Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τοὺς ἐν πίστει κεκοιμημένους

Ἰωάννης ὁ Δαμασκηνός

Η πρόνοια του Θεού για τους πένητες και η ερμηνεία του Μεγάλου Βασιλείου

Εξέταση της μεταθανάτιας κατάστασης των απόρων που στερούνται λειτουργιών, και ανάλυση της διδασκαλίας του αγίου Βασιλείου περί πλεονεξίας και μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 7 από 8

κεʹ. Εἰ δέ τις λέγοι περὶ τῶν ξένων καὶ πενήτων, οἳ τοὺς ὑπὲρ αὐτῶν ἀγωνισομένους οὐ κέκτηνται, οὔτε μὴν λειτουργιῶν ἢ διαδόσεων ἀπόμοιραν καταλιπεῖν ἐξισχύουσι· Τί ἄρα, φησὶν, οὗτοι; μὴ διὰ τὸ ἀπορεῖν αὐτοὺς καὶ ξένους ὑπάρχειν καὶ παραλελογισμένους, καὶ συμπόνους μὴ ἔχειν, ἀστοχήσουσι σωτηρίας; Οὐκοῦν ἄδικος ὁ Θεὸς, ἵνα τῷ ἔχοντι δώσει, τῷ δὲ μὴ ἔχοντι παρέξει οὐδέν; Ἄπαγε τοῦτο πᾶς τις ἐξ ἑαυτοῦ· καὶ γὰρ δίκαιος ὁ Θεὸς καὶ Δεσπότης, ἢ μᾶλλον εἰπεῖν τἀληθέστερον, αὐτοδικαιοσύνη καὶ σοφία καὶ ἀγαθότης καὶ δύναμις ἐνυπόστατος.

Ὡς οὖν δίκαιος, ἀντιμετρήσοι τῷ ἀπόρῳ τὰ εὔπορα· ὡς δὲ σοφὸς, τὴν τῶν ὑστερημάτων καταλλαγὴν πραγματεύσεται· ὡς δυνατὸς δὲ, τὸν ἰσχυρὸν κατεάξει, καὶ τὸ ἀσθενὲς ἐνισχύσει· ὡς δὲ ἀγαθὸς, τὸ τῶν οἰκείων χειρῶν διασώσει πλαστούργημα, εἰ μή τίς ἐστι τῶν προδήλως κατεγνωσμένων, καὶ τῶν τῆς ὀρθῆς πίστεως ἀποπτυστῶν, οὗτινος ἡ εὐώνυμος πλάστιγξ ἐπὶ πολὺ βαρυνθήσεται. Φασὶ γὰρ οἱ φωτισθέντες θεόθεν ἄνδρες, ὅτιπερ ὡς ἐν ζυγῷ ἐν τῇ ὑστάτῃ πνοῇ αἱ τῶν ἀνθρώπων δοκιμάζονται πράξεις· καὶ εἰ μὲν ἡ δεξιὰ πλάστιγξ τῆς ἑτέρας ὑπερέξει, εὔδηλον ὡς ἐν τοῖς δεξιοῖς ἀγγέλοις ὁ τυχὼν ἐναποψύξειεν. Εἰ δ᾽ αὖ ἐξ ἴσου ἀμφότερα, νικᾷ πάντως ἡ τοῦ Θεοῦ φιλανθρωπία. Ἀλλ᾽ ὥς φασιν οἱ θεηγόροι, εἰ καὶ μικρὸν ἡ τρυτάνη ἡ ἐν εὐωνύμοις νεύσει, καὶ τηνικαῦτα ὁ τοῦ Θεοῦ ἔλεος ἀναπληρώσει τὸ δέον. Ἰδοὺ τρεῖς αἱ τοῦ Δεσπότου θεῖαι κρίσεις· ἡ μὲν πρώτη, δικαία· ἡ δὲ δευτέρα, φιλάνθρωπος· ἡ δὲ τρίτη, ὑπεράγαθος. Εἶτα ἐκ τούτων ἡ τετάρτη, ὁπόταν αἱ πονηραὶ πράξεις ὑπερσταθμισθῶσιν ἄγαν. Οἴμοι, ἀδελφοί· καὶ ταύτη δικαιοτάτη πάντως, δίκαια θεσπίζουσα τοῖς κεκριμένοις.

κϛʹ. Εἰ δέ τινες λέγοιεν περὶ Βασιλείου τοῦ μάκαρος καὶ οἰκουμενικοῦ φωστῆρος, ὡς εἰρηκότος αὐτοῦ· «Μὴ πλάνασθε· Θεὸς οὐ μυκτηρίζεται. Νεκρὸς εἰς θυσίαν οὐκ ἀνάγεται. Ζῶσαν, φησὶ, προσάγαγε τὴν θυσίαν σου. Μὴ δύνασαι ἐκ τῶν τῆς τραπέζης σου λειψάνων τοὺς λαμπροὺς δεξιώσασθαι τοῦ βασιλέως· καὶ γὰρ ὁ ἐκ τοῦ περισσεύματος προσφέρων, ἀπρόσδεκτος. Σὺ δὲ, ἃ μετὰ πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ;» ἐρῶμεν· Καλῶς ὁ Μέγας Βασιλεῖος καὶ καλεῖ καὶ διδάσκει· ἀλλ᾽ ἴδε καὶ πρὸς τίνας λέγει· πρὸς πλεονέκτας, πρὸς ἅρπαγας, πρὸς παντελῶς ἀσπόνδους τε καὶ ἀνελεήμονας, ὡς αὐτὸς μαρτυρεῖ, λέγων· «Λιθίνῃ διαλεγόμεθα καρδίᾳ.» Καί· «Ὅτι ὃν μὲν ἔζησας χρόνον, καθηδυπαθῶν τοῦ βίου, καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας.

Ἀποθανόντος δέ σου, ποῖος μισθὸς ἐργασίας ὀφείλεται;» Καὶ αὖθις, ὅτι «Ἐπισκοτεῖ μοι ἡ οἰκία τοῦ γείτονος,» καὶ ὅτι «Ὁ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὔτε γνωρίζει ὅρια, ἀλλὰ πυρὸς δικὴν, πάντα καταλαμβάνει καὶ ἐπινέμεται, καὶ ὡς ποταμὸς ὁρμηθεὶς, τῇ φορᾷ παρασύρει τὸ ἐνιστάμενον,» καὶ ἕτερα τούτοις ἐφάμιλλα, ἅτινα πάντες ἴσασιν, οἱ ἐμμελῶς τῇ πανιέρῳ τούτου βίβλῳ προσεπικύψαντες, ὅτι πρὸς τοὺς μηδαμῶς τοῖς πένησιν ἐντολὴν δεδωκότας, ἀλλὰ καὶ τὰ τούτων ἁρπάζοντας, ὁ λόγος ἐξήρτηται.

κζʹ. Καὶ μή τις εἴποι· Καὶ ποῦ φησιν εὑρεθῆναι τοιοῦτον ἄνθρωπον, πλούτῳ κομῶντα, καὶ τοὺς πένητας μὴ οἰκτείροντα; Ναὶ, ὄντως εὑρίσκεται, καθὰ καὶ προείρηται ἐν πολλοῖς μὲν καὶ ἄλλοις χρόνοις, ἐν οἷς καὶ ἐν τοῖς τοῦ ἀοιδίμου καὶ πανοσίου Ἰωάννου τοῦ Ἐλεήμονος, ὁ μετελθὼν ἐξ ἀσπονδίας εἰς παντελῆ ἐλεημοσύνην καὶ ὁσιότητα, Πέτρος ὁ τελώνης ποτέ. Φέρεται γὰρ ἐν τῇ τούτου πανολβίᾳ τοῦ βίου δέλτῳ, ὅτι, φησὶν, ἐν ἐκστάσει αὐτοῦ γεγονότος, καὶ τὰς οἰκείας πράξεις σταθμιζομένας θεασαμένου, κατιδεῖν λέγεται σιλίγνιον ἐν τῇ δεξιᾷ τοῦ ζυγοῦ πλάστιγγι, ὃ καὶ αὐτὸ μετ᾽ ὀργῆς ἀντὶ λίθου εἰς τὸ τοῦ πένητος κατέλευσε πρόσωπον· δι᾽ ἧς ὀπτασίας ἐπὶ τὸ λίαν θεοσεβὲς κατηντηκέναι δέδεικται ὁ μακάριος οὗτος Πέτρος.

κηʹ. Ἰδοὺ τοιγαροῦν ἀναμφίβολος ἐγνώρισται, πρὸς οἵους ὁ μέγας Βασίλειος τὸν λόγον ἐσκεύασε. Γέγονε γὰρ καὶ λιμὸς τηνικαῦτα ἰσχυρός τε καὶ μέγας κατ᾽ ἐκεῖνον τὸν χρόνον· καὶ οἱ μὲν πλουτοῦντες τῇ φειδωλίᾳ νικώμενοι, τὸν πλοῦτον συνεῖχον· οἱ δ᾽ αὖ πένητες ἀπορίᾳ πιεζόμενοι, τῷ λιμῷ διεφθείροντο.

Ἤνοιξε τοίνυν ὁ θεῖος οὗτος Ποιμὴν, τοῖς ἀποτόμοις αὐτοῦ καὶ καμπτικοῖς, ἅμα δὲ, καὶ καταπληκτικωτάτοις λόγοις, τὰς τῶν ἐχόντων ἀδεῶς ἀποθήκας. Εἰ μὴ γὰρ οὕτως ἀπέφηνεν, οὐκ ἂν οἱ πένητες διετράφησαν, οὔτε μὴν οἱ πλουτοῦντες πρὸς οἶκτον ἐκάμφθησαν. Καὶ ὁ μὲν ταῦτα.