Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Δαμασκηνός

Η φυγή στην έρημο, η θεοφάνεια στο Χωρήβ και η κλήση του Ελισσαίου

Η καταδίωξη από την Ιεζάβελ, η θεοπτία μέσω της λεπτής αύρας στο όρος Χωρήβ και οι θείες εντολές, συμπεριλαμβανομένης της κλήσης του Ελισσαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 7

Ἡ δὲ Ἰεζάβελ οὐδ’ οὕτως μεθίει τῆς πονηρίας οὐδὲ τὴν κακίαν οὐμενοῦν ἀπεβάλλετο οὐδαμῶς, ὅτι μηδ’ Αἰθίοψ τὴν μελανίαν ἢ πάρδαλις τὰ ποικίλματα, ἀλλ’ ἐνεκότει καὶ μετὰ τὴν παραδοξοποιίαν τῷ προφήτῃ, καὶ πλέον μᾶλλον, ὅτι δὴ καὶ μεμαθήκει τῶν παρ’ αὐτῆς προφητῶν τὴν ἀναίρεσιν· ἐνήδρευε γὰρ αὐτὸν καὶ κακῶς θήσειν διεμελέτα ἀπειλοῦσα, εἰ λάβοι, τοῦτον θανάτῳ ὑπεξαγαγεῖν καὶ ἶσα τοῖς παρ’ αὐτοῦ ἀνῃρημένοις τὴν ἐκείνου θήσειν ψυχήν.

Τί οὖν Ἠλίας; Φοβεῖται τὸ γύναιον; Οὕτω γὰρ ὁ περὶ αὐτοῦ λόγος, ὡς ἂν καὶ τὴν ἀνθρωπείαν δείξῃ φύσιν τῷ πάθει τῆς δειλίας κατισχυμένην καὶ αὐτός, μή, παρ’ ὅ ἐστι, νομισθῇ, δι’ ἃς εἴργαστο θεοσημείας. Ἔνθεν καὶ ἀφικνεῖται εἰς Βηρσαβεὲ γῆν οὖσαν Ἰούδα καὶ πορεύεται ἡμέρας ὁδὸν κατὰ τὴν ἐκεῖ ἔρημον καὶ κοπώδης ἐκ τῆς ὁδοιπορίας γενόμενος καθέζεται ἐπ’ ἐδάφους ποτνιώμενος ὥσπερ πρὸς τὸν θεὸν καὶ λέγων· «Λαβὲ δὴ τὴν ψυχήν μου, κύριε, ἀπ’ ἐμοῦ, ὅτι οὐ κρείσσων ἐγὼ παρὰ τοὺς πατέρας μου.» Καὶ ὕπνῳ ληφθεὶς καθεύδει ἄσιτος παρά τι φυτόν. Καὶ ἰδού τις ἥψατο αὐτοῦ. Ἄγγελος δὲ ἦν κυρίου ἀποσταλεὶς καί φησιν τούτῳ· Ἀναστὰς φάγε, ὃν κατὰ κεφαλῆς ἐγκρυφίαν ὁρᾷς, παρ’ ᾧ καὶ καμψάκης ὕδατος, οὗ πίεσαι. Καὶ ὃς ἀνέστη καὶ μετέλαβε τῶν παρακειμένων καὶ ἐπιστραφεὶς ὕπνωσε αὖθις. Καὶ πάλιν ἐκ δευτέρου ὁ ἄγγελος· Ἀνάστηθι, φησίν, καὶ μετάσχου πάλιν τροφῆς· πολλὴ γάρ σοι ἡ ἀπὸ τοῦδε ὁδός, ἣν καὶ διιέναι μέλλεις. Καὶ φαγὼν ἤδη καὶ ἐνισχύσας ἄσιτος τοῦ λοιποῦ ἐφ’ ὅλας τεσσαράκοντα διετέλεσεν ἡμέρας, ἕως καὶ πρὸς τὸ Χωρὴβ ἀφίκετο ὄρος, ἐκεῖ καταλύσων καὶ θεῷ ἐντευξόμενος.

Ἤδη γὰρ ἐκεῖσε ἀφικομένου καὶ ῥῆμα εὐθὺς τοῦ κυρίου πρὸς τοῦτον· Τί σὺ ἐνταῦθα, φησίν, Ἠλιοῦ, προκαλουμένου ὥσπερ αὐτὸν εἰς ἀπόκρισιν. Καὶ ὅς· «Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ. Τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητοῦσι τὴν ψυχήν μου ἀπ’ ἐμοῦ λαβεῖν.» Καὶ ἡ ὁραθεῖσα πάλιν πρὸς τοῦτον φωνή· «Αὔριον, φησίν, ἐξελεύσῃ καὶ ἐν τῷ ὄρει στήσῃ ἐνώπιον κυρίου. Ἰδοὺ οὖν, παρελεύσεται κύριος. Καὶ ἰδοὺ πνεῦμα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας· οὐκ ἐν τῷ πνεύματι κύριος. Καὶ μετὰ τὸ πνεῦμα συσσεισμός· οὐκ ἐν τῷ συσσεισμῷ κύριος. Καὶ μετὰ τὸν συσσεισμὸν πῦρ· οὐκ ἐν τῷ πυρὶ κύριος. Καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς· κἀκεῖ κύριος.» Ταῦτα οὖν ἀκούσας Ἠλιοὺ καὶ ἰδὼν καὶ ὥσπερ ἐκστάσει ληφθείς, ἐπεὶ καὶ μικρὰ φαντασία θεοῦ οἶδε τὸν νοῦν ἐξιστᾶν μὴ ὅτι γε ὅρασις τηλικαύτη καὶ παρουσία θεοῦ εἴτουν ἐνέργεια, συγκαλυψάμενος τὸ πρόσωπον ἔξεισι καὶ ὑπὸ τὸ σπήλαιον ἵσταται.

Καὶ πάλιν ἡ χρηματίζουσα φωνὴ πρὸς αὐτόν· «Τί σὺ ἐνταῦθα, Ἠλιοῦ,» φάσκουσα, ὅπερ ἤδη καὶ πρότερον. Ὁ δὲ τῷ ἔνδον καὶ ἔτι πυρούμενος ζήλῳ τὰ αὐτὰ δὴ καταλέγει, ἅπερ καὶ πρὶν διεξῄει, τὴν τῶν θυσιαστηρίων φημὶ καταστροφήν, τὴν ἀναίρεσιν τῶν προφητῶν, τὸ μονώτατον ὑπολελεῖφθαι, τὸ ὅσον οὔπω καὶ αὐτὸν ἀνῃρῆσθαι μετὰ τῶν ἄλλων. Οὗ καὶ τὴν ἀθυμίαν παραμυθούμενος ὁ πλούσιος ἐν ἐλέει·

Μὴ οἴου, φησίν, μόνος παραλελεῖφθαι αὐτὸς μηδὲ μόνος ἄδικτος τοῦ κακοῦ μεῖναι· εἰς ἑπτακισχιλίους γὰρ οἱ παρ’ ἐμοὶ μένοντες ἀριθμοῦνται, οἳ μηδὲ γόνυ ἔκαμψαν τῇ Βάαλ ποτὲ μήτε μὴν κατὰ ψυχὴν ἢ κατὰ σῶμα τῷ εἰδώλῳ ἔνειμαν τὴν προσκύνησιν.

Ἐπεὶ δ’ ἐπ’ ἄλλα τὸν προφήτην ἡ ὁραθεῖσα φωνὴ ἔτρεψεν εἴς τε τὸ χρῖσαι βασιλέας τὸν Ἀζαὴλ ἐκεῖνον καὶ τὸν Ἰού, καὶ δὴ καὶ τὸν Ἐλισσαῖον εἰς προφήτην, ὃς καὶ συνοπαδὸς αὐτῷ ἔμελλεν ἔσεσθαι, τὰ προσταχθέντα καὶ αὐτὸς εὖ διαθέμενος τὴν ἐκεῖσε πορευσόμενος ἀπῄει ὁδόν. Καὶ δὴ τὸν Ἐλισσαῖον βοῦς ἀροτριῶντα καταλαμβάνει—ἦσαν γὰρ αὐτῷ διπλασίους τῶν δώδεκα—, ᾧ καὶ τὴν μηλωτὴν ἐπιρρίψας.