Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή, καταγωγή και γέννηση του προφήτη Ηλία

Αναφορά στην εμφάνιση της ειδωλολατρίας στο βασίλειο του Ισραήλ, τον σκοπό της προφητικής αποστολής και την ιερατική καταγωγή και θαυμαστή γέννηση του Ηλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 7

Ὑπόμνημα εἰς τὸν μέγαν προφήτην Ἠλιοὺ τὸν Θεσβίτην. Ἄρτι μὲν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραὴλ σὺν ἀλλήλαις ἦσαν καὶ ἀδιαίρετοι, ἀγάπης εὐνοίᾳ συνδούμεναι καὶ θεοῦ τοῖς προστάγμασιν εἴκουσαι· μετὰ γὰρ Μωσέα καὶ Ἰησοῦν, τὸν τοῦ Ναυῆ, καὶ τοὺς μετ’ ἐκείνους κριτὰς τοῦ λαοῦ Δαυὶδ ὁ προφήτης εἰς βασιλέα τούτοις χρισθείς, καὶ πρὸς τὸν υἱὸν Σολομῶντα τὴν βασιλείαν οὗτος μεταγαγὼν <ἦν>. Ἔμενον καὶ μέχρις ἐκείνου αἱ φυλαὶ ἀδιαίρετοι, μηδὲ θατέρας αὐτῶν τῆς ἑτέρας παρασπωμένης, ἀλλὰ φυλαττούσης ἑκάστης, ἣν ἐξ ἀρχῆς ὁμόνοιαν εἵλετο.

Ἐπεὶ δὲ ὁ τούτου παῖς Ῥοβοὰμ τὴν τοῦ πατρὸς διεδέξατο βασιλείαν καὶ οἷα νέος καὶ τὸ φρόνημα ὀλισθηρὸς αὐθαδῶς τοῖς ὑπηκόοις ἐχρῆτο οὐ μᾶλλον συνέλκων πρὸς ἑαυτὸν ἢ ἀφέλκων καὶ ἀποσπῶν, ὑπ’ ἐκείνου δὴ καὶ αἱ φυλαὶ διερράγησαν καὶ αὐτῷ καὶ ἀλλήλαις ἀντεπανέστησαν· δέκα γὰρ αὐτῶν ἀποστᾶσαι καὶ Ἱεροβοάμ, τῷ τοῦ Σολομῶντος δούλῳ, προσκολληθεῖσαι, σὺν αὐτῷ καὶ τὴν Σαμάρειαν ᾤκησαν μόνας τὰς δύο φυλὰς τὴν Ἱερουσαλὴμ λιποῦσαι οἰκεῖν. Ἀμέλει καὶ οὗτος ἀναγώγους τοῖς τρόποις εὑρὼν καὶ γαστρὶ ζῶντας καὶ τοῖς ὑπὸ γαστέρα πρὸς πᾶν μὲν εἶδος ἀκολασίας ἐπαίδευσε, πρὸς πᾶσαν δ’ ἀσέβειαν ἤσκησε, τούτοις καὶ ναὸν δομησάμενος καὶ δαμάλεις δύο προστησάμενος, ὡς ἂν ἔχοιεν εὐχερῶς καὶ τὰ χειροποίητα λατρεύειν, ἅτε καὶ πρὸς ταῦτα ἐπικλινῶς ἔχοντες, ἀλλὰ γὰρ ἐγγὺς τούτοις καὶ τὰ ἐπίχειρα τῶν κακῶν παρά τε τοῖς ἀστυγείτοσι καὶ προσοίκοις πολιορκουμένοις καὶ παρὰ Βαβυλωνίοις καὶ Πέρσαις ἀναστάτοις ἤδη γεγενημένοις καὶ τὰ πάντων δεινότατα πάσχουσι. Ἀλλὰ ταῦτα μὲν ὕστερον.

Τέως δὲ καὶ τὰ κάκιστα δρῶντας οὐ παντελῶς ὁ ἀγαθὸς θεὸς κατελίμπανεν, ἀλλὰ καὶ προνοίας ἠξίου τῆς παρ’ αὑτοῦ καὶ χεῖρα βοηθὸν ὤρεγε καὶ χρησμοὺς δὲ ἄνωθεν καὶ προρρήσεις ἐδίδου τοῦ μέλλοντος καὶ τό γε μεῖζον καὶ προφήτας αὐτοῖς καὶ προφητείας ἀπέστελλεν, ὡς ἂν ἑνί γε τῷ τρόπῳ πρὸς ἑαυτὸν ἕλῃ καὶ ἐπισπάσηται· ἀλλὰ γὰρ πρὸ τῶν ἄλλων καὶ μετὰ τῶν ἄλλων τὸν προφήτην Ἠλίαν τούτοις ἐπαποστείλας, αὐτὸν καὶ ὁρᾶν καὶ ἐπισκοπεῖν καὶ τὰ παρ’ αὐτῶν δρώμενα ἐκδικεῖν διετάξατο.

Περὶ οὗ δεῖ καὶ ἡμᾶς βραχέα διὰ τοῦ λόγου εἰπεῖν, αὐτοῦ τὰ πλεῖστα χρωμένους τοῖς λόγοις, καὶ οἷς ἐκεῖνος φθεγγόμενος ἦν ζήλῳ θείῳ πυρούμενος. Οὐκοῦν καὶ τῷ λόγῳ οὗτος προσκείσθω καὶ ἡμῖν ὑπόθεσις προτεθείσθω μάλιστα καὶ τῆς τούτου ἐνεστηκυίας ἡμέρας, ἣν καὶ πανηγυρίζομεν ἤδη καὶ ἣν τιμαῖς τιμῶμεν ταῖς ἐτησίοις.

Οὗτος τοιγαροῦν ὁ ἱερὸς καὶ θεῖος ἀνήρ, ἐκ φυλῆς ἦν Ἀαρὼν καὶ ἐν Ἀραβίᾳ τεχθείς. Κατὰ τὸν τῆς γεννήσεως καιρόν, καθ’ ὃν καὶ εἰς φῶς προῄει, ἄνδρας λευχείμονας ὁ τούτου ἑώρακε πατὴρ σπαργανοῦντάς τε αὐτὸν ἐν πυρὶ καὶ φλόγα πυρὸς διδόντας φαγεῖν· ὃ καὶ τοῖς ἱερεῦσιν εἰπόντι, μέγαν, οὗτοι ἔφασαν, ἔσεσθαι τὸν παῖδα θεῷ, φωτὸς ἀεὶ ἔμπλεω ὄντα καὶ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ πυρὶ κρίνοντα. Ὃς καὶ Θεσβίτης παρὰ τούτοις ἐκλήθη, τὸ δῶμα εἶναι τὴν Θέσβην τοῖς ἱερεῦσι κεκληρωμένον. Ἐν ᾧ δὴ οὗτος κατῴκει ἀρετὴν ἐκ νέου ἀσκῶν καὶ φλογοειδῆ τὴν ψυχὴν διὰ τὴν πυρίπνοον τοῦ πνεύματος χάριν ἀπεργαζόμενος.

Πάντως δὲ οὐδεὶς ἀντερεῖ μὴ οὐχὶ τηλικοῦτον γεγενῆσθαι τὸν ἄνδρα, οἷον ἄρα ἐξὸν καὶ φλόγα καὶ ῥομφαίαν καὶ πῦρ καὶ ὕδωρ καὶ τἆλλα δὴ τὰ ὑπερφυῆ ἔχειν τε παρ’ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἐπαφιέναι, ὅτε καὶ βούλοιτο. Δηλώσει δὲ καὶ ὁ λόγος τὰ περὶ αὐτῶν ἀπὸ μέρους.