Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν νοσούντων ἐπίσκεψις, καὶ μόνη τῶν ἀσθενούντων ἴασις, καὶ μόνη τῶν δαιμονώντων ὑγίωσις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν πλεόντων κυβέρνησις, καὶ μόνη τῶν νυκτοπορούντων συνοδοιπόρος καὶ συνδιαγωγός. Χαῖρε, ὅτι πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ τὴν μόνην καθαρὰν ἐλπίζουσι, καὶ πρὸς σὲ διὰ παντὸς ἀτενίζουσι. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ προϊσταμένη ἡμῶν τῶν ταπεινῶν, καὶ λυτρουμένη ἡμᾶς ἐκ πάσης δικαίας ὀργῆς τε καὶ ἀπειλῆς. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ διαφυλάττουσα καὶ περισκέπουσα τὸ πτωχογενὲς ἡμῶν φῦλον ἐν πειρασμοῖς, ἐν κινδύνοις, καὶ ἐν διαφόροις συμφόραις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ὅτι οὐδεὶς ὡς σὺ πλὴν Θεοῦ τηλικοῦτον κεκληρονόμηκεν ὄνομα, ἢ τοιαύτης πώποτε τέτυχε δόξης. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον ὑπερκοσμίως τὴν ὑπερκόσμιον ταύτην πανηγυρίζομεν ἡμέραν. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον, ἑορτὴν ἑορτῶν, καὶ πανήγυριν πανηγύρεων πανδημεὶ ἑορτάζομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον ἀγεληδὸν ἐπαθροιζόμεθα ἐν τοῖς σοῖς ἁγιοβάτοις ναοῖς, καὶ μεγαλοφώνως σε γεραίρομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον δίκην μελισσῶν ἐπισυναγόμενοι πληθύνομεν τὴν ὑμνολογίαν, ὡς σὺ τὴν προστασίαν.