Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Η φύση του ανθρώπου και οι ψυχοσωματικές δυνάμεις

Η δημιουργία του ανθρώπου ως μικρόκοσμου, η φύση της λογικής ψυχής και του σώματος, καθώς και η ανάλυση των αισθήσεων, των παθών και των γνωστικών δυνάμεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 16

Περὶ ἀνθρώπου Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ θεός, ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ᾽ οὐρανὸν τάγματα, —ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως· «ἀσωμάτου» δέ φημι συγκρινομένης πρὸς τὴν τῆς ὕλης παχύτητα· μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλόν τε καὶ ἀσώματον— ἔτι δὲ καὶ τὴν αἰσθητήν, οὐρανόν τε καὶ γῆν καὶ τὰ τούτων ἐν μέσῳ κείμενα, καὶ τὴν μὲν οἰκείαν (οἰκεία γὰρ θεῷ ἡ λογικὴ φύσις καὶ νῷ μόνῳ ληπτή), τὴν δὲ πάντῃ που πορρωτάτω κειμένην, ὡς ὑπὸ τὴν αἴσθησιν δηλαδὴ πίπτουσαν. Ἔδει δὲ ἐξ ἀμφοτέρων μίξιν γενέσθαι καὶ «σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας», ὥς φησιν ὁ θεηγόρος Γρηγόριος, οἷόν τινα σύνδεσμον «τῆς ὁρατῆς τε καὶ ἀοράτου φύσεως». Τὸ δὲ «ἔδει» φημὶ τὴν τοῦ δημιουργοῦ ὑπεμφαίνων βούλησιν· αὕτη γὰρ θεσμὸς καὶ νόμος πρεπωδέστατος, καὶ οὐδεὶς ἐρεῖ τῷ πλαστουργῷ· «Τί με ἐποίησας οὕτως»; Ἐξουσίαν γὰρ ἔχει ὁ κεραμεὺς ἐκ τοῦ ἰδίου πηλοῦ διάφορα κατασκευάζειν σκεύη πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ σοφίας.

Ἐπεὶ δὲ ταῦτα οὕτως εἶχεν, ἐξ ὁρατῆς τε καὶ ἀοράτου φύσεως δημιουργεῖ τὸν ἄνθρωπον οἰκείαις χερσὶ κατ᾽ εἰκόνα τε καὶ ὁμοίωσιν, ἐκ γῆς μὲν τὸ σῶμα διαπλάσας, ψυχὴν δὲ λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος δοὺς αὐτῷ, ὅπερ δὴ θείαν εἰκόνα φαμέν· τὸ μὲν γὰρ «κατ᾽ εἰκόνα» τὸ νοερὸν δηλοῖ καὶ αὐτεξούσιον, τὸ δὲ «καθ᾽ ὁμοίωσιν» τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν.

Ἅμα δὲ τὸ σῶμα καὶ ἡ ψυχὴ πέπλασται, οὐ τὸ μὲν πρῶτον, τὸ δὲ ὕστερον κατὰ τὰ Ὠριγένους ληρήματα. Ἐποίησεν οὖν ὁ θεὸς τὸν ἄνθρωπον ἄκακον, εὐθῆ, ἐνάρετον, ἄλυπον, ἀμέριμνον, πάσῃ ἀρετῇ κατηγλαϊσμένον, πᾶσιν ἀγαθοῖς κομῶντα, οἷόν τινα κόσμον δεύτερον, ἐν μεγάλῳ μικρόν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα, σάρκα διὰ τὴν ἔπαρσιν, πνεῦμα διὰ τὴν χάριν, τὸ μὲν ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται, τὸ δὲ ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τῷ μεγέθει φιλοτιμούμενον, ζῷον ἐνταῦθα οἰκονομούμενον τουτέστιν ἐν τῷ παρόντι βίῳ, καὶ ἀλλαχοῦ μεθιστάμενον ἐν τῷ αἰῶνι τῷ μέλλοντι, καί—πέρας τοῦ μυστηρίου—τῇ πρὸς θεὸν νεύσει θεούμενον, θεούμενον δὲ τῇ μετοχῇ τῆς θείας ἐλλάμψεως καὶ οὐκ εἰς τὴν θείαν μεθιστάμενον οὐσίαν.

Ἐποίησε δὲ αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον. Ἀναμάρτητον δέ φημι οὐχ ὡς μὴ ἐπιδεχόμενον ἁμαρτίαν (μόνον γὰρ τὸ θεῖον ἁμαρτίας ἐστὶν ἀνεπίδεκτον), ἀλλ᾽ οὐκ ἐν τῇ φύσει τὸ ἁμαρτάνειν ἔχοντα, ἐν τῇ προαιρέσει δὲ μᾶλλον, ἤτοι ἐξουσίαν ἔχοντα μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ τῇ θείᾳ συνεργούμενον χάριτι, ὡσαύτως καὶ τρέπεσθαι ἐκ τοῦ καλοῦ καὶ ἐν τῷ κακῷ γίνεσθαι τοῦ θεοῦ παραχωροῦντος διὰ τὸ αὐτεξούσιον· οὐκ ἀρετὴ γὰρ τὸ βίᾳ γινόμενον.

Ψυχὴ τοίνυν ἐστὶν οὐσία ζῶσα ἁπλῆ, ἀσώματος, σωματικοῖς ὀφθαλμοῖς κατ᾽ οἰκείαν φύσιν ἀόρατος, λογική τε καὶ νοερά, ἀσχημάτιστος, ὀργανικῷ κεχρημένη σώματι καὶ τούτῳ ζωῆς αὐξήσεώς τε καὶ αἰσθήσεως καὶ γεννήσεως παρεκτική, οὐχ ἕτερον ἔχουσα παρ᾽ ἑαυτὴν τὸν νοῦν, ἀλλὰ μέρος αὐτῆς τὸ καθαρώτατον (ὥσπερ γὰρ ὀφθαλμὸς ἐν σώματι, οὕτως ἐν ψυχῇ νοῦς), αὐτεξούσιος, θελητική τε καὶ ἐνεργητική, τρεπτὴ ἤτοι ἐθελότρεπτος, ὅτι καὶ κτιστή, πάντα ταῦτα κατὰ φύσιν ἐκ τῆς τοῦ δημιουργήσαντος αὐτὴν χάριτος εἰληφυῖα, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ φύσει οὕτως εἶναι εἴληφεν.

Ἀσώματα δὲ καὶ ἀόρατα καὶ ἀσχημάτιστα κατὰ δύο τρόπους νοοῦμεν· τὰ μὲν κατ᾽ οὐσίαν, τὰ δὲ κατὰ χάριν, καὶ τὰ μὲν φύσει ὄντα, τὰ δὲ πρὸς τὴν τῆς ὕλης παχύτητα. Ἐπὶ θεοῦ μὲν οὖν φύσει, ἐπὶ δὲ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν χάριτι, καὶ ὡς πρὸς τὴν τῆς ὕλης παχύτητα λέγεται.

Σῶμά ἐστι τὸ τριχῇ διαστατὸν ἤγουν τὸ ἔχον μῆκος καὶ πλάτος καὶ βάθος ἤτοι πάχος. Πᾶν δὲ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται, τὰ δὲ τῶν ζῴων σώματα ἐκ τῶν τεσσάρων χυμῶν. Χρὴ εἰδέναι, ὅτι τέσσαρα στοιχεῖά ἐστι· γῆ, ξηρὰ καὶ ψυχρά· ὕδωρ, ψυχρὸν καὶ ὑγρόν· ἀήρ, ὑγρὸς καὶ θερμός· πῦρ, θερμὸν καὶ ξηρόν. Ὁμοίως καὶ χυμοὶ τέσσαρες ἀναλογοῦντες τοῖς τέσσαρσι στοιχείοις· μέλαινα χολὴ ἀναλογοῦσα τῇ γῇ (ξηρὰ γάρ ἐστι καὶ ψυχρά), φλέγμα ἀναλογοῦν τῷ ὕδατι (ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν), αἷμα ἀναλογοῦν τῷ ἀέρι (ὑγρὸν γάρ ἐστι καὶ θερμόν), ξανθὴ χολὴ ἀναλογοῦσα τῷ πυρί (θερμὴ γάρ ἐστι καὶ ξηρά). Οἱ μὲν οὖν καρποὶ ἐκ τῶν στοιχείων συνίστανται, οἱ δὲ χυμοὶ ἐκ τῶν καρπῶν, τὰ δὲ τῶν ζῴων σώματα ἐκ τῶν χυμῶν καὶ εἰς τὰ αὐτὰ ἀναλύεται· πᾶν γὰρ συντιθέμενον εἰς τὰ αὐτὰ ἀναλύεται, ἐξ ὧν συνετέθη.

Χρὴ γινώσκειν, ὅτι ὁ ἄνθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. Κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν, τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ σπερματικὴν ἤγουν γεννητικὴν δύναμιν, τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μέν, ἐξ ἐπιμέτρου δὲ κατὰ τὴν ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν καὶ κατὰ τὴν αἴσθησιν καὶ κατὰ τὴν καθ᾽ ὁρμὴν κίνησιν.

Αἰσθήσεις μὲν οὖν εἰσι πέντε· ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή. Τῆς δὲ καθ᾽ ὁρμὴν κινήσεώς ἐστι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβατικὸν καὶ τὸ κινητικὸν ὅλου τοῦ σώματος καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικόν· ταῦτα γὰρ ἐν ἡμῖν ἐστι ποιεῖν καὶ μὴ ποιεῖν.

Συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα καὶ τὰς ἀρετὰς μεταδιώκων καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα, τὴν εὐσέβειαν, ἀσπαζόμενος· διὸ καὶ μικρὸς κόσμος ὁ ἄνθρωπός ἐστιν.

Χρὴ δὲ εἰδέναι, ὡς ἴδια μὲν τοῦ σώματος μόνου τομὴ καὶ ῥεῦσις καὶ μεταβολή. Μεταβολὴ μὲν ἡ κατὰ ποιότητα ἤγουν θερμασίαν καὶ ψύξιν καὶ τὰ τοιαῦτα. Ῥεῦσις δὲ ἡ κατὰ κένωσιν· κενοῦται γὰρ ξηρὰ καὶ ὑγρὰ καὶ πνεύματα, ὧν χρῄζει τῆς ἀναπληρώσεως· ὥστε φυσικά εἰσι πάθη ἥ τε πεῖνα καὶ ἡ δίψα.

Ἴδια δὲ τῆς ψυχῆς ἡ εὐσέβεια καὶ ἡ νόησις. Κοινὰ δὲ ψυχῆς καὶ σώματος αἱ ἀρεταί, ἐχουσῶν καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι. Χρὴ γινώσκειν, ὅτι τὸ λογικὸν φύσει κατάρχει τοῦ ἀλόγου· διαιροῦνται γὰρ αἱ δυνάμεις τῆς ψυχῆς εἰς λογικὸν καὶ ἄλογον. Τοῦ δὲ ἀλόγου μέρη εἰσὶ δύο· τὸ μὲν ἀνήκοόν ἐστι λόγου ἤγουν οὐ πείθεται λόγῳ, τὸ δὲ κατήκοόν ἐστι καὶ ἐπιπειθὲς λόγῳ. Ἀνήκοον μὲν οὖν καὶ μὴ πειθόμενον λόγῳ ἐστὶ τὸ ζωτικόν, ὃ καὶ σφυγμικὸν καλεῖται, καὶ τὸ σπερματικὸν ἤγουν γεννητικὸν καὶ τὸ φυτικόν, ὃ καὶ θρεπτικὸν καλεῖται· τούτου δέ ἐστι καὶ τὸ αὐξητικόν, τὸ καὶ διαπλάσσον τὰ σώματα. Ταῦτα γὰρ οὐ λόγῳ κυβερνῶνται, ἀλλὰ τῇ φύσει. Τὸ δὲ κατήκοον καὶ ἐπιπειθὲς λόγῳ διαιρεῖται εἰς ἐπιθυμίαν καὶ θυμόν. Καλεῖται δὲ κοινῶς τὸ ἄλογον μέρος τῆς ψυχῆς παθητικὸν καὶ ὀρεκτικόν. Χρὴ δὲ γινώσκειν, ὅτι τοῦ ἐπιπειθοῦς λόγῳ ἐστὶ καὶ ἡ καθ᾽ ὁρμὴν κίνησις.

Δεῖ γινώσκειν, ὅτι τῶν πραγμάτων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα. Προσδοκώμενον μὲν οὖν ἀγαθὸν ἐπιθυμίαν συνιστᾷ, παρὸν δὲ ἡδονήν· ὁμοίως δὲ προσδοκώμενον κακὸν φόβον, παρὸν δὲ λύπην. Δεῖ δὲ εἰδέναι, ὅτι ἀγαθὸν ἐνταῦθα εἰπόντες ἢ τὸ ὄντως ἀγαθὸν ἢ τὸ δοκοῦν ἀγαθὸν εἴπομεν, ὁμοίως καὶ κακόν.

Περὶ ἡδονῶν Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μέν, ὅσαι μόνης εἰσὶ τῆς ψυχῆς αὐτῆς καθ᾽ αὑτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν. Σωματικαὶ δὲ αἱ μετὰ κοινωνίας τῆς ψυχῆς καὶ τοῦ σώματος γινόμεναι καὶ διὰ τοῦτο σωματικαὶ καλούμεναι ὡς αἱ περὶ τροφὰς καὶ συνουσίας καὶ τὰ τοιαῦτα. Μόνου δὲ τοῦ σώματος οὐκ ἂν εὕροι τις ἡδονάς.

Πάλιν τῶν ἡδονῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς, καὶ αἱ μὲν τῆς διανοίας μόνης κατ᾽ ἐπιστήμην καὶ θεωρίαν, αἱ δὲ μετὰ σώματος κατ᾽ αἴσθησιν. Καὶ τῶν μετὰ σώματος ἡδονῶν αἱ μέν εἰσι φυσικαὶ ἅμα καὶ ἀναγκαῖαι, ὧν χωρὶς ζῆν ἀδύνατον, ὡς αἱ τροφαὶ τῆς ἐνδείας ἀναπληρωτικαὶ καὶ τὰ ἐνδύματα ἀναγκαῖα, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, ὡς αἱ κατὰ φύσιν καὶ κατὰ νόμον μίξεις (αὗται γὰρ εἰς μὲν τὴν διαμονὴν τοῦ παντὸς γένους συντελοῦσι, δυνατὸν δὲ καὶ χωρὶς αὐτῶν ἐν παρθενίᾳ ζῆν), αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ ὡς μέθη καὶ λαγνεία καὶ πλησμοναὶ τὴν χρείαν ὑπερβαίνουσαι· οὔτε γὰρ εἰς σύστασιν τῆς ζωῆς ἡμῶν συντελοῦσιν οὔτε εἰς διαδοχὴν τοῦ γένους, ἀλλὰ καὶ προσβλάπτουσιν. Τὸν τοίνυν κατὰ θεὸν ζῶντα δεῖ μετέρχεσθαι τὰς ἀναγκαίας ἅμα καὶ φυσικάς, ἐν δευτέρᾳ δὲ τάξει τὰς φυσικὰς καὶ οὐκ ἀναγκαίας τίθεσθαι μετὰ τοῦ προσήκοντος καιροῦ καὶ τρόπου καὶ μέτρου γινομένας, τὰς δὲ ἄλλας χρὴ πάντως παραιτεῖσθαι.

Καλὰς δὲ ἡδονὰς χρὴ ἡγεῖσθαι τὰς μὴ συμπεπλεγμένας λύπῃ μήτε μεταμέλειαν ἐμποιούσας μηδὲ ἑτέρας βλάβης γεννητικάς, μήτε τοῦ μέτρου πέρα χωρούσας μήτε τῶν σπουδαίων ἔργων ἡμᾶς ἀφελκούσας ἐπὶ πολὺ ἢ καταδουλούσας.

Περὶ λύπης Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοις ἀγαθοῖς, ἔλεος δὲ λύπη ἐπὶ ἀλλοτρίοις κακοῖς.

Περὶ φόβου Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ· εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας. Αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος. Αἰσχύνη δὲ φόβος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν. Κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας.

Ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας. Ἀγωνία δὲ φόβος διαπτώσεως ἤγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν.

Περὶ θυμοῦ Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. Διὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς καὶ ὄρεξίς ἐστιν ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ.

Εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἥτις καλεῖται χολὴ καὶ χόλος, καὶ μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται. Μῆνις δὲ χολὴ ἐπιμένουσα ἤγουν μνησικακία· εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι. Κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι.

Ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ, ἔκδικος τῆς ἐπιθυμίας· ὅταν γὰρ ἐπιθυμήσωμεν πράγματος καὶ κωλυθῶμεν ὑπό τινος, θυμούμεθα κατ᾽ αὐτοῦ ὡς ἀδικηθέντες, τοῦ λογισμοῦ δηλονότι κρίναντος ἄξιον ἀγανακτήσεως τὸ γινόμενον ἐπὶ τῶν φυλαττόντων κατὰ φύσιν τὴν οἰκείαν τάξιν.

Τοῦ δὲ μὴ πειθομένου λόγῳ ἐστὶ τὸ θρεπτικὸν καὶ γεννητικὸν καὶ σφυγμικόν· καλεῖται δὲ αὐξητικὸν μὲν τὸ θρεπτικὸν καὶ γεννητικόν, ζωτικὸν δὲ τὸ σφυγμικόν. Τοῦ μὲν οὖν θρεπτικοῦ δυνάμεις εἰσὶ τέσσαρες· ἑλκτικὴ ἡ ἕλκουσα τὴν τροφήν, καθεκτικὴ ἡ κατέχουσα τὴν τροφὴν καὶ μὴ ἐῶσα αὐτὴν εὐθέως ἐκκριθῆναι, ἀλλοιωτικὴ ἡ ἀλλοιοῦσα τὴν τροφὴν εἰς τοὺς χυμούς, ἀποκριτικὴ ἡ τὸ περίττωμα διὰ τοῦ ἀφεδρῶνος ἐκκρίνουσα καὶ ἐκβάλλουσα.

Χρὴ δὲ εἰδέναι, ὅτι τῶν κατὰ τὸ ζῷον δυνάμεων αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ φυσικαί, αἱ δὲ ζωτικαί. Καὶ ψυχικαὶ μὲν αἱ κατὰ προαίρεσιν ἤγουν ἡ καθ᾽ ὁρμὴν κίνησις καὶ ἡ αἴσθησις. Τῆς δὲ καθ᾽ ὁρμὴν κινήσεώς ἐστι τό τε κατὰ τόπον μεταβατικὸν καὶ κινητικὸν ὅλου τοῦ σώματος καὶ φωνητικὸν καὶ ἀναπνευστικόν· ἐν ἡμῖν γάρ ἐστι ποιῆσαι ταῦτα καὶ μὴ ποιῆσαι.

Φυσικαὶ δὲ καὶ ζωτικαὶ αἱ ἀπροαίρετοι. Καὶ φυσικαὶ μὲν ἡ θρεπτικὴ καὶ αὐξητικὴ καὶ σπερματική, ζωτικὴ δὲ ἡ σφυγμική· αὗται γὰρ καὶ θελόντων καὶ μὴ θελόντων ἐνεργοῦσι.

Περὶ τοῦ φανταστικοῦ Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσει ὑποπῖπτον· ὡς ὅρασις μὲν αὐτὴ ἡ ὀπτικὴ δύναμις, ὁρατὸν δὲ τὸ ὑποπῖπτον τῇ ὁράσει, λίθος τυχὸν ἤ τι τῶν τοιούτων.

Φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον, φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ᾽ οὐδενὸς φανταστοῦ γινόμενον. Ὄργανον δὲ τοῦ φανταστικοῦ ἡ ἐμπρόσθιος κοιλία τοῦ ἐγκεφάλου.

Περὶ αἰσθήσεως Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστική· αἰσθητήρια δὲ τὰ ὄργανα ἤγουν τὰ μέλη, δι᾽ ὧν αἰσθανόμεθα· αἰσθητὰ δὲ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα· αἰσθητικὸν δὲ τὸ ζῷον τὸ ἔχον τὴν αἴσθησιν. Εἰσὶ δὲ αἰσθήσεις πέντε, ὁμοίως καὶ αἰσθητήρια πέντε.

Πρώτη αἴσθησις ὅρασις. Αἰσθητήρια δὲ καὶ ὄργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκεφάλου νεῦρα καὶ οἱ ὀφθαλμοί. Αἰσθάνεται δὲ ἡ ὄψις κατὰ πρῶτον μὲν λόγον τοῦ χρώματος, συνδιαγινώσκει δὲ τῷ χρώματι καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸ μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα καὶ τὸν τόπον, ἔνθα ἐστί, καὶ τὸ διάστημα τὸ μεταξὺ καὶ τὸν ἀριθμὸν κίνησίν τε καὶ στάσιν καὶ τὸ τραχὺ καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἀνώμαλον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ καὶ τὴν σύστασιν, εἴτε ὑδατώδης, εἴτε γεώδης ἤγουν ὑγρὰ ἢ ξηρά.

Δευτέρα αἴσθησίς ἐστιν ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων οὖσα αἰσθητική. Διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα λειότητά τε καὶ τραχύτητα καὶ μέγεθος. Ὄργανα δὲ αὐτῆς τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου τὰ μαλακὰ καὶ τῶν ὤτων ἡ κατασκευή. Μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα.

Τρίτη αἴσθησις ὄσφρησις, ἥτις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμπουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον, περαίνεται δὲ εἰς τὰ πέρατα τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου. Ἔστι δὲ αἰσθητικὴ καὶ ἀντιληπτικὴ τῶν ἀτμῶν. Τῶν δὲ ἀτμῶν ἡ γενικωτάτη διαφορά ἐστιν εὐωδία καὶ δυσωδία καὶ τὸ μέσον τούτων, ὃ μήτε εὐῶδές ἐστι μήτε δυσῶδες. Γίνεται δὲ εὐωδία τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεφθέντων, μέσως δὲ μέση διάθεσις· καταδεέστερον δὲ ἢ μηδὲ ὅλως πεφθέντων ἡ δυσωδία γίνεται.

Τετάρτη αἴσθησις ἡ γεῦσις. Ἔστι δὲ τῶν χυμῶν ἀντιληπτικὴ ἤγουν αἰσθητική. Ὄργανα δὲ αὐτῆς ἡ γλῶσσα καὶ ταύτης πλέον τὸ ἄκρον καὶ ἡ ὑπερῴα, ἣν καλοῦσί τινες οὐρανίσκον· ἐν οἷς ἐστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα πεπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν ἤγουν αἴσθησιν. Αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες τῶν χυμῶν εἰσιν αὗται· γλυκύτης, δριμύτης, ὀξύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης, γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. Τὸ δὲ ὕδωρ ἄποιόν ἐστι κατὰ ταύτας τὰς ποιότητας· οὐδεμίαν γὰρ αὐτῶν ἔχει. Ἡ δὲ στρυφνότης ἐπίτασις καὶ πλεονασμός ἐστι τῆς αὐστηρότητος.

Πέμπτη αἴσθησίς ἐστιν ἡ ἁφή, ἥτις κοινή ἐστι πάντων τῶν ζῴων· ἥτις γίνεται ἐκ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ὅλον τὸ σῶμα. Διὸ καὶ ὅλον τὸ σῶμα, ἀλλὰ καὶ τὰ ἄλλα αἰσθητήρια τὴν τῆς ἁφῆς ἔχουσιν αἴσθησιν. Ὑπόκειται δὲ τῇ ἁφῇ τὸ ψυχρὸν καὶ θερμόν, τό τε μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ ἁφῆς ταῦτα γνωρίζεται. Κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ ὑγρόν, παχύ τε καὶ λεπτόν, ἄνω τε καὶ κάτω καὶ ὁ τόπος καὶ τὸ μέγεθος, ὅταν εἴη τοιοῦτο ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνόν τε καὶ μανὸν ἤγουν ἀραιὸν καὶ τὸ στρογγύλον, ὅταν εἴη μικρόν, καὶ ἄλλα τινὰ σχήματα. Ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος αἰσθάνεται, σὺν τῇ μνήμῃ δὲ καὶ τῇ διανοίᾳ, ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο ἢ τριῶν καὶ τούτων μικρῶν καὶ ῥᾳδίως περιλαμβανομένων. Τούτων δὲ μᾶλλον τῆς ἁφῆς ἡ ὅρασις ἀντιλαμβάνεται.

Χρὴ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμοὺς καὶ δύο ὦτα καὶ δύο πόρους τῆς ῥινὸς καὶ δύο γλώσσας, ἀλλ᾽ ἐν τοῖς μὲν τῶν ζῴων διῃρημένας ὡς ἐν τοῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἁφὴν ἐν ὅλῳ τῷ σώματι πλὴν ὀστέων καὶ νεύρων ὀνύχων τε καὶ κεράτων καὶ τριχῶν καὶ συνδέσμων καὶ ἄλλων τινῶν τοιούτων.

Χρὴ γινώσκειν, ὅτι ἡ μὲν ὄψις κατ᾽ εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ οὐ κατ᾽ εὐθεῖαν μόνον, ἀλλὰ πανταχόθεν. Ἡ δὲ ἁφὴ καὶ ἡ γεῦσις οὐδὲ κατ᾽ εὐθεῖαν οὐδὲ πανταχόθεν γνωρίζουσιν, ἀλλὰ τότε μόνον, ὅταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς.

Περὶ τοῦ διανοητικοῦ Τοῦ δὲ διανοητικοῦ εἰσιν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ αἱ ὁρμαὶ πρὸς τὴν πρᾶξιν καὶ αἱ ἀφορμαὶ καὶ αἱ ἀποφυγαὶ τῆς πράξεως, ἰδικῶς δὲ αἵ τε νοήσεις τῶν νοητῶν καὶ αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τῶν τεχνῶν οἱ λόγοι καὶ τὸ βουλευτικὸν καὶ τὸ προαιρετικόν. Τούτου δέ ἐστι τὸ καὶ διὰ τῶν ὀνείρων θεσπίζον ἡμῖν τὸ μέλλον, ἥνπερ μόνην ἀληθῆ μαντείαν οἱ Πυθαγορικοὶ λέγουσιν εἶναι τοῖς Ἑβραίοις ἀκολουθήσαντες. Ὄργανον δὲ καὶ τούτου ἡ μέση κοιλία τοῦ ἐγκεφάλου καὶ τὸ ψυχικὸν πνεῦμα τὸ ἐν αὐτῇ.

Περὶ τοῦ μνημονευτικοῦ Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον· μνήμη γάρ ἐστι φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ᾽ ἐνέργειαν φαινομένης ἢ σωτηρία αἰσθήσεώς τε καὶ νοήσεως. Ἡ γὰρ ψυχὴ τῶν μὲν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων ἀντιλαμβάνεται ἤγουν αἰσθάνεται, καὶ γίνεται δόξα, τῶν δὲ νοητῶν διὰ τοῦ νοῦ, καὶ γίνεται νόησις· ὅταν οὖν τοὺς τύπους, ὧν τε ἐδόξασεν, ὧν τε ἐνόησεν, διασῴζῃ, μνημονεύειν λέγεται.

Δεῖ δὲ γινώσκειν, ὅτι ἡ τῶν νοητῶν ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἐκ μαθήσεως ἢ φυσικῆς ἐννοίας, οὐ γὰρ ἐξ αἰσθήσεως· τὰ μὲν γὰρ αἰσθητὰ καθ᾽ ἑαυτὰ μνημονεύεται· τὰ δὲ νοητά, εἴ τι μὲν ἐμάθομεν, μνημονεύομεν, τῆς δὲ οὐσίας αὐτῶν μνήμην οὐκ ἔχομεν.

Ἀνάμνησις δὲ λέγεται μνήμης ἀπολλυμένης ὑπὸ λήθης ἀνάκτησις. Λήθη δέ ἐστι μνήμης ἀποβολή. Τὸ μὲν οὖν φανταστικὸν διὰ τῶν αἰσθήσεων ἀντιλαμβανόμενον τῶν ὑλῶν παραδίδωσι τῷ διανοητικῷ ἢ διαλογιστικῷ (ταὐτὸν γὰρ ἀμφότερα)· ὃ παραλαβὸν καὶ κρῖναν παραπέμπει τῷ μνημονευτικῷ. Ὄργανον δὲ τοῦ μνημονευτικοῦ ἡ ὄπισθεν κοιλία τοῦ ἐγκεφάλου, ἣν καὶ παρεγκεφαλίδα καλοῦσι, καὶ τὸ ἐν αὐτῇ ψυχικὸν πνεῦμα.

Περὶ ἐνδιαθέτου λόγου καὶ προφορικοῦ Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως· ὅθεν πολλάκις σιωπῶντες λόγον ὅλον παρ᾽ ἑαυτοῖς διεξερχόμεθα καὶ ἐν τοῖς ὀνείροις διαλεγόμεθα.

Κατὰ τοῦτο δὲ μάλιστα λογικοὶ πάντες ἐσμέν· καὶ γὰρ οἱ ἐκ γεννετῆς κωφοὶ ἢ καὶ οἱ διά τι νόσημα ἢ πάθος τὴν φωνὴν ἀποβαλόντες οὐδὲν ἧττον λογικοί εἰσιν. Ὁ δὲ προφορικὸς λόγος ἐν τῇ φωνῇ καὶ ταῖς διαλέκτοις τὴν ἐνέργειαν ἔχει, ἤγουν ὁ διὰ γλώσσης καὶ στόματος προφερόμενος λόγος· διὸ καὶ προφορικὸς λέγεται. Ἔστι δὲ ἄγγελος νοήματος.

Κατὰ τοῦτο καὶ λαλητικοὶ λεγόμεθα.

Περὶ πάθους καὶ ἐνεργείας Τὸ πάθος ὁμωνύμως λέγεται· λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. Ἔστι δὲ κοινῶς μὲν καὶ γενικῶς πάθος ζῴου, ᾧ ἕπεται ἡδονὴ καὶ λύπη· ἕπεται γὰρ τῷ πάθει λύπη. Καὶ οὐκ αὐτὸ τὸ πάθος ἐστὶ λύπη· τὰ γὰρ ἀναίσθητα πάσχοντα οὐκ ἀλγεῖ. Οὐκ ἄρα τὸ πάθος ἐστὶν ἄλγημα, ἀλλ᾽ ἡ τοῦ πάθους αἴσθησις. Δεῖ δὲ τοῦτο ἀξιόλογον εἶναι ἤγουν μέγα, ἵνα τῇ αἰσθήσει ὑποπέσῃ.

Τῶν δὲ ψυχικῶν παθῶν ὅρος ἐστὶν οὗτος· Πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. Καὶ ἄλλως· Πάθος ἐστὶ κίνησις ἄλογος τῆς ψυχῆς δι᾽ ὑπόληψιν καλοῦ ἢ κακοῦ. Ἡ μὲν ὑπόληψις τοῦ καλοῦ τὴν ἐπιθυμίαν κινεῖ, ἡ δὲ τοῦ κακοῦ ὑπόληψις τὸν θυμόν. Τὸ δὲ γενικὸν ἤγουν κοινὸν πάθος οὕτως ὁρίζονται· Πάθος ἐστὶ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. Ἐνέργεια δέ ἐστι κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ αὑτοῦ κινούμενον. Οὕτως καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθος δὲ τῶν δύο μερῶν, τῆς ψυχῆς καὶ προσέτι παντὸς τοῦ σώματος, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις· ἐξ ἑτέρου γὰρ ἐν ἑτέρῳ γέγονεν ἡ κίνησις, ὅπερ λέγεται πάθος. Καὶ καθ᾽ ἕτερον δὲ τρόπον ἡ ἐνέργεια πάθος λέγεται· ἐνέργεια μὲν γάρ ἐστι κατὰ φύσιν κίνησις, πάθος δὲ παρὰ φύσιν. Κατὰ τοῦτον οὖν τὸν λόγον ἡ ἐνέργεια πάθος λέγεται, ὅταν μὴ κατὰ φύσιν κινῆται, εἴτε ἐξ ἑαυτοῦ, εἴτε ἐξ ἑτέρου. Τῆς οὖν καρδίας ἡ μὲν κατὰ τοὺς σφυγμοὺς κίνησις φυσικὴ οὖσα ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς ἄμετρος οὖσα καὶ οὐ κατὰ φύσιν πάθος ἐστὶ καὶ οὐκ ἐνέργεια.

Οὐ πᾶσα δὲ κίνησις τοῦ παθητικοῦ πάθος καλεῖται, ἀλλ᾽ αἱ σφοδρότεραι καὶ εἰς αἴσθησιν προβαίνουσαι· αἱ γὰρ μικραὶ καὶ ἀνεπαίσθητοι οὐδέπω πάθη εἰσί· δεῖ γὰρ ἔχειν τὸ πάθος καὶ μέγεθος ἀξιόλογον. Διὸ πρόσκειται τῷ ὅρῳ τοῦ πάθους κίνησις αἰσθητή· αἱ γὰρ μικραὶ κινήσεις λανθάνουσαι τὴν αἴσθησιν οὐ ποιοῦσι πάθος.

Χρὴ γινώσκειν, ὅτι ἡ ἡμετέρα ψυχὴ διττὰς ἔχει τὰς δυνάμεις, τὰς μὲν γνωστικάς, τὰς δὲ ζωτικάς. Καὶ γνωστικαὶ μέν εἰσι νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις, ζωτικαὶ δὲ ἤγουν ὀρεκτικαὶ βούλησις καὶ προαίρεσις.

Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, λεπτολογήσωμεν τὰ περὶ τούτων. Καὶ πρῶτον περὶ τῶν γνωστικῶν εἴπωμεν. Περὶ μὲν οὖν φαντασίας καὶ αἰσθήσεως ἱκανῶς ἤδη ἐν τοῖς προλελεγμένοις εἴρηται. Διὰ τῆς αἰσθήσεως τοίνυν ἐν τῇ ψυχῇ συνίσταται πάθος, ὃ καλεῖται φαντασία· ἐκ δὲ τῆς φαντασίας γίνεται δόξα. Εἶτα ἡ διάνοια ἀνακρίνασα τὴν δόξαν, εἴτε ἀληθής ἐστιν εἴτε ψευδής, κρίνει τὸ ἀληθές· ὅθεν καὶ διάνοια λέγεται ἀπὸ τοῦ διανοεῖν καὶ διακρίνειν. Τὸ οὖν κριθὲν καὶ ὁρισθὲν ἀληθὲς νοῦς λέγεται.

Ἄλλως δέ· Χρὴ γινώσκειν, ὅτι ἡ μὲν πρώτη τοῦ νοῦ κίνησις νόησις λέγεται. Ἡ δὲ περί τι νόησις ἔννοια λέγεται, ἥτις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν πρὸς τὸ νοούμενον ἐνθύμησις προσαγορεύεται. Ἡ δὲ ἐνθύμησις ἐν ταὐτῷ μείνασα καὶ ἑαυτὴν βασανίσασα καὶ ἀνακρίνασα φρόνησις ὀνομάζεται. Ἡ δὲ φρόνησις πλατυνθεῖσα ποιεῖ τὸν διαλογισμὸν ἐνδιάθετον λόγον ὀνομαζόμενον, ὃν ὁριζόμενοί φασι· κίνημα ψυχῆς πληρέστατον, ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως, ἐξ οὗ τὸν προφορικὸν λόγον φασὶ προέρχεσθαι διὰ γλώσσης λαλούμενον.

Εἰπόντες τοίνυν περὶ τῶν γνωστικῶν δυνάμεων εἴπωμεν καὶ περὶ τῶν ζωτικῶν ἤγουν ὀρεκτικῶν. Χρὴ γινώσκειν, ὅτι τῇ ψυχῇ ἐνέσπαρται φυσικῶς δύναμις ὀρεκτικὴ τοῦ κατὰ φύσιν ὄντος καὶ πάντων τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική, ἥτις λέγεται θέλησις· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατὰ νοῦν τε καὶ αἴσθησιν ὀρέγεται τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Διόπερ καὶ οὕτως ὁρίζονται τοῦτο τὸ φυσικὸν θέλημα· Θέλημά ἐστιν ὄρεξις λογική τε καὶ ζωτικὴ μόνων ἠρτημένη τῶν φυσικῶν. Ὥστε ἡ μὲν θέλησίς ἐστιν αὐτὴ ἡ φυσικὴ καὶ λογικὴ ὄρεξις, ἡ ἁπλῆ δύναμις· ἡ γὰρ τῶν ἀλόγων ὄρεξις μὴ οὖσα λογικὴ οὐ λέγεται θέλησις.

Βούλησις δέ ἐστι ποιὰ φυσικὴ θέλησις ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξίς τινος πράγματος. Ἔγκειται μὲν γὰρ τῇ τοῦ ἀνθρώπου ψυχῇ δύναμις τοῦ λογικῶς ὀρέγεσθαι. Ὅτε οὖν φυσικῶς κινηθῇ αὕτη ἡ λογικὴ ὄρεξις πρός τι πρᾶγμα, λέγεται βούλησις· βούλησις γάρ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος λογική.