Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν Ματθαῖον

Ἰωάννης ὁ Δαμασκηνός

Η διαρκής παρουσία του Κυρίου και η συντέλεια του αιώνος

Εκτενής ερμηνεία της υποσχέσεως του Χριστού προς τους Αποστόλους, η θεολογική σημασία της λέξεως «έως» στην Αγία Γραφή και εσχατολογική προτροπή με κατακλείδα δοξολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 3

Οὐ μετ᾽ ἐκείνων μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ᾽ ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ᾽ ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς.

Μὴ γάρ μοι, φησὶ, τὴν δυσκολίαν εἴπητε τῶν πραγμάτων. Ἐγὼ γάρ εἰμι μεθ᾽ ὑμῶν πάντα ποιῶν εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Παλαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλομένῳ, καὶ τῷ Μωσῇ, καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις, Ἐγώ εἰμι μεθ᾽ ὑμῶν. Οὕτω καὶ ἐνταῦθα, τούτοις.

Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν. Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι πολλάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγξαντο εἰς τὴν οἰκουμένην πεμπόμενοι. Τὸ δὲ ἕως, πολλαχοῦ τῆς Γραφῆς, τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει· οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα. Εἴρηται νῦν περὶ τῆς Ἀειπαρθένου Θεοτόκου ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ὁ Ἰωσὴφ, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ οὔ τί που οἰητέον ὅτι μετὰ ταῦτα ἀνδρὸς συνάφειαν κατεδέξατο.

Ἐπηγγείλατο οὖν κἀνταῦθα ὁ Κύριος ἕως τῆς συντελείας εἶναι μεθ᾽ ἡμῶν, οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος Ἀπόστολος, ὅτι μετὰ τὴν κοινὴν ἀνάστασιν Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἀφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρᾷν ἀηδῆ μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα· τὰ μὲν γὰρ λυπηρά φησιν ἅπερ ὑποστήσεσθε ἐν τῷ παρόντι βίῳ, συγκαταλύονται· ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ ὧν ἀπολαύσεσθε ἀθάνατα μένει. Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα, καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις· ἀλλὰ μὴ φοβηθῶμεν μόνον καὶ φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως καιρός ἐστι, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.