Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τοὺς ἐν πίστει κεκοιμημένους

Ἰωάννης ὁ Δαμασκηνός

Εισαγωγή στο ζήτημα των κεκοιμημένων και ανασκευή των εσφαλμένων αντιλήψεων

Ο συγγραφέας εισάγει το θέμα της ωφέλειας των ψυχών και αναιρεί την πλάνη ότι τα αγαθά έργα μετά θάνατον δεν προσφέρουν όφελος στους προαπελθόντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΙΣΤΕΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝ ΟΠΩΣ ΑΙ ΥΠΕΡ ΑΥΤΩΝ ΓΙΝΟΜΕΝΑΙ ΛΕΙΤΟΥΡΓΙΑΙ ΚΑΙ ΕΥΠΟΙΙΑΙ ΤΟΥΤΟΥΣ ΟΝΙΝΗΣΙΝ. αʹ. Τὰ τῶν βρωμάτων ἡδέα καὶ τίμια προτιθέμενα πολλάκις, οὐ μόνον τοὺς πεινῶντας εἰς βρῶσιν ἕλκουσιν, ἀλλ᾽ ἐνίοτε καὶ τοὺς ἤδη κεκορεσμένους προσερεθίζουσιν· ὥσπερ καὶ τῶν πομάτων τὰ λίαν ἡδύποτα καὶ εὐώδη, οὐ τοὺς διψῶντας μόνον, ἀλλὰ μὴν καὶ τοὺς ἔμπαλιν πρὸς μετάληψιν θέλγουσιν. Ὡσαύτως πάλιν καὶ τοὺς φιλοπλούτους, ὅταν μεγάλης περιουσίας κρατήσωσιν, ἔρως ἀεὶ ἀναγκάζει τούτους ζητεῖν ἀφορμὰς, ὅσαι καθ᾽ ἡμέραν τὸν πλοῦτον τούτοις προσεπεκτείνουσιν. Οὐκοῦν καὶ ὑμᾶς, ὦ τιμιώτατα τῆς Ἐκκλησίας ἐκλόγια, ἱερεῖς καὶ Πατέρες, ἀδελφοὶ καὶ μητέρες καὶ τέκνα φίλτατα, οὐ τῶν θείων λογίων λιμὸς, οὔτε τις δίψα τῶν ἱερῶν μαθημάτων, οὔτ᾽ αὖ πενία γνώσεως τῆς ἐνθέου, ἐπὶ τὸν νῦν ἐκτεθέντα λόγον προσεπικλίνειεν, ἀλλ᾽ ἔφεσις ὄντως θεοχαριτώτατος προσάγουσα ὑμᾶς ἐκ δυνάμεως εἰς δύναμιν, καὶ ἐκ χαρίτων εἰς χάριτας, καὶ ἐκ μνήμης εἰς ἀνάμνησιν. Ὃ γὰρ πολλάκις τελείοις λέλοιπε, τοῦτο παιδίον ηὕρατο· καὶ ὃ σοφοὺς παρέδραμεν, ἰδιώταις ἐνέσκηψε· καὶ ὃ διδασκάλους διέλαθε, μαθηταῖς ἐπεφοίτησεν.

Ἡμῖν δὲ οὐδὲ τοῦτο εἰπεῖν τολμητέον, ἀλλ᾽ ὥσπερ ἐπιφυλλίδα μετὰ τὸν τρυγητὸν καταλελειμμένην, καὶ στάχυν μετὰ τὸν ἀμητὸν διὰ τὸ πλῆθος παρεωραμένον, καὶ πᾶσαν ἁπλῶς ἐπὶ δένδροις ὀπώραν μετὰ τὴν συλλογὴν ἐκλελησμένην ἐπισωρεύσαντες, οὕτω τοὺς βουλομένους, Χριστοῦ τοῦ ἀληθινοῦ συνεργοῦντος Θεοῦ, καὶ τὸν λόγον διὰ τῶν ἔργων καὶ ἀποδείξεων βεβαιοῦντος, δεξιωσόμεθα.

βʹ. Ὁ περὶ πάντα τοίνυν τὰ καλὰ καὶ θεοφιλῆ πράγματα καὶ διανοήματα κοιλαινόμενος ὄφις, καὶ σφαττόμενος παλαμναῖος ἐχθρὸς, τῇ μὲν φιλαδελφίᾳ πληττόμενος, τῇ δὲ πίστει ῥηγνύμενος, τῇ ἐλπίδι νεκρούμενος, τῇ συμπαθείᾳ κραδαινόμενος, ἐνέσκηψέ τισιν ὁ παράνομος σκῆψίν τινα ἔκφυλον καὶ ἀλλότριον, καὶ τῶν ἱερῶν θεσμῶν εἰς ἅπαν ἀντίθετον· ὡς ὅτι τὰ μετὰ θάνατον πάντα τὰ θεοφιλῆ ἔργα οὐδὲ τοὺς προλαβόντας ὀνίνησιν. «Ἀπέκλεισε γὰρ, φησὶν, ὁ Θεὸς κατ᾽ αὐτῶν·» καὶ, «Κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἶτε φαῦλον·» καὶ, ὅτι «Ἐν τῷ ᾅδῃ τίς ὁμολογήσεταί σοι;» καὶ πάλιν, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·» καὶ, «Ὅτι ὃ ἔσπειρεν ἕκαστος, τοῦτο καὶ θερίσει. Ἀλλ᾽, ὦ σοφοὶ, εἴπωμεν πρὸς αὐτοὺς, ἐρευνήσατε καὶ διδάχθητε, ὅτι πολὺς μὲν ὁ φόβος τοῦ τῶν πάντων Δεσπότου Θεοῦ, πολλῷ πλέον ἡ ἀγαθότης· καὶ φοβεραὶ μὲν αἱ ἀπειλαὶ, ἀνείκαστος δὲ ἡ τοῦ Θεοῦ φιλανθρωπία· καὶ φρικταὶ πάλιν αἱ καταδίκαι, ἄφατον δὲ τῶν οἰκτιρμῶν αὐτοῦ τὸ πέλαγος.