Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Η θεία οικονομία, η ενανθρώπηση και η υποστατική ένωση

Η σύλληψη του Λόγου, η υποστατική ένωση των δύο τελείων φύσεων στο πρόσωπο του Χριστού, η αντίδοση των ιδιωμάτων και η ομολογία της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 16

Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι᾽ ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας Ταύτῃ τοίνυν τῇ προσβολῇ τοῦ ἀρχεκάκου δαίμονος δελεασθέντα τὸν ἄνθρωπον καὶ τὴν τοῦ δημιουργοῦ ἐντολὴν οὐ φυλάξαντα καὶ γυμνωθέντα τῆς χάριτος καὶ τὴν πρὸς θεὸν παρρησίαν ἀπεκδυσάμενον καὶ σκεπασθέντα τῇ τοῦ μοχθηροῦ βίου τραχύτητι (τοῦτο γὰρ τὰ φύλλα τῆς συκῆς) καὶ περιβληθέντα τὴν νέκρωσιν ἤτοι τὴν θνητότητα καὶ παχύτητα τῆς σαρκός (τοῦτο γὰρ ἡ τῶν νεκρῶν δερμάτων ἀμφίασις) καὶ τοῦ παραδείσου κατὰ τὴν τοῦ θεοῦ δικαιοκρισίαν γεγονότα ἐξόριστον καὶ θανάτῳ κατάκριτον καὶ φθορᾷ ὑποχείριον οὐ παρεῖδεν ὁ συμπαθὴς ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρισάμενος, ἀλλὰ πολλοῖς πρότερον παιδαγωγήσας καὶ πρὸς ἐπιστροφὴν καλέσας στόνῳ καὶ τρόμῳ, ὕδατος κατακλυσμῷ καὶ παντὸς τοῦ γένους μικροῦ δεῖν πανωλεθρίᾳ, συγχύσει καὶ διαιρέσει γλωσσῶν, ἀγγέλων ἐπιστασίᾳ, πόλεων ἐμπρησμῷ, τυπικαῖς θεοφανείαις, πολέμοις, νίκαις, ἥτταις, σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, νόμῳ, προφήταις, δι᾽ ὧν τὸ σπουδαζόμενον ἦν ἡ τῆς ἁμαρτίας ἀναίρεσις πολυσχεδῶς χεθείσης καὶ καταδουλωσαμένης τὸν ἄνθρωπον καὶ πᾶν εἶδος κακίας ἐπισωρευσάσης τῷ βίῳ καὶ ἡ πρὸς τὸ εὖ εἶναι τοῦ ἀνθρώπου ἐπάνοδος.

Ἐπειδὴ δι᾽ ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν ὥσπερ τι θηρίον ἄγριον καὶ ἀνήμερον τὸν ἀνθρώπινον λυμαινόμενος βίον, ἔδει δὲ τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον, ἔτι δὲ νευρωθῆναι καὶ ἀνακαινισθῆναι τὴν φύσιν καὶ ἔργῳ παιδαγωγηθῆναι καὶ διδαχθῆναι ἀρετῆς ὁδὸν τῆς μὲν φθορᾶς ἀπάγουσαν, πρὸς δὲ τὴν ζωὴν ποδηγοῦσαν τὴν αἰώνιον· τέλος τὸ μέγα περὶ αὐτὸν τῆς φιλανθρωπίας ἐνδείκνυται πέλαγος· αὐτὸς γὰρ ὁ δημιουργός τε καὶ κύριος τὴν ὑπὲρ τοῦ οἰκείου πλάσματος ἀναδέχεται πάλην καὶ ἔργῳ διδάσκαλος γίνεται· καὶ ἐπειδὴ θεότητος ἐλπίδι ὁ ἐχθρὸς δελεάζει τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται καὶ δείκνυται ἅμα τὸ ἀγαθὸν καὶ τὸ σοφόν, τὸ δίκαιόν τε καὶ τὸ δυνατὸν τοῦ θεοῦ· τὸ μὲν ἀγαθόν, ὅτι οὐ παρεῖδε τοῦ οἰκείου πλάσματος τὴν ἀσθένειαν, ἀλλ᾽ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῷ πεσόντι καὶ χεῖρα ὤρεξε· τὸ δίκαιον, ὅτι ἀνθρώπου ἡττηθέντος οὐχ ἕτερον ποιεῖ νικῆσαι τὸν τύραννον οὐδὲ βίᾳ ἐξαρπάζει τοῦ θανάτου τὸν ἄνθρωπον, ἀλλ᾽ ὃν πάλαι διὰ τῆς ἁμαρτίας καταδουλοῦται ὁ θάνατος, τοῦτον ὁ ἀγαθὸς καὶ δίκαιος νικητὴν πάλιν πεποίηκε καὶ τῷ ὁμοίῳ τὸν ὅμοιον ἀνεσώσατο, ὅπερ ἄπορον ἦν· τὸ δὲ σοφόν, ὅτι εὗρε τοῦ ἀπόρου λύσιν εὐπρεπεστάτην· εὐδοκίᾳ γὰρ τοῦ θεοῦ καὶ πατρὸς ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ὁμοούσιος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν καὶ πατέρα ὢν καὶ θεὸς ὤν, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων κλίνας οὐρανοὺς κατέρχεται, τουτέστιν τὸ ἀταπείνωτον αὐτοῦ ὕψος ἀταπεινώτως ταπεινώσας συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστόν τε καὶ ἀκατάληπτον (τοῦτο γὰρ δηλοῖ ἡ κατάβασις) καὶ θεὸς ὢν τέλειος ἄνθρωπος τέλειος γίνεται καὶ ἐπιτελεῖται τὸ πάντων καινῶν καινότατον, τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, δι᾽ οὗ ἡ ἄπειρος τοῦ θεοῦ ἐμφανίζεται δύναμις.

Τί γὰρ μεῖζον τοῦ γενέσθαι τὸν θεὸν ἄνθρωπον; Καὶ ὁ λόγος σὰρξ ἀτρέπτως ἐγένετο ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων χρηματίζει ὁ μόνος φιλάνθρωπος, οὐκ ἐκ θελήματος ἢ ἐπιθυμίας ἢ συναφείας ἀνδρὸς ἢ γεννήσεως ἐνηδόνου ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς παρθένου συλληφθείς, ἀλλ᾽ ἐκ πνεύματος ἁγίου καὶ τῆς πρώτης τοῦ Ἀδὰμ γενέσεως· καὶ γίνεται ὑπήκοος τῷ πατρὶ τῷ καθ᾽ ἡμᾶς καὶ ἐξ ἡμῶν προσλήμματι τὴν ἡμετέραν παρακοὴν ἰώμενος καὶ ὑπογραμμὸς ἡμῖν ὑπακοῆς γινόμενος, ἧς ἐκτὸς οὐκ ἔστι σωτηρίας τυχεῖν.

Περὶ τοῦ τρόπου τῆς συλλήψεως τοῦ θεοῦ λόγου καὶ τῆς θείας αὐτοῦ σαρκώσεως Ἄγγελος γὰρ κυρίου ἀπεστάλη πρὸς τὴν ἁγίαν παρθένον ἐκ δαυιτικοῦ φύλου καταγομένην· «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος», «ἐξ ἧς φυλῆς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ», ὡς ὁ θεῖος ἔφη ἀπόστολος· περὶ οὗ ὕστερον ἐροῦμεν ἀκριβέστερον. Ἣν εὐαγγελιζόμενος ἔλεγε· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Ἡ δὲ διεταράχθη ἐπὶ τῷ λόγῳ» καί φησι πρὸς αὐτὴν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ κυρίῳ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ὅθεν τὸ «Ἰησοῦς» σωτὴρ ἑρμηνεύεται. Τῆς δὲ διαπορούσης· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Πάλιν φησὶ πρὸς αὐτὴν ὁ ἄγγελος· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». Ἡ δὲ πρὸς αὐτόν· «Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου».

Μετὰ οὖν τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ᾽ αὐτὴν κατὰ τὸν τοῦ κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ λόγου θεότητος παρέχον, ἅμα δὲ καὶ γεννητικήν. Καὶ τότε ἐπεσκίασεν ἐπ᾽ αὐτὴν ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ υἱὸς τοῦ θεοῦ ὁ τῷ πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, οὐ σπερματικῶς ἀλλὰ δημιουργικῶς διὰ τοῦ ἁγίου πνεύματος, οὐ ταῖς κατὰ μικρὸν προσθήκαις ἀπαρτιζομένου τοῦ σχήματος, ἀλλ᾽ ὑφ᾽ ἓν τελειωθέντος. Αὐτὸς ὁ τοῦ θεοῦ λόγος χρηματίσας τῇ σαρκὶ ὑπόστασις· οὐ γὰρ προϋποστάσῃ καθ᾽ ἑαυτὴν σαρκὶ ἡνώθη ὁ θεὸς λόγος, ἀλλ᾽ ἐνοικήσας τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἀπεριγράπτως ἐν τῇ ἑαυτοῦ ὑποστάσει ἐκ τῶν ἁγνῶν τῆς παρθένου αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑπεστήσατο ἀπαρχὴν προσλαβόμενος τοῦ ἀνθρωπίνου φυράματος, αὐτὸς ὁ λόγος γενόμενος τῇ σαρκὶ ὑπόστασις. Ὥστε ἅμα σάρξ, ἅμα θεοῦ λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική τε καὶ νοερά, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική τε καὶ νοερά.

Διὸ οὐκ ἄνθρωπον ἀποθεωθέντα λέγομεν, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα· ὢν γὰρ φύσει τέλειος θεὸς γέγονε φύσει τέλειος ἄνθρωπος ὁ αὐτὸς οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ τῆς ἁγίας παρθένου ληφθείσῃ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένῃ σαρκὶ καὶ ἐν αὐτῷ τὸ εἶναι λαχούσῃ ἑνωθεὶς καθ᾽ ὑπόστασιν ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως, μὴ μεταβαλὼν τὴν τῆς θεότητος αὐτοῦ φύσιν εἰς τὴν τῆς σαρκὸς οὐσίαν μήτε μὴν τὴν οὐσίαν τῆς σαρκὸς αὐτοῦ εἰς τὴν φύσιν τῆς αὐτοῦ θεότητος οὐδὲ ἐκ τῆς θείας αὐτοῦ φύσεως καί, ἧς προσελάβετο ἀνθρωπίνης φύσεως, μίαν φύσιν ἀποτελέσας σύνθετον.

Περὶ τῶν δύο φύσεων Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς θεότητος φύσιν ἢ εἰς ἀνυπαρξίαν χωρησάσης μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως· ἡ γὰρ σύνθετος φύσις οὐδ᾽ ὁποτέρας τῶν, ἐξ ὧν συνετέθη, φύσεων ὁμοούσιος ὑπάρχειν δύναται ἐξ ἑτέρων ἀποτελεσθεῖσα ἕτερον. Οἷον τὸ σῶμα τὸ ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον οὐδὲ τῷ πυρὶ λέγεται ὁμοούσιον οὔτε πῦρ ὀνομάζεται οὔτε ἀὴρ λέγεται οὔτε ὕδωρ οὔτε γῆ οὐδέ τινι τούτων ἐστὶν ὁμοούσιον. Εἰ τοίνυν κατὰ τοὺς αἱρετικοὺς μιᾶς συνθέτου φύσεως ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐχρημάτισεν, ἐξ ἁπλῆς φύσεως ἐτράπη εἰς σύνθεσιν καὶ οὔτε τῷ πατρὶ ἁπλῆς φύσεως ὄντι ἐστὶν ὁμοούσιος οὔτε τῇ μητρί (οὐ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὕτη συντέθειται) οὔτε μὴν ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι, οὔτε δὲ θεὸς ὀνομασθήσεται οὐδὲ ἄνθρωπος, ἀλλὰ Χριστὸς μόνον. Καὶ ἔσται τὸ Χριστὸς οὐ τῆς ὑποστάσεως αὐτοῦ ὄνομα, ἀλλὰ τῆς μιᾶς κατ᾽ αὐτοὺς φύσεως.

Ἡμεῖς δὲ οὐ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν δογματίζομεν οὐδὲ ἐξ ἑτέρων ἕτερον ὥσπερ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ᾽ ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος μὲν γὰρ καὶ ἀνθρωπότητος θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν καὶ εἶναι καὶ λέγεσθαι ἐκ δύο τε καὶ ἐν δυσὶ φύσεσιν ὁμολογοῦμεν. Τὸ δὲ Χριστὸς ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν· αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε, χρίων μὲν ὡς θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ ὡς ἄνθρωπος· αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο. Χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος. Εἰ γὰρ μιᾶς φύσεως συνθέτου ὢν ὁ Χριστὸς ὁμοούσιός ἐστι τῷ πατρί, ἔσται ἄρα καὶ ὁ πατὴρ σύνθετος καὶ τῇ σαρκὶ ὁμοούσιος, ὅπερ ἄτοπον καὶ πάσης βλασφημίας ἀνάπλεον.

Πῶς δὲ καὶ μία φύσις τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γενήσεται; Πῶς γὰρ δυνατὸν τὴν αὐτὴν φύσιν κατὰ ταὐτὸν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, περιγραπτὴν καὶ ἀπερίγραπτον; Εἰ δὲ καὶ μιᾶς λέγοντες τὸν Χριστὸν φύσεως ἁπλῆν ταύτην εἴποιεν, ἢ γυμνὸν αὐτὸν θεὸν ὁμολογήσουσι καὶ φαντασίαν εἰσάξουσιν τὴν ἐνανθρώπησιν ἢ ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον. Καὶ ποῦ τὸ τέλειον ἐν θεότητι καὶ τὸ ἐν ἀνθρωπότητι τέλειον; Πότε δὲ καὶ δύο τὸν Χριστὸν λέξουσι φύσεων μιᾶς συνθέτου φύσεως αὐτὸν μετὰ τὴν ἕνωσιν λέγοντες;

Ὅτι γὰρ μιᾶς ὁ Χριστὸς φύσεως πρὸ τῆς ἑνώσεως, παντί που δῆλον. Ἀλλὰ τοῦτό ἐστι τὸ ποιοῦν τοῖς αἱρετικοῖς τὴν πλάνην, τὸ ταὐτὸν λέγειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Ἐπειδὴ δὲ μίαν τῶν ἀνθρώπων φύσιν φαμέν, ἰστέον, ὡς οὐκ ἀφορῶντες εἰς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον τοῦτο λέγομεν· ἀδύνατον γὰρ μιᾶς φύσεως λέγειν τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς ἄλληλα συγκρινόμενα. Ἀλλ᾽ ἐπειδὴ πλεῖσται ὑποστάσεις τῶν ἀνθρώπων εἰσί, πάντες δὲ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως (πάντες γὰρ ἐκ ψυχῆς εἰσι συντεθειμένοι καὶ σώματος καὶ πάντες τῆς φύσεως τῆς ψυχῆς μετειλήφασι καὶ τὴν οὐσίαν τοῦ σώματος κέκτηνται) τὸ κοινὸν εἶδος τῶν πλείστων καὶ διαφόρων ὑποστάσεων μίαν φύσιν φαμέν, ἑκάστης δηλαδὴ ὑποστάσεως δύο φύσεις ἐχούσης καὶ ἐν δυσὶ τελούσης ταῖς φύσεσι, ψυχῆς λέγω καὶ σώματος.

Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἔστι κοινὸν εἶδος λαβεῖν· οὔτε γὰρ ἐγένετο οὐδὲ ἔστιν οὔτε ποτὲ γενήσεται ἄλλος Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἐν θεότητι καὶ ἀνθρωπότητι θεὸς τέλειος ὁ αὐτὸς καὶ ἄνθρωπος τέλειος. Ἐντεῦθεν οὐκ ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ δὴ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἕνωσιν οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη Διόσκορος Σευῆρός τε καὶ ἡ τούτων ἐναγὴς συμμορία, οὐδὲ προσωπικὴν ἢ σχετικὴν ἢ κατ᾽ ἀξίαν ἢ ταυτοβουλίαν ἢ ὁμοτιμίαν ἢ ὁμωνυμίαν ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος Διόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν ἤτοι καθ᾽ ὑπόστασιν ἀτρέπτως καὶ ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως καὶ ἀδιασπάστως καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σῴζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ᾽ ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει.

Οὐσιώδη γάρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ καὶ οὐ κατὰ φαντασίαν· οὐσιώδη δέ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ᾽ ἑνωθεισῶν ἀλλήλαις κατὰ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ.

Καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον· «Τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν».

Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ λόγος (αὐτοῦ γάρ εἰσι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα) καὶ μεταδιδοῖ τῇ σαρκὶ τῶν ἰδίων κατὰ τὸν τῆς ἀντιδόσεως τρόπον διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, καὶ ὅτι εἷς ἦν καὶ ὁ αὐτὸς ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα «ἐνεργῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας».

Διὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ κύριος ἔφησεν. Εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς κύριος τῆς δόξης ὁ φύσει καὶ ἀληθείᾳ υἱὸς ἀνθρώπου ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ᾽ ἄλλο ἐθαυματούργει καὶ κατ᾽ ἄλλο τὰ πάθη ὁ αὐτὸς ὑπέμεινεν.

Ἴσμεν γάρ, ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σῴζεσθαι. Πῶς δὲ σωθείη διαφορὰ μὴ σῳζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; Διαφορὰ γὰρ διαφερόντων ἐστὶ διαφορά. Τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χριστοῦ τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ ἡμῖν· ὁμοούσιος γάρ ἐστιν ὁ αὐτός, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ πᾶσι τοῖς ἀνθρώποις. Ὧι δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτόν φαμεν τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων· συνάπτονται γὰρ αἱ φύσεις αὐτοῦ τῇ ὑποστάσει μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ᾽ ἣν διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν.

Ἀλλὰ καὶ πάσης συνθέτου φύσεως τὰ μέρη ἅμα τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ἔσχηκε πρὸς συμπλήρωσιν τοῦ παντός. Καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον ὅρον καὶ φυσικὸν νόμον παρὰ τοῦ δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γεννᾶσθαι. Ἐπὶ δὲ τοῦ κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον· καὶ οὐ γέγονεν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός (ἐπεὶ οὐ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ) οὔτε δύο φυσικῶς ἡνώθησαν, ἀλλὰ παραδόξως καὶ ὑπερφυῶς. Τὰ δὲ παράδοξα καὶ ὑπερφυῆ οὐ φύσιν ἀποτελεῖ· οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ καὶ μὴ φλεγομένην οὐδὲ φύσιν ἀνθρώπου μεταρσίου γενομένου ὡς (ὡς] ὢν N) εἰς τὸν οὐρανὸν οὔτε φύσιν σώματος ἀνθρωπείου δροσιζομένην ἐν πυρί, ἀλλὰ παράδοξα ταῦτά φαμεν περὶ μίαν ὑπόστασιν.

Οὕτω καὶ τὴν σάρκωσιν τοῦ κυρίου ἐν μιᾷ ὑποστάσει τῶν τῆς θεότητος ὑποστάσεων οὐ νόμῳ φύσεως, ἀλλ᾽ ὑπερφυεῖ οἰκονομίᾳ τὴν ἕνωσιν τῶν φύσεων γεγενῆσθαί φαμεν καὶ οὔτε ὑπὸ φύσεως ὅρον, ὥστε ἀπὸ Χριστοῦ Χριστὸν γεννᾶσθαι καὶ εἶδος ἀποτελεῖσθαι Χριστῶν περιεκτικὸν πολλῶν ὑποστάσεων, ἀλλὰ μίαν ὑπόστασιν σύνθετον ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι καὶ δύο φύσεις, ἑκάστης φύσεως καὶ μετὰ τὴν ἕνωσιν φυλαττούσης τὸν οἰκεῖον ὅρον τε καὶ νόμον καὶ τὴν πρὸς ἄλληλα διαφοράν. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου, καθὸ μὲν θεωρεῖται πρὸς ἄλληλα διαφορὰ ψυχῆς τε καὶ σώματος, δύο φύσεις φαμέν· καθὸ δὲ οὐ θεωρεῖται φυσικὴ διαφορὰ ὑποστάσεων ἐξ ὑποστάσεως μιᾶς, καὶ μιᾶς μὲν φύσεως λέγονται τὰ καθ᾽ ὑπόστασιν διαφέροντα ὁμοειδῆ, μιᾶς δὲ ὑποστάσεως τὰ κατ᾽ οὐσίαν διαφέροντα καὶ καθ᾽ ὑπόστασιν ἡνωμένα. Αἱ οὖν ἑτεροειδεῖς ὑποστάσεις οὐχ ὑποστατικῶς συγκρίνονται ἢ διακρίνονται, ἀλλὰ φυσικῶς· καὶ αἱ ὁμοειδεῖς ὑποστάσεις οὐ φυσικῶς συγκρίνονται ἢ διακρίνονται. Καὶ ὥσπερ ἀδύνατον τὰ ὑποστατικῇ διαφορᾷ διαφέροντα μιᾶς εἶναι ὑποστάσεως, οὕτως ἀδύνατον τὰ φυσικῇ διαφορᾷ (φυσικὰ διάφορα N) διαφέροντα μιᾶς εἶναι φύσεως.

Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων σημαίνει οἷον θεός, ἄνθρωπος, ἡ δὲ ὑπόστασις ἄτομον δηλοῖ ἤτοι πατέρα, υἱόν, πνεῦμα ἅγιον, Πέτρον, Παῦλον. Ἰστέον τοίνυν, ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν ἤτοι φύσεών ἐστι παραστατικόν, τὸ δὲ θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται, ὁπόταν λέγωμεν· Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι θεός· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα, ὡς ὅταν φησὶν ἡ γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου» (ἰδοὺ γὰρ τὸν πατέρα καὶ τὸν υἱὸν ἐδήλωσε), καὶ ὡς ὅταν λέγῃ· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι» (τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν).

Ἐπὶ οὖν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον, ὅτε μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν, ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν καὶ θεὸν καὶ ἄνθρωπον κατ᾽ αὐτὸ καὶ θεὸν σεσαρκωμένον, ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν θεὸν μόνον καὶ υἱὸν θεοῦ καὶ ἄνθρωπον μόνον καὶ υἱὸν ἀνθρώπου, καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον· εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων, τὸ μὲν ὢν ἀεὶ ἀναιτίως ἐκ πατρός, τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν.

Θεότητα μὲν οὖν λέγοντες οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα (οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν) οὔτε δὲ τῆς σαρκὸς ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα (οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον). Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστός, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ θεὸς καὶ ἄνθρωπος λέγεται καὶ κτιστὸς καὶ ἄκτιστος καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ υἱὸς θεοῦ καὶ θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα ἤτοι τῆς σαρκός, θεὸς παθητὸς ὀνομαζόμενος καὶ κύριος τῆς δόξης ἐσταυρωμένος, οὐ καθὸ θεὸς ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός· καὶ ὅταν ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ θεὸς ὢν προαιώνιος γέγονεν ἐπ᾽ ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως ἑκατέρας φύσεως ἀντιδιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη», καί· Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος.

Περὶ ἀριθμοῦ τῶν φύσεων Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν· ἀνεκφοιτήτους δὲ αὐτὰς καὶ ἀδιαστάτους ἀλλήλων καὶ ἡνωμένας καὶ ἐν ἀλλήλαις ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα, καὶ ἡνωμένας μὲν ἀσυγχύτως (τρεῖς γάρ εἰσιν, εἰ καὶ ἥνωνται), διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ᾽ ἑαυτὴν ὑφέστηκεν ἤγουν τελεία ἐστὶν ὑπόστασις καὶ τὴν οἰκείαν ἰδιότητα ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ᾽ ἥνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι καὶ τῷ μὴ διίστασθαι μηδὲ ἐκφοιτᾶν τῆς πατρικῆς ὑποστάσεως καὶ εἷς θεός εἰσί τε καὶ λέγονται. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀπορρήτου καὶ πάντα νοῦν καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις καὶ καθ᾽ ὑπόστασιν ἑνωθείσας, μίαν δὲ ὑπόστασιν ἐκ τῶν δύο φύσεων ἀποτελεσθεῖσαν σύνθετον.

Σῴζεσθαι δέ φαμεν τὰς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ καὶ κατὰ ἀλήθειαν αὐτὰς εἶναι καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἡνωμένας μέντοι ἀσυγχύτως καὶ ἀδιαιρέτως διαφερούσας τε καὶ ἀριθμουμένας. Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος ἀσυγχύτως ἥνωνται καὶ ἀδιαστάτως διῄρηνται καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν ἢ διάστασιν ἢ ἀλλοτρίωσιν καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται (ἕνα γὰρ θεὸν ἐπιγινώσκομεν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον), τὸν αὐτὸν τρόπον καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἥνωνται, ἀλλ᾽ ἀσυγχύτως ἥνωνται, καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται· φυλάττει γὰρ ἑκατέρα φύσις τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. Διὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν.

Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἐν θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς οὐ διαιρέσεως ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων εἴτε διῃρημένων· ἡνωμένων μέν, ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος, διῃρημένων δέ, ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου, διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστὶ καὶ ἡ τοῦ ξύλου ἑτέρα, ἄλλου τρόπου ἑνοῦντος καὶ διαιροῦντος αὐτὰ καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἥνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ τὰς καθ᾽ ὑπόστασιν ἡνωμένας ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμὸν καὶ σύγχυσιν καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα.

Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεως ἔχει, μέρος δὲ οὐκ ἔχει, ἀλλὰ μερικὸν τῷ ἀριθμῷ ὡς ἄτομον· ἀριθμῷ γὰρ καὶ οὐ φύσει διαφέρειν λέγονται αἱ ὑποστάσεις. Κατηγορεῖται δὲ ἡ οὐσία τῆς ὑποστάσεως, διότι ἐν ἑκάστῃ τῶν ὁμοειδῶν ὑποστάσεων τελεία ἡ οὐσία ἐστί. Διὸ οὐδὲ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις κατ᾽ οὐσίαν, ἀλλὰ κατὰ συμβεβηκότα, ἅτινά εἰσι τὰ χαρακτηριστικὰ ἰδιώματα, χαρακτηριστικὰ δὲ ὑποστάσεως καὶ οὐ φύσεως· καὶ γὰρ τὴν ὑπόστασιν ὁρίζονται οὐσίαν μετὰ συμβεβηκότων. Ὥστε τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος ἔχει ἡ ὑπόστασις· ἡ οὐσία δέ, καθ᾽ ἑαυτὴν οὐχ ὑφίσταται, ἀλλ᾽ ἐν ταῖς ὑποστάσεσι θεωρεῖται. Πασχούσης τοίνυν μιᾶς τῶν ὑποστάσεων πᾶσα ἡ οὐσία, καθ᾽ ἣν ἡ ὑπόστασις, πεπονθέναι λέγεται ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων. Οὐ μέντοιγε ἀνάγκη καὶ πάσας τὰς ὁμοειδεῖς ὑποστάσεις συμπάσχειν τῇ πασχούσῃ ὑποστάσει.

Οὕτω τοίνυν ὁμολογοῦμεν τὴν τῆς θεότητος φύσιν πᾶσαν τελείως εἶναι ἐν ἑκάστῃ τῶν αὐτῆς ὑποστάσεων, πᾶσαν ἐν πατρί, πᾶσαν ἐν υἱῷ, πᾶσαν ἐν ἁγίῳ πνεύματι. Διὸ καὶ τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον. Οὕτω καὶ ἐν τῇ ἐνανθρωπήσει τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου φαμὲν πᾶσαν καὶ τελείαν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἑνωθῆναι τῇ ἀνθρωπίνη φύσει πάσῃ καὶ οὐ μέρος μέρει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ ὁ τούτου φοιτητὴς ὁ θεοφόρος καὶ τὰ θεῖα πολὺς Διονύσιος, «ὅτι ὁλικῶς ἡμῖν ἐν μιᾷ τῶν ἑαυτῆς ἐκοινώνησεν ὑποστάσεων».

Οὐ μὴν λέγειν ἀναγκασθησόμεθα, πάσας τὰς ὑποστάσεις τῆς ἁγίας θεότητος ἤτοι τὰς τρεῖς πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ᾽ ὑπόστασιν ἡνῶσθαι· κατ᾽ οὐδένα γὰρ κεκοινώνηκε λόγον ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῇ σαρκώσει τοῦ θεοῦ λόγου εἰ μὴ κατ᾽ εὐδοκίαν καὶ βούλησιν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἑνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Οὐδὲν γάρ, ὧν ἐνεφύτευσε τῇ ἡμετέρᾳ φύσει ὁ θεὸς λόγος ἀρχῆθεν πλάσας ἡμᾶς, ἐνέλιπεν, ἀλλὰ πάντα ἀνέλαβε, σῶμα, ψυχὴν νοερὰν καὶ λογικὴν καὶ τὰ τούτων ἰδιώματα (τὸ γὰρ ἑνὸς τούτων ἀμοιροῦν ζῷον οὐκ ἄνθρωπος)· ὅλον γὰρ ὅλος ἀνέλαβέ με, καὶ ὅλος ὅλῳ ἡνώθη, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον».

Ἥνωται τοίνυν σαρκὶ διὰ μέσου νοῦ ὁ λόγος τοῦ θεοῦ μεσιτεύοντος θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι. Ἡγεμονικὸν μὲν γὰρ ψυχῆς τε καὶ σαρκὸς νοῦς, τῆς ψυχῆς τὸ καθαρώτατον, ἀλλὰ καὶ νοῦ ὁ θεός· καὶ ὅτε μὲν παραχωρεῖται ὑπὸ τοῦ κρείττονος, τὴν οἰκείαν ὁ νοῦς ἡγεμονίαν ἐνδείκνυται. Ἐκνικᾶται δὲ καὶ ἕπεται τῷ κρείττονι καὶ ταῦτα ἐνεργεῖ, ἃ ἡ θεία βούλεται θέλησις.

Χωρίον ὁ νοῦς γέγονε τῆς καθ᾽ ὑπόστασιν αὐτῷ ἡνωμένης θεότητος ὥσπερ δηλαδὴ καὶ ἡ σάρξ, οὐ σύνοικος, ὡς ἡ τῶν αἱρετικῶν ἐναγὴς πλανᾶται οἴησις· «οὐ γὰρ ἂν μεδιμναῖον», λέγουσα, «χωρήσει διμέδιμνον». σωματικῶς τὰ ἄυλα κρίνουσα. Πῶς δὲ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὁμοούσιος τῷ τε πατρὶ καὶ ἡμῖν ὁ Χριστὸς λεχθήσεται, εἰ μέρος τῆς θείας φύσεως μέρει τῆς ἀνθρωπίνης ἐν αὐτῷ ἥνωται φύσεως;

Λέγομεν δὲ τὴν φύσιν ἡμῶν ἐγηγέρθαι ἐκ τῶν νεκρῶν καὶ ἀνεληλυθέναι καὶ κεκαθικέναι ἐκ δεξιῶν τοῦ πατρός, οὐ καθὸ πᾶσαι αἱ τῶν ἀνθρώπων ὑποστάσεις ἀνέστησαν καὶ ἐκάθισαν ἐκ δεξιῶν τοῦ πατρός, ἀλλὰ πᾶσα ἡ φύσις ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τῷ Χριστῷ».

Καὶ τοῦτο δέ φαμεν, ὅτι ἐκ κοινῶν οὐσιῶν ἡ ἕνωσις γέγονε· πᾶσα γὰρ οὐσία κοινή ἐστι πασῶν τῶν ὑπ᾽ αὐτῆς περιεχομένων ὑποστάσεων, καὶ οὐκ ἔστιν εὑρεῖν μερικὴν καὶ ἰδιάζουσαν φύσιν ἤτοι οὐσίαν, ἐπεὶ ἀνάγκη τὰς αὐτὰς ὑποστάσεις καὶ ὁμοουσίους καὶ ἑτεροουσίους λέγειν καὶ τὴν ἁγίαν τριάδα καὶ ὁμοούσιον καὶ ἑτεροούσιον κατὰ τὴν θεότητα λέγειν.

Ἡ αὐτὴ τοίνυν φύσις ἐν ἑκάστῃ τῶν ὑποστάσεων θεωρεῖται. Καὶ ὅτε εἴπωμεν τὴν φύσιν τοῦ λόγου σεσαρκῶσθαι κατὰ τοὺς μακαρίους Ἀθανάσιόν τε καὶ Κύριλλον, τὴν θεότητα λέγομεν ἡνῶσθαι σαρκί. Διὸ οὐ δυνάμεθα εἰπεῖν· Ἡ φύσις τοῦ λόγου ἔπαθεν (οὐ γὰρ ἔπαθεν ἡ θεότης ἐν αὐτῷ), λέγομεν δὲ τὴν ἀνθρωπίνην φύσιν πεπονθέναι ἐν τῷ Χριστῷ, οὐ μὴν δὲ πάσας τὰς ὑποστάσεις τῶν ἀνθρώπων ἐμφαίνοντες, καὶ τῇ ἀνθρωπίνῃ φύσει πεπονθέναι ὁμολογοῦμεν τὸν Χριστόν. Ὥστε φύσιν τοῦ λόγου λέγοντες αὐτὸν τὸν λόγον σημαίνομεν. Ὁ δὲ λόγος καὶ τὸ κοινὸν τῆς οὐσίας κέκτηται καὶ τὸ ἰδιάζον τῆς ὑποστάσεως.

Περὶ τῆς μιᾶς τοῦ θεοῦ λόγου συνθέτου ὑποστάσεως Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀιδίως φαμὲν τὴν θείαν τοῦ θεοῦ λόγου ὑπόστασιν ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πάντα ἔχουσαν ὅσα ἔχει ὁ πατὴρ ὡς αὐτῷ ὁμοούσιον, τῷ τῆς γεννήσεως τρόπῳ καὶ σχέσει τῆς πατρικῆς ὑποστάσεως διαφέρουσαν, τελείως ἔχουσαν, οὐδέποτε τῆς πατρικῆς ἐκφοιτῶσαν ὑποστάσεως, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τῶν πατρικῶν κόλπων οὐκ ἀποστάντα τὸν λόγον (ἀπεριγράπτως γάρ) ἐνῳκηκέναι τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἀσπόρως καὶ ἀπεριλήπτως, ὡς οἶδεν αὐτός, καὶ ἐν αὐτῇ τῇ προαιωνίῳ αὐτοῦ ὑποστάσει ὑποστήσασθαι ἑαυτῷ σάρκα ἐκ τῆς ἁγίας παρθένου.

Ἐν πᾶσι μὲν οὖν καὶ ὑπὲρ τὰ πάντα ἦν καὶ ἐν τῇ γαστρὶ ὑπάρχων τῆς ἁγίας θεοτόκου, ἀλλ᾽ ἐν αὐτῇ ἐνεργείᾳ σαρκώσεως. Σεσάρκωται τοίνυν ἐξ αὐτῆς προσλαβόμενος τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ὥστε αὐτὴν χρηματίσαι τῇ σαρκὶ ὑπόστασιν τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν καὶ σύνθετον γενέσθαι τὴν πρότερον ἁπλῆν οὖσαν τοῦ λόγου ὑπόστασιν, σύνθετον δὲ ἐκ δύο τελείων φύσεων θεότητός τε καὶ ἀνθρωπότητος, καὶ φέρειν αὐτὴν τῆς θείας τοῦ θεοῦ λόγου υἱότητος τὸ χαρακτηριστικὸν καὶ ἀφοριστικὸν ἰδίωμα, καθ᾽ ὃ διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύματος, τά τε τῆς σαρκὸς χαρακτηριστικὰ καὶ ἀφοριστικὰ ἰδιώματα, καθ᾽ ἃ διαφέρει τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων, φέρειν δὲ καὶ τὰ τῆς θείας φύσεως ἰδιώματα, καθ᾽ ἃ ἥνωται τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως γνωρίσματα, καθ᾽ ἃ ἥνωται τῇ τε μητρὶ καὶ ἡμῖν. Ἔτι δὲ διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος τῆς τε μητρὸς καὶ ἡμῶν κατὰ τὸ ὑπάρχειν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτόν· τοῦτο γὰρ τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἰδιαίτατον ἰδίωμα γινώσκομεν.

Τοιγαροῦν ὁμολογοῦμεν αὐτὸν ἕνα υἱὸν τοῦ θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ υἱὸν ἀνθρώπου τὸν αὐτόν, ἕνα Χριστόν, ἕνα κύριον, τὸν μόνον μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ, Ἰησοῦν, τὸν κύριον ἡμῶν. Δύο αὐτοῦ τὰς γεννήσεις σέβοντες, μίαν τὴν ἐκ πατρὸς προαιώνιον ὑπὲρ αἰτίαν καὶ λόγον καὶ χρόνον καὶ φύσιν καὶ μίαν τὴν ἐπ᾽ ἐσχάτων δι᾽ ἡμᾶς καὶ καθ᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς—«δι᾽ ἡμᾶς» ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, «καθ᾽ ἡμᾶς» ὅτι γενόμενος ἄνθρωπος ἐκ γυναικὸς καὶ χρόνῳ κυήσεως, «ὑπὲρ ἡμᾶς» ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ᾽ ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου ὑπὲρ νόμον κυήσεως—, οὐ θεὸν αὐτὸν μόνον κηρύττοντες γυμνὸν τῆς καθ᾽ ἡμᾶς ἀνθρωπότητος οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλοῦντες αὐτὸν τῆς θεότητος, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν ὁμοῦ θεόν τε καὶ ἄνθρωπον, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον, τὸν αὐτὸν ὅλον θεὸν καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος, διὰ τοῦ εἰπεῖν «τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον» τὸ πλῆρες καὶ ἀνελλιπὲς δηλοῦντες τῶν φύσεων, διὰ δὲ τοῦ εἰπεῖν «ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον» τὸ μοναδικὸν καὶ ἄτμητον δεικνύντες τῆς ὑποστάσεως.

Καὶ «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» ὁμολογοῦμεν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» τὴν τῆς σαρκὸς οὐσίαν σημαίνοντες κατὰ τὸν μακάριον Κύριλλον. Καὶ σεσάρκωται τοίνυν ὁ λόγος καὶ τῆς οἰκείας ἀυλότητος οὐκ ἐξέστηκε καὶ ὅλος σεσάρκωται καὶ ὅλος ἐστὶν ἀπερίγραπτος.

Σμικρύνεται σωματικῶς καὶ συστέλλεται καὶ θεϊκῶς ἐστιν ἀπερίγραπτος οὐ συμπαρεκτεινομένης τῆς σαρκὸς αὐτοῦ τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι. Ὅλος μὲν οὖν ἐστι θεὸς τέλειος, οὐχ ὅλον δὲ θεός (οὐ γὰρ μόνον θεός, ἀλλὰ καὶ ἄνθρωπος), καὶ ὅλος ἄνθρωπος τέλειος, οὐχ ὅλον δὲ ἄνθρωπος (οὐ μόνον γὰρ ἄνθρωπος, ἀλλὰ καὶ θεός). Τὸ μὲν «ὅλον» φύσεως ἐστι παραστατικόν, τὸ «ὅλος» δὲ ὑποστάσεως, ὥσπερ τὸ μὲν «ἄλλο» φύσεως, τὸ «ἄλλος» δὲ ὑποστάσεως.

Ἰστέον δέ, ὡς, εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ κυρίου φύσεις φαμέν, ἀλλ᾽ οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν· αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι᾽ αὐτῆς δὲ οὐδέν. Καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος· εἰ γὰρ ὁ ἥλιος ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδοὺς μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου ποιητής τε καὶ κύριος.

Οὐ γὰρ πέπονθεν σαρκωθείς—πῶς γὰρ ἂν πάθοι τὸ φύσει ἀπαθές; —οὐδὲ ἐτράπη ὁ ἁπλοῦς σύνθετος γενόμενος· ἡ γὰρ τροπὴ πάθος ἐστί, τὸ δὲ ἀπαθὲς πάντως καὶ ἄτρεπτον. Ἐνήργησε τοιγαροῦν σαρκωθείς, οὐκ ἔπαθεν· οὔτε γὰρ ἡ φύσις αὐτοῦ ἡ θεία ἐτράπη ἢ προσθήκην ἐδέξατο, οὐδὲ τὸ τῆς ὑποστάσεως αὐτοῦ ἰδίωμα, τουτέστιν ἡ υἱότης, ἐτράπη· ἔμεινε γὰρ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου γενόμενος. Οὐκ ἔπαθεν οὖν, ἀλλ᾽ ἐνήργησε δημιουργήσας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ δοὺς αὐτῇ ἑαυτὸν ὑπόστασιν καὶ ἐν ἑαυτῷ αὐτὴν ὑποστήσας. —Ἰστέον γάρ, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν.

Πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ᾽ ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ μήπω καθ᾽ αὑτὸ προϋποστὰν καὶ γίνεται αὐτῷ ὑπόστασις (ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρός) καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός (οὐ γὰρ ὑπέστη καθ᾽ αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ᾽ αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀναμέρος κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε) καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός· προϋπάρχουσα γὰρ τοῦ ξύλου μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός.

Λέγεται δὲ καὶ καθ᾽ ἕτερον τρόπον πύρωσις ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν· τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον ἐστὶ τὸ πυρούμενον, καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός· τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ λόγου λέγεται ὡς τοῦ λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως (προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ), θέωσις δὲ τῆς σαρκός· αὕτη γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν· διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ λόγος, ἀλλ᾽ ἐνήργησε τὴν σάρκωσιν μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω οὐχὶ τραπείσης εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑπὸ τῶν τῆς θεότητος αὐχημάτων· ἐζωοποίει γὰρ οὐ κατ᾽ οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα.

Καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀπαστράπτει οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ᾽ ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ᾽ ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν.

Πρὸς τοὺς λέγοντας· Ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναφέροιντο ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν οὔτε μία ἐπιφάνεια οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχὲς ἀναχθῶσι ποσόν· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα.

Ἰστέον δέ, ὡς ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ καὶ ἀδύνατον ἀριθμεῖσθαι τὰ κατὰ μηδὲν διαφέροντα· καθ᾽ ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται. Οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ᾽ ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ᾽ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστί, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται.

Ἥνωνται μὲν αἱ τοῦ Χριστοῦ φύσεις ἀσυγχύτως καθ᾽ ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ᾽ ὑπόστασιν δύο εἶναί φαμεν τὰς φύσεις τοῦ Χριστοῦ. Ὧι δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται; δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Ἡνωμέναι γὰρ καθ᾽ ὑπόστασιν καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι ἀσυγχύτως ἥνωνται, τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασῴζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται.

Εἷς τοίνυν ἐστὶν ὁ Χριστός, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὃν προσκυνοῦμεν σὺν πατρὶ καὶ πνεύματι μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ οὐκ ἀπροσκύνητον τὴν σάρκα λέγοντες (προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν), οὐ τῇ κτίσει λατρεύοντες (οὐ γὰρ ὡς ψιλῇ σαρκὶ προσκυνοῦμεν ἀλλ᾽ ὡς ἡνωμένῃ θεότητι καὶ ὡς εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων). Δέδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσκυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα· οὐ γὰρ τέταρτον παρεντίθημι πρόσωπον ἐν τῇ τριάδι—μὴ γένοιτο—, ἀλλ᾽ ἓν πρόσωπον ὁμολογῶ τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ. Τριὰς γὰρ ἔμεινεν ἡ τριὰς καὶ μετὰ τὴν τοῦ λόγου σάρκωσιν.

Πρὸς τό, εἰ οὐκ ἔστι φύσις ἀνυπόστατος, ἀπάντησις Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος (ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται), ἀλλ᾽ οὐκ ἀνάγκη τὰς ἀλλήλαις ἑνωθείσας φύσεις καθ᾽ ὑπόστασιν ἑκάστην ἰδίαν κεκτῆσθαι ὑπόστασιν· δύνανται γὰρ εἰς μίαν συνδραμοῦσαι ὑπόστασιν μήτε ἀνυπόστατοι εἶναι μήτε ἰδιάζουσαν ἑκάστῃ ἔχειν ὑπόστασιν, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ἀμφότεραι. Ἡ αὐτὴ γὰρ τοῦ λόγου ὑπόστασις ἀμφοτέρων τῶν φύσεων ὑπόστασις χρηματίσασα οὔτε ἀνυπόστατον μίαν αὐτῶν εἶναι συγχωρεῖ οὔτε μὴν ἑτεροϋποστάτους ἀλλήλων εἶναι παραχωρεῖ, οὐδὲ ποτὲ μὲν τῆσδε ποτὲ δὲ ἐκείνης, ἀλλ᾽ ἀεὶ ἀμφοτέρων ἀδιαιρέτως καὶ ἀχωρίστως ὑπάρχει ὑπόστασις, οὐ μεριζομένη καὶ διαιρουμένη καὶ μέρος μὲν αὑτῆς τῇδε, μέρος δὲ τῇδε διανέμουσα, ἀλλὰ πᾶσα ταύτης καὶ πᾶσα ἐκείνης ἀμερῶς καὶ ὁλοσχερῶς ὑπάρχουσα.

Οὐ γὰρ ἰδιοσυστάτως ὑπέστη ἡ τοῦ θεοῦ λόγου σὰρξ οὐδὲ ἑτέρα ὑπόστασις γέγονε παρὰ τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν, ἀλλ᾽ ἐν αὐτῇ ὑποστᾶσα ἐνυπόστατος μᾶλλον καὶ οὐ καθ᾽ αὑτὴν ἰδιοσύστατος ὑπόστασις γέγονε. Διὸ οὐδὲ ἀνυπόστατός ἐστιν οὐδὲ ἑτέραν ἐν τῇ τριάδι παρεισφέρει ὑπόστασιν.

Περὶ τοῦ τρισαγίου Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον καὶ ἀναμέρος τιθεῖσαν τὸν τοῦ θεοῦ υἱὸν τὴν τοῦ πατρὸς ἐνυπόστατον δύναμιν καὶ ἀναμέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἄπαγε ταύτην τὴν βλάσφημον καὶ παρέγγραπτον φλυαρίαν.

Ἡμεῖς γὰρ τὸ «ἅγιος ὁ θεὸς» ἐπὶ τοῦ πατρὸς ἐκλαμβάνομεν οὐκ αὐτῷ μόνῳ τὸ τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλὰ καὶ τὸν υἱὸν θεὸν εἰδότες καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ «ἅγιος ἰσχυρὸς» ἐπὶ τοῦ υἱοῦ τίθεμεν οὐκ ἀπαμφιεννύντες τῆς ἰσχύος τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ «ἅγιος ἀθάνατος» ἐπὶ τοῦ ἁγίου πνεύματος τάττομεν οὐκ ἔξω τῆς ἀθανασίας τιθέντες τὸν πατέρα καὶ τὸν υἱόν, ἀλλ᾽ ἐφ᾽ ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἀπολύτως ἐκλαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ», οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον, ὧδέ πῃ λέγοντα· «‘Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα’, τοῦ ‘ἐξ οὗ’ καὶ ‘δι᾽ οὗ’ καὶ ‘ἐξ ᾧ’ μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας· καὶ τοῦτο δῆλον· ἐξ ὧν εἰς ἓν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ ἀποστόλῳ, τὸ ‘ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν’».

Ὅτι γὰρ οὐκ εἰς τὸν υἱὸν μόνον λέλεκται τὸ τρισάγιον, ἀλλ᾽ εἰς τὴν ἁγίαν τριάδα, μάρτυς ὁ θεῖος καὶ ἱερὸς Ἀθανάσιος Βασίλειός τε καὶ Γρηγόριος καὶ πᾶς ὁ τῶν θεοφόρων πατέρων χορός, ὅτιπερ διὰ τῆς τρισσῆς ἁγιότητος τὰς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις τὰ ἅγια Σεραφὶμ ἡμῖν ὑπεμφαίνουσι. Διὰ δὲ τῆς μιᾶς κυριότητος τὴν μίαν τῆς θεαρχικῆς τριάδος οὐσίαν τε καὶ βασιλείαν γνωρίζουσι. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα».

Φασὶ μὲν οὖν οἱ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξαντες λιτανεύοντος τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἐπὶ Πρόκλου τοῦ ἀρχιεπισκόπου γεγενημένην, ἀφαρπαχθῆναι παιδίον τοῦ λαοῦ καὶ οὕτω μυηθῆναι ὑπ᾽ ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον ὕμνον «ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς» καὶ αὖθις ἐπιστραφέντος τοῦ παιδίου καὶ τὸ μυηθὲν ἀπαγγείλαντος ᾆσαι τὸν ὕμνον ἅπαν τὸ πλῆθος καὶ οὕτω κοπάσαι τὴν ἀπειλήν. Καὶ ἐν τῇ ἁγίᾳ δὲ καὶ μεγάλῃ τῇ οἰκουμενικῇ τετάρτῃ συνόδῳ, τῇ ἐν Χαλκηδόνι φημί, οὕτως ὑμνηθῆναι ὁ τρισάγιος οὗτος ὕμνος παραδέδοται· οὕτω γὰρ τοῖς πεπραγμένοις τῆς αὐτῆς ἁγίας συνόδου ἐμφέρεται. Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι᾽ ἀγγέλων μυηθεῖσαν καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τοσῶνδε ἁγίων πατέρων συνόδῳ κυρωθεῖσαν καὶ βεβαιωθεῖσαν καὶ πρότερον ὑπὸ τῶν Σεραφὶμ ὑμνηθεῖσαν τὴν τρισάγιον ᾠδὴν ὡς τῆς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει καὶ δῆθεν διορθωθῆναι ὡς τῶν Σεραφὶμ ὑπερβάλλοντος. Ἀλλ᾽ ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας. Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς».

Περὶ τῆς ἐν εἴδει καὶ ἐν ἀτόμῳ θεωρουμένης φύσεως καὶ διαφορᾶς, ἑνώσεως καὶ σαρκώσεως, καὶ πῶς ἐκληπτέον «τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται (καθ᾽ αὑτὴν γὰρ οὐχ ὑφέστηκεν), ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴδει θεωρουμένη φύσις, ἢ ὁλικῶς ἡ αὐτὴ ἐν προσλήψει συμβεβηκότων ἐν μιᾷ ὑποστάσει καὶ λέγεται ἐν ἀτόμῳ θεωρουμένη φύσις.

Ὁ οὖν θεὸς λόγος σαρκωθεὶς οὔτε τὴν ἐν ψιλῇ θεωρίᾳ κατανοουμένην φύσιν ἀνέλαβεν (οὐ γὰρ σάρκωσις τοῦτο, ἀλλ᾽ ἀπάτη καὶ πλάσμα σαρκώσεως) οὔτε τὴν ἐν τῷ εἴδει θεωρουμένην (οὐ γὰρ πάσας τὰς ὑποστάσεις ἀνέλαβεν), ἀλλὰ τὴν ἐν ἀτόμῳ τὴν αὐτὴν οὖσαν τῷ εἴδει (ἀπαρχὴν γὰρ ἀνέλαβε τοῦ ἡμετέρου φυράματος), οὐ καθ᾽ αὑτὴν ὑποστᾶσαν καὶ ἄτομον χρηματίσασαν πρότερον καὶ οὕτως ὑπ᾽ αὐτοῦ προσληφθεῖσαν, ἀλλ᾽ ἐν τῇ αὐτοῦ ὑποστάσει ὑπάρξασαν. Αὐτὴ γὰρ ἡ ὑπόστασις τοῦ θεοῦ λόγου ἐγένετο τῇ σαρκὶ ὑπόστασις, καὶ κατὰ τοῦτο «ὁ λόγος σὰρξ ἐγένετο», ἀτρέπτως δηλαδή, καὶ ἡ σὰρξ λόγος ἀμεταβλήτως, καὶ ὁ θεὸς ἄνθρωπος· θεὸς γὰρ ὁ λόγος, καὶ ὁ ἄνθρωπος θεὸς διὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν.

Ταὐτὸν οὖν ἐστιν εἰπεῖν φύσιν τοῦ λόγου καὶ τὴν ἐν ἀτόμῳ φύσιν· οὔτε γὰρ τὸ ἄτομον ἤγουν τὴν ὑπόστασιν κυρίως καὶ μόνως δηλοῖ οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν μιᾷ τῶν ὑποστάσεων θεωρουμένην καὶ ἐξεταζομένην.

Ἄλλο μὲν οὖν ἐστιν ἕνωσις, καὶ ἕτερον σάρκωσις· ἡ μὲν γὰρ ἕνωσις μόνην δηλοῖ τὴν συνάφειαν, πρὸς τί δὲ γέγονεν ἡ συνάφεια, οὐκέτι. Ἡ δὲ σάρκωσις, ταὐτὸν δ᾽ ἐστὶν εἰπεῖν καὶ ἐνανθρώπησις, τὴν πρὸς σάρκα ἤτοι πρὸς ἄνθρωπον συνάφειαν δηλοῖ, καθάπερ καὶ ἡ πύρωσις τὴν πρὸς τὸ πῦρ ἕνωσιν. Αὐτὸς μὲν οὖν ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς Σούκενσον δευτέρᾳ ἐπιστολῇ ἑρμηνεύων τὸ «μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην» οὕτω φησίν· «Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ λόγου φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ ‘σεσαρκωμένην’, ἀλλ᾽ οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι; Ἢ πῶς ὑφέστηκεν ἡ καθ᾽ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ᾽ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν ‘σεσαρκωμένην’, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες».

Ἐνταῦθα μὲν οὖν τὴν φύσιν τοῦ λόγου ἐπὶ τῆς φύσεως ἔταξεν. Εἰ γὰρ ἀντὶ ὑποστάσεως τὴν φύσιν παρείληφεν, οὐκ ἄτοπον ἦν, καὶ δίχα τοῦ «σεσαρκωμένην» τοῦτο εἰπεῖν· μίαν γὰρ ὑπόστασιν τοῦ θεοῦ λόγου ἀπολύτως λέγοντες οὐ σφαλλόμεθα. Ὁμοίως δὲ καὶ Λεόντιος ὁ Βυζάντιος ἐπὶ τῆς φύσεως τὸ ῥητὸν ἐνόησεν, οὐκ ἀντὶ τῆς ὑποστάσεως. Ἐν δὲ τῇ πρὸς τὰς Θεοδωρήτου μέμψεις τοῦ δευτέρου ἀναθεματισμοῦ οὕτω φησὶν ὁ μακάριος Κύριλλος· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος». Ὥστε τὸ εἰπεῖν «φύσιν τοῦ λόγου» οὔτε τὴν ὑπόστασιν μόνην σημαίνει οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν τῇ τοῦ λόγου ὑποστάσει ὁλικῶς θεωρουμένην.

Ὅτι μὲν οὖν ἡ φύσις τοῦ λόγου ἐσαρκώθη ἤτοι ἡνώθη σαρκί, εἴρηται. Φύσιν δὲ τοῦ λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν, Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν· ὥστε οὐ τὴν ὑπόστασιν δηλοῖ τὸ εἰπεῖν «φύσιν τοῦ λόγου». Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον αὐτὴν τὴν τοῦ λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῆς σαρκὸς ὑπόστασιν. Καὶ ὅτι μὲν ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὁ ἄνθρωπος θεός, εἴρηται. Θεὸς γὰρ ὁ λόγος, γέγονεν δὲ ἀμεταβλήτως ἄνθρωπος. Ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν ἢ ἐσαρκώθη ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ὅτι δὲ ἡ θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν.

Καὶ ὅτι ὁ θεὸς μορφοῦται ἤτοι οὐσιοῦται τὸ ἀλλότριον ἤτοι τὸ καθ᾽ ἡμᾶς, εἴρηται. Ἐφ᾽ ἑκάστης γὰρ τῶν ὑποστάσεων τὸ θεὸς ὄνομα τάττεται, θεότητα δὲ ἐπὶ ὑποστάσεως εἰπεῖν οὐ δυνάμεθα. Θεότητα γὰρ τὸν πατέρα μόνον ἢ τὸν υἱὸν μόνον ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀκηκόαμεν· θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν. Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει καὶ ἐφ᾽ ἑκάστῃ τῶν ὑποστάσεων τάττεται παρωνύμως ὥσπερ καὶ ἄνθρωπος· θεὸς γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην.

Ἐπὶ πᾶσι τούτοις ἰστέον, ὡς ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατ᾽ οὐδένα λόγον τῇ σαρκώσει τοῦ λόγου κεκοινώνηκεν εἰ μὴ κατὰ τὰς θεοσημίας καὶ κατ᾽ εὐδοκίαν καὶ βούλησιν.

Ὅτι θεοτόκος ἡ ἁγία παρθένος Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν· ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα. Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ᾽ ὡς αὐτοῦ τοῦ θεοῦ λόγου τοῦ πρὸ αἰώνων ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντος καὶ ἀνάρχως καὶ ἀιδίως ὑπάρχοντος σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ ἁγία παρθένος, ἀλλὰ θεὸν ἀληθινόν, οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον, οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα καὶ ὡς διὰ σωλῆνος δι᾽ αὐτῆς παρελθόντα, ἀλλ᾽ ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα καὶ ἐν ἑαυτῷ ὑποστήσαντα. Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται καὶ οὐκ ἐκ τῆς καθ᾽ ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως; Ἡ γὰρ ἐνανθρώπησις τοῦ θεοῦ λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα καὶ πεσοῦσα καὶ φθαρεῖσα φύσις νικήσῃ τὸν ἀπατήσαντα τύραννον καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Ἐπειδὴ δι᾽ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν»· εἰ τὸ πρῶτον ἀληθῶς, καὶ τὸ δεύτερον.

Εἰ δὲ καὶ λέγει· «Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δεύτερος Ἀδάμ, ὁ κύριος, ἐξ οὐρανοῦ», οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δηλῶν ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν. Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε καὶ κύριον τὸ συναμφότερον σημαίνων. Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής· γηγενὴς δὲ δῆλον, ὡς ἔστιν ἡ ἀνθρώπου φύσις ἡ ἐκ χοὸς πλασθεῖσα· κύριος δὲ τῆς θείας οὐσίας ἐστὶ παραστατικόν.

Πάλιν δέ φησιν ὁ ἀπόστολος· «Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γεννώμενον ἐκ γυναικός». Οὐκ εἶπε διὰ γυναικός, ἀλλ᾽ «ἐκ γυναικός». Ἐσήμανεν οὖν ὁ θεῖος ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἐκ τῆς παρθένου γενόμενος ἄνθρωπος καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς παρθένου γεννηθεὶς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος, οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας ὡς ἐν προφήτῃ, ἀλλ᾽ αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἐψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις· τοῦτο γὰρ σημαίνει τὸ «γενόμενον ἐκ γυναικός». Πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν;

Ὅθεν δικαίως καὶ ἀληθῶς θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν· τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι. Εἰ γὰρ θεοτόκος ἡ γεννήσασα, πάντως θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς, πάντως δὲ καὶ ἄνθρωπος. Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη θεὸς ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν; Ὁ γὰρ υἱὸς ἀνθρώπου ἄνθρωπος δηλονότι. Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν καὶ ἐπ᾽ ἐσχάτων τῶν χρόνων ἐκ τῆς παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν ἤτοι τὴν ἀνθρωπίνην. Τοῦτο δὲ μίαν ὑπόστασιν καὶ δύο φύσεις καὶ δύο γεννήσεις σημαίνει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Χριστοτόκον δὲ οὔ φαμεν τὴν ἁγίαν παρθένον, διότι ἐπ᾽ ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ μιαρὸς καὶ βδελυρὸς καὶ ἰουδαιόφρων Νεστόριος, τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν θεοτόκου, κἂν αὐτὸς διαρρήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ σατανᾷ, ἐξηύρατο ὡς ἐπηρεαζομένην· χριστὸς γὰρ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ Ἀαρὼν ὁ ἀρχιερεύς (ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη) καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ᾽ οὐ θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος τὸν ἐκ παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο. Ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ θεὸν σεσαρκωμένον.

Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ᾽ αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται, ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωνται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ᾽ ἡμᾶς. Οὔτε γὰρ γενόμενος πρότερον καθ᾽ ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ᾽ ἢ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι· ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς. Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε· κατεδέξατο γὰρ αὐτὰ ὁ λόγος οἰκονομίας λόγῳ, φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα.

Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης ἁμαρτίας, ἅτινά ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά· ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά· δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην. Ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός· αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα.