Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Οι πνευματικοί καρποί της Θεοτόκου και η προστασία των πιστών

Αναφορά στα σωτηριώδη αγαθά που δωρήθηκαν στην Εκκλησία, την προστασία του κόσμου από τις απειλές, την ασκητική απάρνηση των εγκοσμίων και την επίκληση της Παναγίας ως ιατρού και καταφυγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 5

Χαῖρε, δι᾽ ἧς ἡμεῖς οἱ ταπεινοὶ, Χριστοῦ δευτέραν καὶ φωτοσωτήριον γέννησιν, εὐσεβοπρεπῶς προσκυνοῦμεν. Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὴν κοσμοποιὸν καὶ ζωαρχικὸν, καὶ εἰς ἀεὶ βασιλεύουσαν ἐπέγνωμεν Τριάδα. Χαῖρε, δι᾽ ἧς ἡμεῖς Χριστιανικὸς λαὸς, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ὠνομάσμεθα. Χαῖρε, δι᾽ ἧς ἡμεῖς εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν ἐπολιτογραφήθημεν. Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὴν ψυχοσωτήριον καὶ φωτόμορφον κατέχομεν πίστιν.

Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὸν πολυπροσκύνητον καὶ ἰαματοποιὸν προσκυνοῦμεν σταυρόν. Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὸ ἁγιοποιὸν καὶ τριφεγγὲς βαπτιζόμεθα βάπτισμα. Χαῖρε, δι᾽ ἧς καθαρᾶς ἡμεῖς καὶ φρικτῆς σαρκὸς ἐν τῇ φρικτοτελεῖ τραπέζῃ προσεγγίζειν τολμῶντες μετέχομεν. Χαῖρε; δι᾽ ἧς ἡμεῖς ἀληθινοῦ καὶ ἀθανάτου ἄρτου γευόμεθα. Χαῖρε, δι᾽ ἧς ἡμεῖς ἐκ τῶν τοῦ ᾅδου πυλῶν εἰς οὐρανοὺς ἀνεβιβάσθημεν. Χαῖρε, δι᾽ ἧς ἡμεῖς ἐλυτρώθημεν ἀρᾶς, ἀνεκλαλήτου δὲ χαρᾶς ἠξιώθημεν. Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὰς χριστομόρφους καὶ σεπτοπροσκυνήτους προσκυνοῦμεν εἰκονογραφίας.

Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὰ τῶν Ἑλλήνων χρυσότευκτά τε καὶ δαιμονιόμορφα συμπατοῦμεν ξόανα. Χαῖρε, δι᾽ ἧς ἡμεῖς τὸν ἀρχαῖόν τε καὶ μεγάλαυχον ἀντάρτην ἀντιπραττόμεθα. Χαῖρε, δι᾽ ἧς εἰρηνοποιεῖται ἡ τῶν Ῥωμαίων βασιλεία.

Χαῖρε, δι᾽ ἦς βασιλεῦσι τὸ βασιλεύειν δίδοται, καὶ στρατηγοῖς τὸ στρατηγεῖν ἐγχειρίζεται. Χαῖρε, δι᾽ ἧς πολλάκις ἐπινίκια ἐν παρατάξει ἀλλογενῶν καὶ ἀλλογλώσσων ἐθνῶν διανύονται. Χαῖρε, δι᾽ ἧς ἑτερόφυλοι ὥσπερ φύλλα πίπτουσι, καὶ ἄνομοι ὡς ἄνεμοι μηδενὸς διώκοντος διώκονται. Χαῖρε, δι᾽ ἧς οἱ ὁπλομάχοι καὶ θυρεοφόροι θραύονται, πλήττονται δὲ πρὸ συμπλοκῆς σιδηροφόροι. Χαῖρε, δι᾽ ἧς ἀντιτοξεύονται ἀμφοτεροδέξιοι τοξόται, καὶ μωλωπίζονται ἔθνη τὰ πολέμους θέλοντα. Χαῖρε, δι᾽ ἧς ξιφοκτονεῖται ὁ βαρβαρογενής τε καὶ φιλομάκελλος κύων Ἰσμαήλ. Χαῖρε, δι᾽ ἧς δραπετεύουσιν ἐκ μέσου τῶν ὁπλοφόρων πιστοὶ τῶν ἐν χειροπέδαις σιδηραῖς ἐλεεινῶς κατεχομένων αἰχμαλώτων. Χαῖρε, δι᾽ ἧς ὁ σύμπας κόσμος σκέπεται, καὶ εἰς ἀεὶ διαφυλάττεται.

Χαῖρε, δι᾽ ἧς ἡμῖν ἅπαν ὡμηρεύθη ἀγαθὸν, ἔν τε τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Χαῖρε, δι᾽ ἧς ἡμῖν εὐλογία τοῖς πῖστοις ἐπήγασεν, ἐπειδήπερ λαός σου ἡμεῖς, εἰ καὶ σειραῖς ἁμαρτημάτων συμπεπλέγμεθα. Χαῖρε, δι᾽ ἧς εὐλογεῖται τῶν ἀσθενῶν ὁμοῦ ἀῤῥένων ἡ χορτώδης οὐσία, ἀλλὰ καὶ ἡ τῶν ἀσθενογενῶν γυναικῶν πάμπλανός τε καὶ πανσάλευτος φύσις. Χαῖρε, δι᾽ ἧς οἱ ἀσεβεῖς εὐσεβεῖς γενόμενοι εὐσεβῶς εὐσεβοῦσι, καὶ προσκυνοῦσι τὸν πανσεβάσμιον τόκον σου. Χαῖρε, δι᾽ ἧς οἱ φιλόχρυσοι φιλόχριστοι γίνονται, καὶ οἱ φιλάργυροι φιλάνθρωποι, καὶ φιλόπτοχοι οἱ φιλόπλουτοι.

Χαῖρε οὖν, χαῖρε, κεχαριτωμένη, ὅτι πολλοὶ πολλῶν χρημάτων διὰ σὲ κατεφρόνησαν, ὅπως σε τὴν μόνην ἀγαθὴν κερδήσωσι. Χαῖρε, ὅτι πολλοὶ πολλάκις τῶν εὐσεβῶν βασιλέων πηλὸν ἡγήσαντο διὰ σὲ τὸν χρυσὸν, καὶ σποδὸν τὸν ἄργυρον. Χαῖρε, ὅτι πολλοὶ τῶν φιλοχρίστων βασιλίδων λιθολαμπεῖς διὰ σὲ στεφάνους, καὶ χρυσονήμους ἁλουργίδας, ἀράχνης εὐτελέστερα ἐλογίσαντο, Χαῖρε, ὅτι πολλοὶ τῶν εὐγενῶν Ἰνδικοὺς διὰ σὲ καὶ χρυσταλλίζοντας λίθους περιεφρόνησαν. Χαῖρε, ὅτι πολλαὶ, ἵνα εἴπω, καὶ τῶν εὐγενίδων γυναικῶν εἰς οὐδὲν ἡγήσαντο διὰ σὲ ἀξιάγαστα τὰ βύσσινά τε καὶ κόκκινα, καὶ περιπόρφυρα, καὶ ὁλοσήρικα. Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν μοιχαλίδων γυναικῶν λιθοκόλλητα ἐνώτια, καὶ περιδέξια ψέλλια φύλλων ἀδρανέστερα ἐλογίσαντο. Χαῖρε, ὅτι πολλοὶ πλειστάκις τῶν ἐνδόξων τε καὶ περιφανῶν, οὐ μὴν δὲ καὶ πλουσίων, σκύβαλα ἡγήσαντο διὰ σὲ τὰς χρυσοῦ καὶ ἀργύρου χιλιάδας. Χαῖρε, ὅτι πολλαὶ καὶ τῶν νεογενῶν νεανίδων λευκοειδεῖς καὶ χρυσολαμπεῖς στολὰς ἀπώσαντο. Χαῖρε, ὅτι πολλαὶ διὰ σὲ, ἵν᾽ εἴπω, τῶν χρυσοφορουσῶν γυναικῶν, μελανοφορεῖν καὶ τριχινοφορεῖν διὰ παντὸς ᾑρετίσαντο.

Χαῖρε, κεχαριτωμένη, ὅτι καταφυγὴ ἐγενήθης ἡμῖν, καὶ μεσιτολογεῖς ὑπὲρ ἡμῶν τῶν πηλογενῶν πρὸς τὸν Υἱόν σου, καὶ Θεόν σου, καὶ Θεὸν ἡμῶν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ πάντων ὁμοῦ τῶν περάτων τῆς γῆς κοινὴ σωτηρία, καὶ πάντων τῶν Χριστιανῶν Χριστιανικὴ προστασία. Χαῖρε, ἡ μόνη τῶν ἀβοηθήτων παραστατικὴ βοήθεια, καὶ μόνη τῶν ἀδυνάτων μεγαλοδύναμος δύναμις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν ταπεινῶν ἀνύψωσις, καὶ μόνη τῶν πενήτων ἀντίληψις, καὶ μόνη μήτηρ τῶν ὀρφανῶν, καὶ πτωχῶν, καὶ χηρῶν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν καταπονουμένων παραμυθία, καὶ μόνη τῶν ἀσκεπῶν σκέπη. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν αἰχμαλώτων λύτρωσις, καὶ μόνη τῶν ἐξορίστων καὶ ἐξορισμένων ἀνάκλησις.

Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν νοσούντων ἐπίσκεψις, καὶ μόνη τῶν ἀσθενούντων ἴασις, καὶ μόνη τῶν δαιμονώντων ὑγίωσις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν πλεόντων κυβέρνησις, καὶ μόνη τῶν νυκτοπορούντων συνοδοιπόρος καὶ συνδιαγωγός. Χαῖρε, ὅτι πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ τὴν μόνην καθαρὰν ἐλπίζουσι, καὶ πρὸς σὲ διὰ παντὸς ἀτενίζουσι. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ προϊσταμένη ἡμῶν τῶν ταπεινῶν, καὶ λυτρουμένη ἡμᾶς ἐκ πάσης δικαίας ὀργῆς τε καὶ ἀπειλῆς. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ διαφυλάττουσα καὶ περισκέπουσα τὸ πτωχογενὲς ἡμῶν φῦλον ἐν πειρασμοῖς, ἐν κινδύνοις, καὶ ἐν διαφόροις συμφόραις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ὅτι οὐδεὶς ὡς σὺ πλὴν Θεοῦ τηλικοῦτον κεκληρονόμηκεν ὄνομα, ἢ τοιαύτης πώποτε τέτυχε δόξης. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον ὑπερκοσμίως τὴν ὑπερκόσμιον ταύτην πανηγυρίζομεν ἡμέραν. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον, ἑορτὴν ἑορτῶν, καὶ πανήγυριν πανηγύρεων πανδημεὶ ἑορτάζομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον ἀγεληδὸν ἐπαθροιζόμεθα ἐν τοῖς σοῖς ἁγιοβάτοις ναοῖς, καὶ μεγαλοφώνως σε γεραίρομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον δίκην μελισσῶν ἐπισυναγόμενοι πληθύνομεν τὴν ὑμνολογίαν, ὡς σὺ τὴν προστασίαν.