶ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ ῥητά τινα χαροποιὰ χαρμονικῶς ἀνευφημοῦντες, καὶ λέγοντες· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.