Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τοὺς ἐν πίστει κεκοιμημένους

Ἰωάννης ὁ Δαμασκηνός

Ερμηνεία της θείας κρίσης και παραδείγματα από τον βίο των αγίων

Επεξήγηση της θείας ανταπόδοσης κατά τη Δευτέρα Παρουσία και αναφορά σε διηγήσεις περί της θαυματουργικής ωφέλειας των προσευχών υπέρ των νεκρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 8

ηʹ. Τὸ γὰρ εἰπεῖν, ὅτι »Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καὶ, «Θερίσει πᾶς τις ὃ ἔσπειρε, καὶ τὰ τούτων ἀκόλουθα, περὶ τῆς παρουσίας πάντως τοῦ Κτίστου, καὶ τῆς τότε φρικτῆς ἀποφάσεως εἴρηται, καὶ τῆς τοῦ κόσμου τοῦδε συμπερατώσεως.

Τότε γὰρ ὅλως βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλὰ πᾶσα παράκλησις ἄπρακτος. Τῆς πανηγύρεως γὰρ διαλυθείσης, οὐκ ἔστι πραγματείας ἐμπόρευμα. Ποῦ γὰρ οἱ πένητες τότε; ποῦ λειτουργοί; ποῦ ψαλμῳδίαι; ποῦ εὐποιίαι; ποῦ ἀγαθοεργίαι;

Διὸ πρὸ τῆς ὥρας ἐκείνης ἀλλήλοις ἐπικουρήσωμεν, καὶ τῷ φιλαδέλφῳ καὶ φιλανθρώπῳ καὶ φιλοψύχῳ Θεῷ τὰ τῆς φιλαδελφίας προσοίσωμεν· δέχεται γὰρ εὖ μάλα, καὶ τοῖς ἀσυμφθάστως, καὶ οἷον εἰπεῖν, ἀνετοίμως ἐκδημήσασι, τὰς ὑπὸ τῶν τούτοις προσφερομένας τῶν ὑστερημάτων ἀναπληρώσεις εἰς ἔργον τούτοις καὶ πρᾶξιν λογίζεται. Θέλει γὰρ οὕτως ὁ φιλάνθρωπος Κύριος αἰτεῖσθαι, καὶ νέμειν τὰ τῶν ἰδίων κτισμάτων πρὸς σωτηρίαν αἰτούμενα, καὶ τότε μᾶλλον ὁλικῶς ἐπικάμπτεται· οὐχ ὅταν τις μόνον ὑπὸ ἰδίας· ψυχῆς ἀγωνίζηται, ἀλλ᾽ ὅταν ὑπὲρ τοῦ πέλας τοῦτο ἐργάζηται. Ἐντεῦθεν γὰρ ἐπὶ τὸ θεομίμητον ἐκτυποῦται, καὶ τὰς ἑτέρων δωρεὰς, ὡς οἰκείας ἐξαιτεῖ χάριτας, καὶ τῆς τελείας ἀγάπης τὸν ὅρον ἐμπερικλείει, καὶ τὸν μακαρισμὸν ἐκ τούτου πορίζεται, καὶ τὴν ἰδίαν σὺν τῇ τοῦ πέλας εὐεργετεῖ ψυχὴν ὅτι μάλιστα.

θʹ. Τί δὲ καὶ δυσαχθὲς τὸ πρᾶγμα νενόμισται; μήτι τὴν Φαλκονίλλαν ἡ πρωτόμαρτυς οὐκ ἔσωσε μετὰ θάνατον; Ἀλλ᾽ ἴσως ἐρεῖς, ὅτι αὕτη κατ᾽ ἀξίαν, ἐπεὶ πρωτόμαρτυς, καὶ ταύτης δέον εἰσακουσθῆναι τὴν δέησιν. Ἐγὼ δὲ πρὸς τοῦτό φημι· Καλῶς ἡ πρωτόμαρτυς ἐκεῖ. Σκόπει δὲ πάλιν, ὑπὲρ τίνος ἡ αἴτησις· ὅτιπερ ὑπὲρ Ἑλληνίδος, εἰδωλολάτριδός τε καὶ πάμπαν ἀνιέρου καὶ ἀλλοτρίου κυρίου ἐργάτιδος.

Ἐνταῦθα δὲ πιστὸς ὑπὲρ πιστοῦ πρὸς τὸν αὐτὸν Δεσπότην. Θὲς τοίνυν ἐκ θατέρου εἰς θάτερον, ὡς ἂν τὸ πρᾶγμα ἐξισωθήσεται, καὶ τὸ διστάζον οὐχ ὑπολειφθήσεται. ιʹ. Δίελθέ μοι αὖθις ἐκ τούτων εἰς ἕτερα ταυτοδύναμα καὶ ὁμότροπα· λέγω δὴ τὴν Παλλαδίου πρὸς Λαῦσον ἱστορικὴν βίβλον, ἐν ᾗ τὰ κατὰ τὸν μέγαν καὶ θαυματουργὸν Μακάριον παναληθῶς ἀναγέγραπται θαύματα· πῶς τὸ ξηρὸν κρανίον πυθόμενος, τὰ περὶ τῶν κεκοιμημένων μεμάθηκεν ἅπαντα. Εἶτα πρὸς τοῦτο· Οὐδέποτε τοίνυν τινὰ παραμυθίαν εὑρίσκετε; (ἦν γὰρ ὁ ἅγιος συνήθως ποιῶν ὑπὲρ τῶν κεκοιμημένων εὐχὰς, καὶ γνῶναι ἐφίετο εἰ ἄρα πρὸς ὄνησιν γίνονται·) τοῦτο δὲ βουληθεὶς ἐπιδείξασθαι ὁ φιλόψυχος Κύριος, καὶ τὸν ἑαυτοῦ πληροφορῆσαι θεράποντα, τῷ ξηρανθέντι κρανίῳ λόγον ἀληθείας ἐνέπνευσεν. Ὅτε, φησὶν, ὑπὲρ τῶν νεκρῶν τὰς δεήσεις προσφέρεις, τότε μικρὰς παραμυθίας τινὸς αἰσθανόμεθα.

ιαʹ. Ἄλλῳ δὲ πάλιν τῶν θεοφόρων Πατέρων μαθητὴν ἔχοντι ἐν ἀμελείᾳ βιοῦντα, καὶ τοῦτον πρὸς τὸ τοῦ βίου πέρας ῥᾳθύμως ἐπιφθάσαντα, ὁ πανοικτίρμων καὶ φιλόψυχος Κύριος, μετὰ δακρύων αἰτησαμένου τοῦ γέροντος, ὡς τὸν κατὰ τὸν Λάζαρον πλούσιον ἐν τῇ φλογὶ καυσούμενον μέχρι τραχήλου ὑπέδειξεν· ὡς ἐντεῦθεν πολλὰ τοῦ ἁγίου πονήσαντος, καὶ σὺν δάκρυσι τὸν Θεὸν ἐκλιπαρήσαντος, μέχρι τῆς ζώνης πάλιν ὑπέδειξεν. Εἶτα καὶ αὖθις κόπους τοῖς κόποις τοῦ ἁγίου προσθέντος, παντελεύθερον, καὶ τοῦ πυρὸς λελυτρωμένον ἐν ὀπτασίᾳ τῷ γέροντι δέδειχε.

ιβʹ. Καὶ τίς ἂν δυνηθείη καθ᾽ εἱρμὸν τὰς τούτων μαρτυρίας ἐκδιηγήσασθαι, τὰς ἐν τοῖς τῶν ὁσίων βίοις ἐντεταγμένας, ἐν μαρτυρίοις τέ φημι καὶ θείαις ἀποκαλύψεσιν, ἐναργῶς παριστώσας, καὶ μετὰ θάνατον μέγιστα τοὺς κατοιχομένους εὐεργετεῖν, τὰς ὑπὲρ αὐτῶν γινομένας εὐχάς τε καὶ λειτουργίας καὶ ἐλεημοσύνας; Οὐδὲν γὰρ τῶν δανεισθέντων Θεῷ ἀφανίζεται ὅλως, ἀλλὰ σὺν μεγίστῃ προσθήκῃ παρ᾽ αὐτοῦ ἀνταμείβεται.