Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Τα αδιάβλητα πάθη, ο σταυρός, ο θάνατος και η ανάσταση του Κυρίου

Η πρόσληψη των φυσικών παθών, η προσευχή του Κυρίου, η απαθής σταύρωση του Λόγου, η κάθοδος στον Άδη, η ανάσταση και η εκ δεξιών του Πατρός καθέδρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 10 από 16

Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα, ἀλλ᾽ ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ᾽ ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι.

Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ἵνα ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι᾽ ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα.

Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται.

Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, οὐ γὰρ προηγεῖτο ἐν τῷ κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ᾽ αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν.

Περὶ ἀγνοίας καὶ δουλείας Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν· καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν μελλόντων γνῶσιν. «Ἐὰν οὖν» κατὰ τὸν θεολόγον Γρηγόριον «χωρίσῃς τὸ ὁρώμενον τοῦ νοουμένου», δούλη τε λέγεται καὶ ἀγνοοῦσα ἡ σάρξ, διὰ δὲ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν ἀδιάσπαστον ἕνωσιν κατεπλούτησεν ἡ τοῦ κυρίου ψυχὴ τὴν τῶν μελλόντων γνῶσιν ὡς καὶ τὰς λοιπὰς θεοσημίας. Ὥσπερ γὰρ ἡ σὰρξ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἔστι ζωοποιός (ἡ δὲ τοῦ κυρίου σὰρξ ἑνωθεῖσα καθ᾽ ὑπόστασιν αὐτῷ τῷ θεῷ λόγῳ τῆς μὲν κατὰ φύσιν θνητότητος οὐκ ἀπέστη, ζωοποιὸς δὲ γέγονε διὰ τὴν πρὸς τὸν λόγον καθ᾽ ὑπόστασιν ἕνωσιν) καὶ οὐ δυνάμεθα λέγειν, ὅτι οὐκ ἦν καὶ ἔστιν ἀεὶ ζωοποιός, οὕτως ἡ μὲν ἀνθρωπίνη φύσις οὐσιωδῶς οὐ κέκτηται τῶν μελλόντων τὴν γνῶσιν· ἡ δὲ τοῦ κυρίου ψυχὴ διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἕνωσιν καὶ τὴν ὑποστατικὴν ταυτότητα κατεπλούτησεν, ὡς ἔφην, μετὰ τῶν λοιπῶν θεοσημιῶν καὶ τὴν τῶν μελλόντων γνῶσιν.

Ἰστέον δέ, ὅτι οὔτε δοῦλον αὐτὸν λέγειν δυνάμεθα· τὸ γὰρ τῆς δουλείας καὶ τῆς δεσποτείας ὄνομα οὐ φύσεώς εἰσι γνωρίσματα, ἀλλὰ τῶν πρός τι, ὥσπερ τὸ τῆς πατρότητος καὶ τῆς υἱότητος. Ταῦτα γὰρ οὐκ οὐσίας, ἀλλὰ σχέσεώς εἰσι δηλωτικά. Ὥσπερ οὖν ἐπὶ τῆς ἀγνοίας εἴπομεν, ὅτι, ἐὰν ἰσχναῖς ἐπινοίαις ἤτοι νοῦ λεπταῖς φαντασίαις διέλῃς τὸ κτιστὸν ἐκ τοῦ ἀκτίστου, δούλη ἐστὶν ἡ σάρξ, εἰ μὴ ἥνωτο τῷ θεῷ λόγῳ.

Ἅπαξ δὲ ἑνωθεῖσα καθ᾽ ὑπόστασιν πῶς ἔσται δούλη; Εἷς γὰρ ὢν ὁ Χριστὸς οὐ δύναται δοῦλος ἑαυτοῦ εἶναι κύριος ὤν· ταῦτα γὰρ οὐ τῶν ἁπλῶς λεγομένων εἰσίν, ἀλλὰ πρὸς ἕτερον. Τίνος οὖν ἔσται δοῦλος; Τοῦ πατρός; Οὐκοῦν οὐ πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ τοῦ υἱοῦ εἰσιν, εἴπερ τοῦ πατρός ἐστι δοῦλος, ἑαυτοῦ δὲ οὐδαμῶς. Πῶς δὲ περὶ ἡμῶν λέγει ὁ ἀπόστολος· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός», δι᾽ αὐτοῦ υἱοθετηθέντων, εἴπερ αὐτὸς δοῦλός ἐστι; Προσηγορικῶς οὖν λέγεται δοῦλος οὐκ αὐτὸς ὢν τοῦτο, δι᾽ ἡμᾶς δὲ δούλου μορφὴν εἰληφὼς καὶ δοῦλος μεθ᾽ ἡμῶν κεκλημένος. Ἀπαθὴς γὰρ ὢν δι᾽ ἡμᾶς ἐδούλευσε πάθεσι καὶ διάκονος τῆς ἡμῶν σωτηρίας γέγονεν. Οἱ δὲ λέγοντες αὐτὸν δοῦλον διιστῶσι τὸν ἕνα Χριστὸν εἰς δύο καθάπερ Νεστόριος. Ἡμεῖς δὲ δεσπότην αὐτόν φαμεν καὶ κύριον πάσης τῆς κτίσεως, τὸν ἕνα Χριστόν, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, καὶ πάντα εἰδέναι· «ἐν αὐτῷ γάρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι».

Περὶ προκοπῆς Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄγων, ἔτι δὲ τὴν τῶν ἀνθρώπων ἐν σοφίᾳ καὶ χάριτι προκοπὴν καὶ τὴν τελείωσιν τῆς τοῦ πατρὸς εὐδοκίας ἤγουν τὴν τῶν ἀνθρώπων θεογνωσίαν τε καὶ σωτηρίαν οἰκείαν προκοπὴν ποιούμενος καὶ οἰκειούμενος πανταχοῦ τὸ ἡμέτερον. Οἱ δὲ προκόπτειν αὐτὸν λέγοντες σοφίᾳ καὶ χάριτι ὡς προσθήκην τούτων δεχόμενον οὐκ ἐξ ἄκρας ὑπάρξεως τῆς σαρκὸς γεγενῆσθαι τὴν ἕνωσιν λέγουσιν οὐδὲ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν πρεσβεύουσι, Νεστορίῳ δὲ τῷ ματαιόφρονι πειθόμενοι σχετικὴν ἕνωσιν καὶ ψιλὴν ἐνοίκησιν τερατεύονται, «μὴ γινώσκοντες, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ γὰρ ἀληθῶς ἡνώθη τῷ θεῷ λόγῳ ἡ σὰρξ ἐξ ἄκρας ὑπάρξεως, μᾶλλον δὲ ἐν αὐτῷ ὑπῆρξε καὶ τὴν ὑποστατικὴν πρὸς αὐτὸν ἔσχε ταυτότητα, πῶς οὐ τελείως κατεπλούτησε πᾶσαν σοφίαν καὶ χάριν, οὐκ αὐτὴ τῆς χάριτος μεταλαμβάνουσα οὐδὲ κατὰ χάριν τῶν τοῦ λόγου μετέχουσα, ἀλλὰ μᾶλλον διὰ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν τῶν τε ἀνθρωπίνων τῶν τε θείων τοῦ ἑνὸς Χριστοῦ γεγονότων, ἐπειδὴ ὁ αὐτὸς ἦν θεός τε ὁμοῦ καὶ ἄνθρωπος τὴν χάριν καὶ τὴν σοφίαν καὶ πάντων τῶν ἀγαθῶν τὴν πληρότητα κόσμῳ πηγάζουσα;

Περὶ δειλίας Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ δημιουργοῦ ἐντεθεῖσαν αὐτῇ φυσικὴν συμπάθειάν τε καὶ οἰκειότητα, δι᾽ ἣν φυσικῶς φοβεῖται καὶ ἀγωνιᾷ καὶ παραιτεῖται τὸν θάνατον. Ἧς ὅρος· «Κατὰ φύσιν δειλία ἐστὶ δύναμις κατὰ συστολὴν τοῦ ὄντος ἀνθεκτική».

Εἰ γὰρ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὑπὸ τοῦ δημιουργοῦ τὰ πάντα, τοῦ εἶναι καὶ οὐ τοῦ μὴ εἶναι τὴν ἔφεσιν ἔχει φυσικῶς. Τούτων δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συστατικὰ ὁρμή. Καὶ ὁ θεὸς λόγος τοίνυν ἄνθρωπος γενόμενος ἔσχε ταύτην τὴν ἔφεσιν ἐν μὲν τοῖς συστατικοῖς τῆς φύσεως τὴν ὁρμὴν ἐνδειξάμενος βρώσεώς τε καὶ πόσεως, ὕπνου τε ἐφιέμενος καὶ φυσικῶς ἐν πείρᾳ τούτων γενόμενος, ἐν δὲ τοῖς φθαρτικοῖς τὴν ὁρμὴν ὡς τῷ καιρῷ τοῦ πάθους ἑκουσίως τὴν πρὸς τὸν θάνατον συστολὴν ποιήσασθαι. Εἰ γὰρ καὶ νόμῳ φύσεως ἐγίνετο τὰ γινόμενα, ἀλλ᾽ οὐ καθ᾽ ἡμᾶς ἠναγκασμένως· ἑκουσίως γὰρ τὰ φυσικὰ θέλων κατεδέξατο. Ὥστε αὕτη ἡ δειλία καὶ ὁ φόβος καὶ ἀγωνία τῶν φυσικῶν ἐστι καὶ ἀδιαβλήτων παθῶν καὶ μὴ ὑποκειμένων ἁμαρτίᾳ.

Ἔστι πάλιν δειλία ἡ ἐκ προδοσίας λογισμῶν συνισταμένη ἢ καὶ ἀπιστίας καὶ τοῦ ἀγνοεῖν τὴν τοῦ θανάτου ὥραν, ὡς ὅταν νυκτὸς δειλιῶμεν ψόφου τινὸς γινομένου· ἥτις παρὰ φύσιν ἐστίν, ἣν καὶ ὁριζόμενοι λέγομεν· «Παρὰ φύσιν δειλία ἐστὶ παράλογος συστολή». Ταύτην ὁ κύριος οὐ προσήκατο· διὸ οὐδὲ ἐδειλίασέ ποτε εἰ μὴ ἐν τῷ τοῦ πάθους καιρῷ, εἰ καὶ οἰκονομικῶς ἑαυτὸν συνέστελλε πολλάκις· οὐ γὰρ ἠγνόει τὸν καιρόν.

Ὅτι δὲ ἀληθῶς ἐδειλίασε, φησὶν ὁ ἱερὸς Ἀθανάσιος ἐν τῷ κατὰ Ἀπολιναρίου λόγῳ· «Διὰ τοῦτο ὁ κύριος ἔλεγεν· ‘Νῦν ἡ ψυχή μου τετάρακται’. Τὸ δὲ ‘νῦν’ τοῦτό ἐστιν, ὅτε ἠθέλησεν, ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν ὡς δοκήσει γινομένων τῶν λεγομένων.

Φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο». Καὶ μεθ᾽ ἕτερα· «Οὐδαμῶς δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος οὐδὲ ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταρασσομένης οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης, ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ γινόμενα, ἀλλ᾽ ἐπιδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα». Τὸ δὲ «ἡττήματι φύσεως μὴ συμβαίνειν τὰ γινόμενα» τὸ μὴ ἀκουσίως ταῦτα ὑπομένειν δηλοῖ.

Περὶ τῆς τοῦ κυρίου προσευχῆς Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ θεοῦ. Πῶς οὖν ὁ κύριος ἐπὶ Λαζάρου καὶ τῷ καιρῷ τοῦ πάθους προσηύχετο; Οὔτε γὰρ ἀναβάσεως τῆς πρὸς τὸν θεὸν ἐδεῖτο ὁ ἅγιος αὐτοῦ νοῦς ἅπαξ καθ᾽ ὑπόστασιν τῷ θεῷ λόγῳ ἡνωμένος οὔτε τῆς παρὰ θεοῦ αἰτήσεως· εἷς γάρ ἐστιν ὁ Χριστός· ἀλλὰ τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον καὶ τυπῶν ἐν ἑαυτῷ τὸ ἡμέτερον καὶ ὑπογραμμὸς ἡμῖν γινόμενος καὶ διδάσκων ἡμᾶς παρὰ θεοῦ αἰτεῖν καὶ πρὸς αὐτὸν ἀνατείνεσθαι καὶ διὰ τοῦ ἁγίου αὐτοῦ νοῦ ὁδοποιῶν ἡμῖν τὴν πρὸς θεὸν ἀνάβασιν.

Ὥσπερ γὰρ τὰ πάθη ὑπέμεινεν ἡμῖν τὴν κατ᾽ αὐτῶν νίκην βραβεύων, οὕτω καὶ προσεύχεται ἡμῖν ὁδοποιῶν, ὡς ἔφην, τὴν πρὸς θεὸν ἀνάβασιν καὶ καταλλάττων ἡμῖν τὸν ἑαυτοῦ πατέρα καὶ ὡς ἀρχὴν καὶ αἰτίαν ἑαυτοῦ τοῦτον τιμῶν καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος. Ὅτε μὲν γὰρ ἔλεγεν ἐπὶ Λαζάρου· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν παρεστηκότα ὄχλον εἶπον, ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας», οὐ πᾶσι σαφέστατον πέφυκεν, ὅτι ὡς ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν τιμῶν τὸν ἑαυτοῦ πατέρα καὶ δεικνύς, ὡς οὐκ ἔστιν ἀντίθεος;

Ὅτε δὲ ἔλεγε· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ», οὐ παντί που δῆλόν ἐστιν, ὡς διδάσκων ἡμᾶς ἐν τοῖς πειρασμοῖς παρὰ μόνου θεοῦ αἰτεῖν τὴν βοήθειαν καὶ τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος καὶ δεικνύς, ὡς ἀληθῶς τὰ τῆς ἡμετέρας ᾠκειώσατο φύσεως ὅτι τε κατὰ ἀλήθειαν δύο θελήματα φυσικὰ μὲν καὶ τῶν αὐτοῦ κατάλληλα φύσεων, ἀλλ᾽ οὐχ ὑπεναντία κέκτηται; «Πάτερ», φησὶν ὡς ὁμοούσιος, «εἰ δυνατόν», οὐκ ἀγνοῶν—τί δὲ καὶ τῷ θεῷ ἀδύνατον; —, ἀλλὰ παιδαγωγῶν ἡμᾶς τὸ θεῖον τοῦ ἡμετέρου προκρίνειν θελήματος· τοῦτο γὰρ μόνον ἀδύνατον, ὃ θεὸς οὐ βούλεται οὐδὲ παραχωρεῖ. «Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ», ὡς μὲν θεὸς ταυτοτελὴς ὢν τῷ πατρί, ὡς δὲ ἄνθρωπος τὸ τῆς ἀνθρωπότητος πεφυκὸς ἐνδείκνυται θέλημα· τοῦτο γὰρ φυσικῶς παραιτεῖται τὸν θάνατον.

Τὸ δὲ «θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» τὸ ἡμέτερον οἰκειούμενος ἔφησε πρόσωπον· οὔτε γὰρ θεὸς αὐτοῦ ὁ πατήρ, εἰ μή γε διαιρεθέντος ἰσχναῖς τοῦ νοῦ φαντασίαις τοῦ ὁρωμένου ἐκ τοῦ νοουμένου, τάσσοιτο μεθ᾽ ἡμῶν, οὔτε κατελείφθη ὑπὸ τῆς οἰκείας θεότητος, ἀλλ᾽ ἡμεῖς ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι. Ὥστε τὸ ἡμέτερον οἰκειούμενος πρόσωπον ταῦτα προσηύξατο.

Περὶ οἰκειώσεως Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις· μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ᾽ ἣν διὰ φιλανθρωπίαν ὁ κύριος τήν τε φύσιν ἡμῶν καὶ τὰ φυσικὰ πάντα ἀνέλαβε φύσει καὶ ἀληθείᾳ γενόμενος ἄνθρωπος καὶ τῶν φυσικῶν ἐν πείρᾳ γενόμενος· προσωπικὴ δέ, ὅτε τις τὸ ἑτέρου ὑποδύεται πρόσωπον διὰ σχέσιν, οἶκτόν φημι ἢ ἀγάπην, καὶ ἀντ᾽ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους μηδὲν αὐτῷ προσήκοντας, καθ᾽ ἣν τήν τε κατάραν καὶ τὴν ἐγκατάλειψιν ἡμῶν καὶ τὰ τοιαῦτα οὐκ ὄντα φυσικά, οὐκ αὐτὸς ταῦτα ὢν ἢ γενόμενος ᾠκειώσατο, ἀλλὰ τὸ ἡμέτερον ἀναδεχόμενος πρόσωπον καὶ μεθ᾽ ἡμῶν τασσόμενος.

Περὶ τοῦ πάθους τοῦ σώματος τοῦ κυρίου καὶ τῆς ἀπαθείας τῆς αὐτοῦ θεότητος Αὐτὸς οὖν ὁ τοῦ θεοῦ λόγος πάντα ὑπέμεινε σαρκὶ τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος συντεθειμένου, ἐν θεότητί τε καὶ ἀνθρωπότητι ὄντος, πάσχοντος τὸ μὲν παθητὸν ὡς πεφυκὸς πάσχειν ἔπασχεν, οὐ συνέπασχε δὲ τὸ ἀπαθές. Ἡ μὲν γὰρ ψυχὴ παθητὴ οὖσα, τοῦ σώματος τεμνομένου αὐτὴ μὴ τεμνομένη συναλγεῖ καὶ συμπάσχει τῷ σώματι· ἡ δὲ θεότης ἀπαθὴς οὖσα, οὐ συνέπασχε τῷ σώματι.

Ἰστέον δέ, ὅτι θεὸν μὲν σαρκὶ παθόντα φαμέν, θεότητα δὲ σαρκὶ παθοῦσαν ἢ θεὸν διὰ σαρκὸς παθόντα οὐδαμῶς. Ὥσπερ γὰρ ἡλίου δένδρῳ ἐπιλάμποντος εἰ ἀξίνη τέμνοι τὸ δένδρον, ἄτμητος καὶ ἀπαθὴς διαμένει ὁ ἥλιος, πολλῷ μᾶλλον ἡ ἀπαθὴς τοῦ λόγου θεότης καθ᾽ ὑπόστασιν ἡνωμένη τῇ σαρκὶ τῆς σαρκὸς πασχούσης διαμένει ἀπαθής. Καὶ ὥσπερ, εἴ τις πεπυρακτωμένῳ σιδήρῳ ἐπιχέοι ὕδωρ, τὸ μὲν πέφυκε πάσχειν ὑπὸ τοῦ ὕδατος (τὸ πῦρ λέγω, σβέννυται γάρ), ἀβλαβὴς δὲ διαμένει ὁ σίδηρος (οὐ πέφυκε γὰρ ὑπὸ τοῦ ὕδατος διαφθείρεσθαι), πολλῷ πλέον τῆς σαρκὸς πασχούσης ἡ μόνη ἀπαθὴς θεότης τὸ πάθος οὐ προσήκατο καὶ ἀχώριστος αὐτῆς διαμένουσα· οὐκ ἀνάγκη γὰρ παντελῶς καὶ ἀνελλιπῶς ἐοικέναι τὰ παραδείγματα. Ἀνάγκη γὰρ ἐν τοῖς παραδείγμασι καὶ τὸ ὅμοιον θεωρεῖσθαι καὶ τὸ παρηλλαγμένον, ἐπεὶ οὐ παράδειγμα· τὸ γὰρ ἐν πᾶσιν ὅμοιον ταὐτὸν ἂν εἴη καὶ οὐ παράδειγμα, καὶ μάλιστα ἐπὶ τῶν θείων. Ἀδύνατον γὰρ ἐν πᾶσιν ὅμοιον εὑρεῖν παράδειγμα, ἐπί τε τῆς θεολογίας, ἐπί τε τῆς οἰκονομίας.

Περὶ τοῦ ἀχώριστον διαμεῖναι τὴν τοῦ λόγου θεότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν τῷ θανάτῳ τοῦ κυρίου καὶ μίαν διαμεῖναι ὑπόστασιν Ἀναμάρτητος ὢν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός—«ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν» «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»—οὐχ ὑπέκειτο θανάτῳ, εἴπερ διὰ τῆς ἁμαρτίας εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος. Θνῄσκει τοίνυν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεχόμενος καὶ ἑαυτὸν τῷ πατρὶ προσφέρει θυσίαν ὑπὲρ ἡμῶν· αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι καὶ οὕτως ἡμᾶς λυθῆναι τῆς κατακρίσεως· μὴ γὰρ γένοιτο τῷ τυράννῳ τὸ τοῦ δεσπότου προσενεχθῆναι αἷμα. Πρόσεισι τοίνυν ὁ θάνατος καὶ καταπιὼν τὸ τοῦ σώματος δέλεαρ τῷ τῆς θεότητος ἀγκίστρῳ περιπείρεται, καὶ ἀναμαρτήτου καὶ ζωοποιοῦ γευσάμενος σώματος διαφθείρεται καὶ πάντας ἀνάγει, οὓς πάλαι κατέπιεν. Ὥσπερ γὰρ τὸ σκότος τῇ τοῦ φωτὸς ἐπεισαγωγῇ ἐξαφανίζεται, οὕτως ἡ φθορὰ τῇ τῆς ζωῆς προσβολῇ ἀπελαύνεται, καὶ γίνεται πᾶσι ζωή, φθορὰ δὲ τῷ φθείροντι.

Εἰ καὶ τέθνηκε τοιγαροῦν ὡς ἄνθρωπος καὶ ἡ ἁγία αὐτοῦ ψυχὴ τοῦ ἀχράντου διῃρέθη σώματος, ἀλλ᾽ ἡ θεότης ἀχώριστος ἀμφοτέρων διέμεινε, τῆς τε ψυχῆς φημι καὶ τοῦ σώματος, καὶ οὐδὲ οὕτως ἡ μία ὑπόστασις εἰς δύο ὑποστάσεις διῃρέθη· τό τε γὰρ σῶμα καὶ ἡ ψυχὴ κατὰ ταὐτὸν ἐξ ἀρχῆς ἐν τῇ τοῦ λόγου ὑποστάσει ἔσχον τὴν ὕπαρξιν καὶ ἐν τῷ θανάτῳ ἀλλήλων διαιρεθέντα ἕκαστον αὐτῶν ἔμεινε τὴν μίαν ὑπόστασιν τοῦ λόγου ἔχοντα. Ὥστε ἡ μία τοῦ λόγου ὑπόστασις τοῦ τε λόγου καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπῆρχεν ὑπόστασις· οὐδέποτε γὰρ οὔτε ἡ ψυχή, οὐδὲ τὸ σῶμα ἰδίαν ἔσχον ὑπόστασιν παρὰ τὴν τοῦ λόγου ὑπόστασιν· μία δὲ ἀεὶ ἡ τοῦ λόγου ὑπόστασις καὶ οὐδέποτε δύο. Ὥστε μία ἀεὶ τοῦ Χριστοῦ ἡ ὑπόστασις. Ὥστε, εἰ καὶ τοπικῶς ἡ ψυχὴ τοῦ σώματος κεχώριστο, ἀλλ᾽ ὑποστατικῶς διὰ τοῦ λόγου ἥνωτο.

Περὶ φθορᾶς καὶ διαφθορᾶς Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη· πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον ἤτοι χωρισμὸν τῆς ψυχῆς ἐκ τοῦ σώματος καὶ τὰ τοιαῦτα. Κατὰ τοῦτο τὸ σημαινόμενον φθαρτὸν τὸ τοῦ κυρίου σῶμά φαμεν· πάντα γὰρ ταῦτα ἑκουσίως ἀνέλαβε. Σημαίνει δὲ ἡ φθορὰ καὶ τὴν τελείαν τοῦ σώματος εἰς τά, ἐξ ὧν συνετέθη, στοιχεῖα διάλυσιν καὶ ἀφανισμόν· ἥτις μᾶλλον ὑπὸ πολλῶν διαφθορὰ λέγεταί τε καὶ ὀνομάζεται. Ταύτης πεῖραν τὸ τοῦ κυρίου σῶμα οὐκ ἔσχεν, ὥς φησιν ὁ προφήτης Δαυίδ· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν».

Ἄφθαρτον μὲν οὖν κατὰ τὸν ἄφρονα Ἰουλιανὸν καὶ Γαϊανὸν τὸ σῶμα τοῦ Χριστοῦ λέγειν κατὰ τὸ πρῶτον τῆς φθορᾶς σημαινόμενον πρὸ τῆς ἀναστάσεως ἀσεβές. Εἰ γὰρ ἄφθαρτον, οὐχ ὁμοούσιον ἡμῖν, ἀλλὰ καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν, ἃ γεγονέναι φησὶ τὸ εὐαγγέλιον, τὴν πεῖναν, τὴν δίψαν, τοὺς ἥλους, τὴν τῆς πλευρᾶς νύξιν, τὸν θάνατον. Εἰ δὲ δοκήσει γέγονε, φενακισμὸς καὶ σκηνὴ τὸ τῆς οἰκονομίας μυστήριον, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ γέγονεν ἄνθρωπος, καὶ δοκήσει καὶ οὐκ ἀληθείᾳ σεσώσμεθα. Ἀλλ᾽ ἄπαγε, καὶ οἱ ταῦτα λέγοντες τῆς σωτηρίας ἀμοιρείτωσαν.

Ἡμεῖς δὲ τῆς ἀληθοῦς σωτηρίας ἐτύχομεν καὶ τευξόμεθα. Κατὰ δὲ τὸ δεύτερον τῆς φθορᾶς σημαινόμενον ἄφθαρτον ἤτοι ἀδιάφθορον ὁμολογοῦμεν τὸ τοῦ κυρίου σῶμα, καθὼς ἡμῖν οἱ θεοφόροι πατέρες παραδεδώκασι. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ σωτῆρος καὶ κατὰ τὸ πρῶτον σημαινόμενον ἄφθαρτον τὸ τοῦ κυρίου σῶμά φαμεν· καὶ τῷ ἡμετέρῳ γὰρ σώματι τήν τε ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ἀφθαρσίαν ὁ κύριος διὰ τοῦ ἰδίου ἐδωρήσατο σώματος, αὐτὸς ἀπαρχὴ τῆς τε ἀναστάσεως καὶ τῆς ἀφθαρσίας καὶ τῆς ἀπαθείας ἡμῖν γενόμενος. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν», φησὶν ὁ θεῖος ἀπόστολος.

Περὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα, ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιλάμψῃ τὸ φῶς· ἵνα, ὥσπερ τοῖς ἐν γῇ εὐηγγελίσατο εἰρήνην, αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ τοῖς πιστεύσασι γέγονεν αἴτιος σωτηρίας αἰωνίου, τοῖς δὲ ἀπειθήσασιν ἔλεγχος ἀπιστίας, οὕτω καὶ τοῖς ἐν ᾅδου· «ἵνα αὐτῷ κάμψῃ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», καὶ οὕτω τοὺς ἀπ᾽ αἰῶνος λύσας πεπεδημένους αὖθις ἐκ νεκρῶν ἀνεφοίτησεν ὁδοποιήσας ἡμῖν τὴν ἀνάστασιν.

Περὶ τῶν μετὰ τὴν ἀνάστασιν Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν πάντα μὲν τὰ πάθη ἀπέθετο, φθορὰν λέγω πεῖνάν τε καὶ δίψαν, ὕπνον καὶ κάματον καὶ τὰ τοιαῦτα. Εἰ γὰρ καὶ ἐγεύσατο βρώσεως μετὰ τὴν ἀνάστασιν, ἀλλ᾽ οὐ νόμῳ φύσεως (οὐ γὰρ ἐπείνασεν), οἰκονομίας δὲ τρόπῳ τὸ ἀληθὲς πιστούμενος τῆς ἀναστάσεως, ὡς αὐτή ἐστιν ἡ σὰρξ ἡ παθοῦσα καὶ ἀναστᾶσα· οὐδὲν δὲ τῶν τῆς φύσεως μερῶν ἀπέθετο, οὐ σῶμα, οὐ ψυχήν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν λογικήν τε καὶ νοεράν, θελητικήν τε καὶ ἐνεργητικὴν κέκτηται, καὶ οὕτως εἰς οὐρανοὺς ἀνεφοίτησεν καὶ οὕτως ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, θέλων θεϊκῶς τε καὶ ἀνθρωπίνως τὴν ἡμῶν σωτηρίαν καὶ ἐνεργῶν, θεϊκῶς μὲν τὴν τῶν ὅλων πρόνοιάν τε καὶ συντήρησιν καὶ κυβέρνησιν, ἀνθρωπίνως δὲ μεμνημένος τῶν ἐπὶ γῆς διατριβῶν, ὁρῶν τε καὶ γινώσκων, ὡς ὑπὸ πάσης προσκυνεῖται τῆς λογικῆς κτίσεως. Γινώσκει γὰρ ἡ ἁγία αὐτοῦ ψυχή, ὅτι τε καθ᾽ ὑπόστασιν ἥνωται τῷ θεῷ λόγῳ, καὶ συμπροσκυνεῖται ὡς θεοῦ ψυχὴ καὶ οὐχ ὡς ἁπλῶς ψυχή. Καὶ τὸ ἀναβῆναι δὲ ἐκ γῆς εἰς οὐρανοὺς καὶ τὸ καταβῆναι πάλιν ἐνέργειαί εἰσι περιγραφομένου σώματος· «Οὕτως» γὰρ πάλιν «ἐλεύσεται», φησί, πρὸς ὑμᾶς, «ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν».

Περὶ τῆς ἐκ δεξιῶν τοῦ πατρὸς καθέδρας Ἐκ δεξιῶν δὲ τοῦ θεοῦ καὶ πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοίη δεξιάν; Δεξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων εἰσί. Δεξιὰν δὲ τοῦ πατρὸς λέγομεν τὴν δόξαν καὶ τιμὴν τῆς θεότητος, ἐν ᾗ ὁ τοῦ θεοῦ υἱὸς πρὸ αἰώνων ὑπάρχων, ὡς θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος, ἐπ᾽ ἐσχάτων σαρκωθεὶς καὶ σωματικῶς κάθηται συνδοξασθείσης τῆς σαρκὸς αὐτοῦ· προσκυνεῖται γὰρ μιᾷ προσκυνήσει μετὰ τῆς σαρκὸς αὐτοῦ ὑπὸ πάσης τῆς κτίσεως.

Πρὸς τοὺς λέγοντας· Εἰ δύο φύσεις ὁ Χριστός, ἢ καὶ τῇ κτίσει λατρεύετε φύσιν κτιστὴν προσκυνοῦντες ἢ μίαν φύσιν προσκυνητὴν λέγετε καὶ μίαν ἀπροσκύνητον Τὸν υἱὸν τοῦ θεοῦ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι προσκυνοῦμεν, ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρωπον μετὰ τοῦ εἶναι θεόν. Ἡ τοίνυν σὰρξ αὐτοῦ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, ἂν διέλῃς ἰσχναῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, ἀπροσκύνητός ἐστιν ὡς κτιστή, ἑνωθεῖσα δὲ τῷ θεῷ λόγῳ δι᾽ αὐτὸν καὶ ἐν αὐτῷ προσκυνεῖται. Ὅνπερ γὰρ τρόπον ὁ βασιλεὺς καὶ γυμνὸς προσκυνεῖται καὶ ἐνδεδυμένος, καὶ ἡ ἁλουργὶς ὡς μὲν ψιλὴ ἁλουργὶς πατεῖται καὶ περιρρίπτεται, βασιλικὸν δὲ γενομένη ἔνδυμα τιμᾶται καὶ δοξάζεται καί, εἴ τις αὐτὴν παροικτρώσειε, θανάτῳ ὡς τὰ πολλὰ κατακρίνεται, ὡς δὲ καὶ ξύλον ψιλὸν οὐκ ἔστι τῇ ἁφῇ ἀπρόσιτον, πυρὶ δὲ προσομιλῆσαν καὶ ἄνθραξ γενόμενον οὐ δι᾽ ἑαυτό, διὰ δὲ τὸ συνημμένον πῦρ ἀπρόσιτον γίνεται καὶ οὐχ ἡ τοῦ ξύλου φύσις ὑπάρχει ἀπρόσιτος, ἀλλ᾽ ὁ ἄνθραξ ἤτοι τὸ πεπυρωμένον ξύλον, οὕτως ἡ σὰρξ κατὰ μὲν τὴν ἑαυτῆς φύσιν οὐκ ἔστι προσκυνητή, προσκυνεῖται δὲ ἐν τῷ σεσαρκωμένῳ θεῷ λόγῳ οὐ δι᾽ ἑαυτήν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ καθ᾽ ὑπόστασιν θεὸν λόγον, καὶ οὔ φαμεν, ὅτι σάρκα προσκυνοῦμεν ψιλήν, ἀλλὰ σάρκα θεοῦ ἤτοι σεσαρκωμένον θεόν.