Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου

Ἰωάννης ὁ Δαμασκηνός

Προτυπώσεις της Παλαιάς Διαθήκης και το μυστήριο της Ενσαρκώσεως

Εγκωμιαστικοί χαιρετισμοί προς την Παρθένο Μαρία, βασισμένοι στα σύμβολα των πατριαρχών και των προφητών, και θεολογική ανάπτυξη της θείας Οικονομίας και της συγκατάβασης του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 5

Χαῖρε, κεχαριτωμένη, ἡ ἐκ πασῶν ἐκλεχθεῖσα γενεῶν, καὶ φυλῶν, καὶ γλωσσῶν, καὶ ἐθνῶν, καὶ λαῶν. Χαῖρε, κεχαρισμένη, ἡ πρὸ αἰώνων προορισθεῖσα τῇ ποιητῇ καὶ βασιλεῖ τῶν αἰώνων. Χαίροις, τὸ τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης συμπέρασμα.

Χαίροις, τὸ τῶν θεοφόρων Πατέρων καὶ πατριαρχῶν πολύανθον ἄνθος. Χαίροις, τὸ τῶν ἀπ᾽ αἰῶνος ἁγίων προφητῶν προκατάγγελτον ὄνομα. Χαίροις, ἡ ἀπόγονος τοῦ κοσμοπάτορος καὶ θεοπλάστου Ἀδάμ. Χαίροις, ἡ τῆς κοσμήτορος καὶ πρώτης ἐν γυναιξὶν Εὔας θύγατερ. Χαίροις, ἡ ἀντίτυπος τῆς τοῦ Νῶε ἔμψυχος θήκη. Χαίροις, ἡ ἐκ μηροῦ τοῦ ἐθνοπάτορος Ἀβραὰμ κατ᾽ ἐπαγγελίαν Θεοῦ ἀψευδῶς φυεῖσα. Χαίροις, ἡ οὐρανόφθαστος κλίμαξ, ἣν εἶδε πάλαι ὁ μέγας ἐν πατριάρχαις Ἰακώβ.

Χαίροις, ἡ φλογοφόρος βάτος, ἣν εἶδέ ποτε ὁ παμβόητος ἐν ὄρει Σινᾷ Μωϋσῆς. Χαίροις, ἡ ἁγιόβλαστος ῥάβδος Ἀαρὼν, τοῦ ὄντως ἐν ἱερεῦσι περιβλέπτου. Χαίροις, ἡ πορφυροποίκιλτος νέα σκηνὴ, ἣν ὁ ποικιλτὴς ἐκαινούργησε Βεσελεήλ. Χαίροις, τὸ χρυσοῦν διάλιθον καὶ χρυσοΰφαντον λόγιον. Χαίροις, τὸ ὑπὸ τῶν δύο Σεραφὶμ κατασκιαζόμενον ἱλαστήριον.

Χαίροις, τὸ ἱερατικὸν τῆς ἀρχιερατικῆς στολῆς Ἐφούδ. Χαίροις, τὸ χρυσοῦν τῶν θυμιαμάτων ...... ᾔνεσαν ἐν φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. Χαίροις, εἰς ἣν δι᾽ ἡμᾶς σαρκὶ σκηνώσας ᾤκησεν ὁ λέγων ἐν Ἡσαΐᾳ· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.

Χαίροις, ὦ Θεοῦ θεοφόρον κειμήλιον, ἡ σαρκὶ χωρήσασα τὸν μηδαμῶς χωρούμενον. Χαίροις, ὁ Θεοῦ θεοφόρον κειμήλιον, καὶ παντὸς ἀκούσματος ἀνώτατον ἄκουσμα. Χαῖρε, διὰ τοῦτο χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ αἰνίττεται Ἰακὼβ λέγων· Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.

Χαῖρε, ὅτι τέτοκας παιδίον, περὶ οὗ φησιν ὁ πατρόθεος Δαβίδ· Ὅτι ζήσεται, καὶ δοθήσεται αὐτῷ ἀπὸ τοῦ χρυσίου τῆς Ἀραβίας. Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ παρίστανται χιλίαι χιλιάδες ἀγγέλων, κατὰ τὸν Δανιήλ. Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ ὑμνολογεῖ, καὶ δοξολογεῖ καὶ εὐλογεῖ τῶν ἐπουρανίων καὶ ἐπιγείων ἡ σύμπασα κτίσις. Χαῖρε, ὅτι τέτοκας παιδίον, ὅπερ θεολογεῖ τὰ πολυόμματα Χερουβὶμ, καὶ κυριολογεῖ τὰ ἑξαπτέρυγα Σεραφίμ.

Χαῖρε, ὅτι τέτοκας παιδίον ἐν τῇ πολυωνύμῳ πόλει τοῦ Δαβίδ. Χαῖρε, ὅτι τέτοκας παιδίον προαιώνιον καὶ πρόσφατον, ἐκ πηγῶν Ἰσραὴλ καταγόμενον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸν τῶν βρεφῶν τεχνουργὸν, καὶ συνοχέα τῶν ὄλων. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸν τοῦ Πατρὸς ὁμοδύναμον καὶ ὁμόδοξον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, καθὰ διαγορεύει Λουκᾶς ὁ θαυμάσιος, ἐν τῷ τεσσαρακοστῷ πρώτῳ ἔτει τῆς βασιλείας Αὐγούστου Καίσαρος.

Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα ἄγγελοι παμπληθεῖς τὰ ἐπίγεια κατέλαβον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα ποιμένες νυκτοφύλακες ἀγραυλοῦντες ἐθαύμαζον. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκεν ὑπέμελπον ἄγγελοι λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα θορυβεῖται καὶ φωνοκτυπεῖται.

Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ἡρώδης θυμομαχῶν ταράττεται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ἡ συγγενής σου Ἐλισάβετ ὑπερόριος γίνεται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα Ζαχαρίας ὁ παμμέγιστος ἱερεὺς μεταξὺ τοῦ ναοῦ κτείνεται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ἡ Βηθλεὲμ στρατιωτικῶς ἐρευνᾶται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα ξιφηφόροι στέλλονται δήμιοι. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗτινος ἕνεκα νεογενῆ καὶ μιμηλόφωνα βρέφη, μεληδὸν ἀναλίσκονται. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, οὗ ἕνεκα Ῥαχὴλ ποταμηδὸν δακρύουσα, βαρύγχητον ἐκπέμπει μέλος. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὀκταήμερον περιτεμνόμενον κατὰ τὸν Μωϋσέως νόμον.

Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ τὸν νόμον ἐν πλαξὶ λαξεῦσαν, καὶ ὑπὸ νόμον γενόμενον, καὶ νόμον ἐκπληροῦν. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, ὅπερ ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῷ Σολομωντείῳ προσήνεγκας ναῷ. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, νηπιοφανὲς, ὅπερ ὁ πολιοφανὴς ἱερεὺς Συμεὼν ἰδὼν, ἀπολύεσθαι ἔσπευδε. Χαῖρε, ὅτι γεγέννηκας βρέφος, τὸ ὑπὸ τῆς προφήτιδος καὶ χήρας Ἄννης, ἐναντίον παντὸς λαοῦ κυριολογηθέν.

Χαῖρε, κεχαριτωμένη, χαῖρε δι᾽ ἧς ἡμῖν ἐπέφαινεν ὁ πρὸ πάντων βουνῶν γεννηθεὶς, Θεὸς, φημὶ, ὁ παντεξούσιος. Χαῖρε, δι᾽ ἧς ἡμῖν ὁ ὑπερκόσμιος ἐπέφανεν, ὁ κόσμον ἄκοσμον κοσμήσας, καὶ κτίσιν ἄκτιστον κτίσας. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, ἐκ Πατρὸς ἀγεννήτου γεννηθείς. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν ἐκτείνας, καὶ τὴν ξηρὰν ἐπὶ τῶν ἀβυσσίων ἑδράσας ὑδάτων.

Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ ψάμμῳ χαλινώσας τὴν μεγαλομέγεθον τε καὶ κοσμοχώρητον, καὶ θαυμαστοθέατον θάλασσαν. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν ὁ χερσὶν ἀχράντοις καὶ ἀχειροπλάστοις χειροπλαστήσας τὸν πρῶτον ἐν ἀνθρώποις ἄνθρωπον Ἀδάμ. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν ὁ λέγων πρὸς Ἀβραὰμ, Ἣ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν ὁ πάλαι διὰ Μωσέως Αἰγυπτιακῆς δουλείας ῥυσάμενος λαὸν Ἰσραηλίτην, καὶ Φαραωνίτην θαλασσοκτονήσας ἄνακτα. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ κατὰ γενεὰν ὀπτανόμενος ἔν τε Πατράσι καὶ προφήταις, καὶ πᾶσι τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ διὰ σπλάγχνα ἐλέους διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἐν ἁγίοις ἅγιος, καὶ μόνος ἐν δεδοξασμένοις ἔνδοξος, καὶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Χαῖρε, δι᾽ ἧς ἡμῖν ἐπέφανεν, ὁ μόνος ἀπαθὴς, καὶ μόνος συμπαθὴς, καὶ μόνος ἀψευδὴς, καὶ μόνος ἐκ μόνου μονογενὴς Θεοῦ Υἱὸς καὶ Θεός. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ἡμῖν γεννᾶται ὁ αὐτογενέθλιος, καὶ φύεται ὁ αὐτοφυὴς, καὶ αὔξεται ὁ τέλειος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ἡμῖν σωματοῦται ὁ ἀσώματος, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ χωρεῖται ὁ ἀχώρητος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ζωοῦται ὁ αὐτόζωος, καὶ ποσοῦται ὁ ἄποσος, καὶ σαρκοῦται ὁ ἄσαρκος.

Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ὁ ἄκτιστος κτίζεται, καὶ πτωχεύει ὁ πλούσιος, καὶ νηπιάζει ὁ ὕψιστος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ψηλαφᾶται ὁ ἀψηλάφητος, καὶ κρατεῖται ὁ ἀνέπαφος, καὶ βαστάζεται ὁ βαστάζων τὰ πάντα. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς γαλακτοτροφεῖται ὁ τοῦ παντὸς κηδεμὼν, καὶ τροφεὺς, καὶ πρύτανις Θεός. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι᾽ ἧς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, Υἱὸς ἀνθρώπου σωματικῶς κατ᾽ εὐδοκίαν ἄφραστον πέφηνε.