Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τοὺς ἐν πίστει κεκοιμημένους

Ἰωάννης ὁ Δαμασκηνός

Η παράδοση της Εκκλησίας και οι ιστορικές μαρτυρίες για τα μνημόσυνα

Η σταθερή τήρηση της παράδοσης των μνημοσύνων από την Εκκλησία και η επιβεβαίωσή της μέσα από τα παραδείγματα των αγίων και τους πατερικούς λόγους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 8

ιεʹ. Τοῦτο γὰρ μᾶλλον τέρπει καὶ κατευφραίνει τὸν φιλοικτίρμονα Κύριον, τὸ σπεύδειν ἕκαστον εἰς τὴν τοῦ πέλας βοήθειαν. Τοῦτο καὶ θέλει ὁ ἐλεήμων, καὶ βούλεται, ἵνα ὑπ᾽ ἀλλήλων οἱ πάντες εὐεργετώμεθα, καὶ ζῶντες, καὶ μετὰ θάνατον. Οὐ γὰρ ἂν ἡμῖν ἀφορμὴν ἐδεδώκει, τοῦ μνήμην ἐπὶ τῆς ἀναιμάκτου θυσίας ποιεῖσθαι τῶν προλαβόντων, καὶ πάλιν τρίτα, καὶ ἔννατα, καὶ τεσσαράκοντα, καὶ ἐτησίους μνήμας καὶ τελετάς· ἅτινα πάσης ἀντιῤῥήσεως ἄνευ ἡ καθολικὴ αὐτοῦ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ ὁ ταύτης θεοσύλλεκτος καὶ πανευσεβὴς λαὸς ἀπαρασάλευτα κατέχει καὶ ἀδιάβλητα, εἰ μὴ τοῦτο εὐθὲς ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ. Πάντως γὰρ εἰ χλεύη τὸ πρᾶγμα ἦν, καὶ ἀκερδὲς καὶ ἀνόνητον, πολλῶν γεγονότων θεοφόρων ἁγίων πατριαρχῶν, Πατέρων, καὶ διδασκάλων, ἐνέσκηψεν ἂν τούτων ἑνὶ καταπαῦσαι τὴν πλάνην· ἀλλ᾽ οὐδεὶς τούτων ἀνατρέψαι τοῦτό ποτε δεδοκίμακε, μᾶλλον μὲν οὖν καὶ κεκύρωκε· καὶ ὁσημέραι τὸ πρᾶγμα ἐπαύξεται καὶ προστίθεται, προσθήκην ἐπὶ προσθήκῃ δεχόμενον.

ιϛʹ. Δέον τοίνυν καὶ ἄλλων ἱστοριῶν ἐπιμνησθῆναι πρὸς τούτους. Γρηγόριος οὖν ὁ Διάλογος, ὁ τῆς πρεσβυτέρας, Ῥώμης ἐπίσκοπος, ἀνὴρ, ὡς ἴσασι πάντες, ἐν ἁγιωσύνῃ καὶ γνώσει ἐξάκουστος, ᾧ, φασὶ, λειτουργοῦντι οὐράνιος συνελειτούργει. καὶ θεῖος ἄγγελος.

Οὗτός ποτε ἀνὰ τὴν λίθινον πορείαν ποιούμενος, καὶ στὰς ἐξεπίτηδες, εὐχὴν κραταιὰν πρὸς τὸν φιλόψυχον Κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν Τραϊανοῦ τοῦ βασιλέως πεποίηκεν· ὃς παραυτίκα φωνῆς θεόθεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε ταῦτα φησάσης «Τῆς εὐχῆς σου, φησὶν, ἐπήκουσα; καὶ συγγνώμην Τραϊανῷ δίδωμι· σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσεβῶν εὐχὰς προσενέγκαι μοι.» Καὶ ὅτι τοῦτο γνήσιον πέλει καὶ ἀδιάβλητον, μάρτυς ἡ Ἑῴα πᾶσα καὶ Ἑσπέριος. Ἰδοὺ τοῦτο τῆς Φαλκονίλλης ὑπέρτερον.

Ἐκείνη μὲν γὰρ οὐδενὸς ἄλλου κακοῦ παραίτιος γέγονεν, οὗτος δὲ πολλῶν μαρτύρων πικρὸν ἐνεστήσατο μόρον. ιζʹ. Θαυμαστὸς εἶ, Δέσποτα, καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ σοῦ τὴν ἄφατον εὐσπλαγχνίαν δοξάζομεν, ὅτι πάντοτε πρὸς τὸ φιλάνθρωπον νεύεις, τοῖς δούλοις σου τὰς ἀφορμὰς παρέχεις, τῆς τε φιλαδελφίας, καὶ τῆς πρὸς σὲ βεβαίας πίστεως καὶ ἐλπίδος. Καὶ ἐδίδαξας ἡμᾶς διὰ τῶν σῶν θεραπόντων, εὐεργεσίας ποιεῖν ὑπὲρ ἀλλήλων, ἐξιλασμούς τε καὶ ὁλοκαυτώσεις, ὕμνους καὶ ψαλμῳδίας καὶ προσευχὰς, οὐκ εἰκῆ καὶ εἰς μάτην. Σὺ γὰρ ἀπλανὴς καὶ εὐπάροχος καὶ διδοὺς τοῖς πᾶσιν ὁτιοῦν προσφέρουσιν εἰς δόξαν σου μυριοπλασίονα τὴν ἀντίδοσιν· καὶ οὐδὲν ὅλως τῶν ἐπὶ τῷ σῷ ὀνόματι γινομένων ἀνόνητον.

ιηʹ. Μή τις τοιγαροῦν τοῦτο οἰέσθω, ἀδελφοὶ καὶ Πατέρες, ὅτιπερ ὅσα τῷ Θεῷ μετὰ πίστεως προσφέρονται, οὐ πολλαπλασίονα δίδωσι τὴν ἀντάμειψιν, καὶ τῷ ὑφ᾽ οὗ, καὶ δι᾽ οὓς προσάγονται. Ὥσπερ γὰρ μύρον, ἢ ἕτερον ἅγιον ἔλαιον, ὁ περιχρίειν θέλων νοσοῦντα, πρῶτον ἐκεῖνος, εἴτουν ὁ χρίων, μετέχει τῆς χρίσεως· εἶθ᾽ οὕτως διαλείφει τὸν κάμνοντα· οὕτω πᾶς τις ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας ἀγωνιζόμενος, πρῶτον ἑαυτὸν ὀνίνησιν, εἶτα τὸν πέλας. Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου, κατὰ τὸν θεῖον Ἀπόστολον.

ιθʹ. Ἀθανάσιος αὖθις ὁ πάνυ, ἐν τῷ εἰς κοιμηθέντας αὐτοῦ παναρμονίῳ λόγῳ, τάδε φησίν· «Ὅτι κἂν εἰς ἀέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατατεθῇ, μὴ ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι· δεκτὰ γὰρ ταῦτα παρὰ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν· τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς, ὁλοκαύτωσις· ἡ δέ γε θεία καὶ ἀναίμακτος θυσία, ἐξιλασμός· ἡ δὲ πρὸς τοὺς πένητας εὐποιία, προσθήκη πάσης ἀγαθῆς ἀντιδόσεως. Ἔστω οὖν ὁ σκοπὸς τοῦ τὴν προσαγωγὴν ὑπὲρ τοῦ κεκοιμημένου ποιοῦντος· ὃν τρόπον, ὅταν τις νήπιον ἔχῃ τέκνον, καὶ παντελῶς ἄναρθρον καὶ ἀνίσχυρον, εἶτα νοσοῦντος τούτου, ὑπὲρ αὐτοῦ κηροὺς καὶ θυμίαμα σὺν ἐλαίῳ εἰς θεῖον ναὸν μετὰ πίστεως ἄξῃ, ὁλοκαυτώσῃ τε ταῦτα διὰ τὸν παῖδα· οὐχ ὡς αὐτὸς ὁ παῖς ταῦτα καὶ κρατεῖ καὶ προσάγει, ὡς τὰς ἀποταγάς τε καὶ συνταγὰς ἐπὶ τῆς θείας ἀναγεννήσεως· οὕτω καὶ τὸν ἐν Κυρίῳ τελειωθέντα ἐννοείτω καὶ κρατεῖν καὶ προσφέρειν, τούς τε κηροὺς καὶ τὸ ἔλαιον, καὶ τὰ εἰς λύτρον αὐτοῦ προσαγόμενα πάντα· καὶ οὕτω Θεοῦ χάριτι τοῦ μετὰ πίστεως σκοποῦ οὐδόλως ματαιωθήσεται.