Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Χριστολογικές διευκρινίσεις και ο σκοπός της ενανθρωπήσεως

Επεξήγηση του σκοπού της σαρκώσεως, της ονομασίας του Χριστού, ερμηνεία των γενεαλογιών και φιλοσοφική θεώρηση της ενότητας των δύο φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 11 από 16

Διὰ τί ὁ υἱὸς ἐνηνθρώπησε καὶ οὐχ ὁ πατὴρ οὐδὲ τὸ πνεῦμα καὶ τί ἐνανθρωπήσας κατώρθωσεν Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, υἱὸς ὁ υἱὸς καὶ οὐ πατήρ, πνεῦμα ἅγιον τὸ πνεῦμα καὶ οὐ πατὴρ οὐδὲ υἱός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινουμένη καὶ μεταπίπτουσα; Διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γίνεται, ἵνα μείνῃ ἡ ἰδιότης ἀκίνητος· υἱὸς γὰρ ὢν τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονεν σαρκωθεὶς ἐκ τῆς ἁγίας παρθένου, καὶ οὐκ ἐξέστη τῆς οἰκείας ἰδιότητος.

Ἐνηνθρώπησε δὲ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα, ἐφ᾽ ὅπερ ἐποίησε τὸν ἄνθρωπον, πάλιν αὐτῷ χαρίσηται· ἐποίησε γὰρ αὐτὸν κατ᾽ εἰκόνα ἑαυτοῦ νοερὸν καὶ αὐτεξούσιον καὶ καθ᾽ ὁμοιότητα ἤτοι ἐν ἀρεταῖς τέλειον ὡς ἐφικτὸν ἀνθρώπου φύσει· αὗται γὰρ οἱονεὶ χαρακτῆρες τῆς θείας ὑπάρχουσι φύσεως· τὸ ἀμέριμνον καὶ ἀπερίσπαστον καὶ ἀκέραιον, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ πάσης κακίας ἐλεύθερον. Ἐν κοινωνίᾳ μὲν οὖν ἑαυτοῦ καταστήσας τὸν ἄνθρωπον («ἐπ᾽ ἀφθαρσίᾳ γὰρ τοῦτον ἐποίησε»), διὰ δὲ τῆς ἑαυτοῦ κοινωνίας ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄφθαρτον. Ἐπειδὴ δὲ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν καὶ ἐν κακίᾳ γενόμενοι τῆς θείας κοινωνίας ἐγυμνώθημεν («τίς γὰρ μετουσία πρὸς σκότος φωτί;»)

καὶ ἔξω τῆς ζωῆς γενόμενοι τῇ τοῦ θανάτου φθορᾷ ὑπεπέσαμεν, ἐπειδὴ μετέδωκε τοῦ κρείττονος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει τοῦ χείρονος, τῆς ἡμετέρας λέγω φύσεως, ἵνα δι᾽ ἑαυτοῦ ἐν ἑαυτῷ ἀνακαινίσῃ μὲν τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν, διδάξῃ δὲ ἡμᾶς τὴν ἐνάρετον πολιτείαν καὶ ταύτην δι᾽ ἑαυτοῦ ποιήσῃ ἡμῖν εὐεπίβατον καὶ τῇ τῆς ζωῆς κοινωνίᾳ ἐλευθερώσῃ τῆς φθορᾶς ἀπαρχὴ γενόμενος τῆς ἡμῶν ἀναστάσεως καὶ τὸ ἀχρειωθὲν καὶ συντριβὲν σκεῦος ἀνακαινίσῃ, ἵνα τῆς τυραννίδος τοῦ διαβόλου λυτρώσηται πρὸς θεογνωσίαν ἡμᾶς καλέσας καὶ νευρώσῃ καὶ παιδεύσῃ δι᾽ ὑπομονῆς καὶ ταπεινώσεως καταπαλαίειν τὸν τύραννον.

Πέπαυται γοῦν ἡ τῶν δαιμόνων θρησκεία, ἡ κτίσις τῷ θείῳ ἡγίασται αἵματι, βωμοὶ καὶ ναοὶ εἰδώλων καθῄρηνται, θεογνωσία πεφύτευται, τριὰς ἡ ὁμοούσιος, ἡ ἄκτιστος θεότης λατρεύεται, εἷς θεὸς ἀληθής, δημιουργὸς τῶν ἁπάντων καὶ κύριος· ἀρεταὶ πολιτεύονται, ἀναστάσεως ἐλπὶς διὰ τῆς Χριστοῦ δεδώρηται ἀναστάσεως, φρίττουσι τοὺς πάλαι ὑποχειρίους ἀνθρώπους οἱ δαίμονες, καὶ τό γε θαυμαστόν, ὅτι ταῦτα πάντα διὰ σταυροῦ καὶ παθῶν καὶ θανάτου κατώρθωται· εἰς πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον τῆς θεογνωσίας κεκήρυκται οὐ πολέμῳ καὶ ὅπλοις καὶ στρατοπέδοις τοὺς ἐναντίους τροπούμενον, ἀλλ᾽ ὀλίγοι πτωχοί, ἀγράμματοι, διωκόμενοι, αἰκιζόμενοι, θανατούμενοι σταυρωθέντα σαρκὶ καὶ θανόντα κηρύττοντες τῶν σοφῶν καὶ δυνατῶν κατεκράτησαν· εἵπετο γὰρ αὐτοῖς τοῦ σταυρωθέντος ἡ παντοδύναμος δύναμις. Ὁ θάνατος ὁ πάλαι φοβερώτατος ἥττηται, καὶ τῆς ζωῆς νῦν ὁ στυγητὸς καὶ μισητὸς πάλαι προκρίνεται. Ταῦτα τῆς Χριστοῦ παρουσίας τὰ κατορθώματα, ταῦτα τῆς αὐτοῦ δυνάμεως τὰ γνωρίσματα.

Οὐ γὰρ ὡς διὰ Μωσέως ἕνα λαὸν ἐξ Αἰγύπτου καὶ τῆς Φαραὼ δουλείας θάλασσαν διαστήσας διέσωσε, πᾶσαν δὲ μᾶλλον τὴν ἀνθρωπότητα ἐκ φθορᾶς θανάτου καὶ τοῦ πικροῦ τυράννου, τῆς ἁμαρτίας, ἐρρύσατο, οὐ βίᾳ ἄγων πρὸς ἀρετήν, οὐ γῇ καταχωννὺς καὶ πυρὶ φλέγων καὶ λιθοβολεῖσθαι προστάττων τοὺς ἁμαρτάνοντας, ἀλλὰ πραότητι καὶ μακροθυμίᾳ τοὺς ἀνθρώπους πείθων αἱρεῖσθαι τὴν ἀρετὴν καὶ τοῖς ὑπὲρ ταύτης ἐναμιλλᾶσθαι πόνοις καὶ ἐνηδύνεσθαι· πάλαι μὲν γὰρ ἁμαρτάνοντες ᾐκίζοντο καὶ ἔτι τῆς ἁμαρτίας ἀντείχοντο, καὶ θεὸς αὐτοῖς ἡ ἁμαρτία λελόγιστο· νῦν δὲ ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς αἰκισμοὺς αἱροῦνται καὶ στρεβλώσεις καὶ θάνατον.

Εὖγε, ὦ Χριστέ, θεοῦ λόγε καὶ σοφία καὶ δύναμις καὶ θεὲ παντοκράτορ. Τί σοι τούτων ἁπάντων οἱ ἄποροι ἡμεῖς ἀντιδοίημεν; Σὰ γὰρ ἅπαντα, καὶ αἰτεῖς παρ᾽ ἡμῶν οὐδὲν ἢ τὸ σῴζεσθαι, αὐτὸς καὶ τοῦτο διδοὺς καὶ λαμβάνουσι χάριν εἰδὼς δι᾽ ἄφατον ἀγαθότητα—σοὶ χάρις τῷ τὸ εἶναι δεδωκότι καὶ τὸ εὖ εἶναι χαρισαμένῳ—κἀκ τούτου παραπεσόντας αὖθις ἐπαναγαγὼν πρὸς τοῦτο διὰ τῆς ἀφάτου συγκαταβάσεως.

Πρὸς τοὺς ἐρωτῶντας, εἰ ἡ ὑπόστασις τοῦ Χριστοῦ κτιστή ἐστιν ἢ ἄκτιστος Ἡ ὑπόστασις τοῦ θεοῦ λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγονε σύνθετος ἐκ θεότητος, ἧς ἀεὶ εἶχε, καὶ ἐξ ἧς προσείληφε σαρκός, καὶ φέρει τῶν δύο φύσεων τὰ ἰδιώματα ἐν δυσὶ γνωριζομένη ταῖς φύσεσιν, ὥστε ἡ αὐτὴ μία ὑπόστασις ἄκτιστός τέ ἐστι τῇ θεότητι καὶ κτιστὴ τῇ ἀνθρωπότητι, ὁρατὴ καὶ ἀόρατος· ἐπεὶ ἀναγκαζόμεθα ἢ διαιρεῖν τὸν ἕνα Χριστὸν δύο τὰς ὑποστάσεις λέγοντες ἢ τὴν τῶν φύσεων ἀρνεῖσθαι διαφορὰν καὶ τροπὴν εἰσάγειν καὶ σύγχυσιν.

Περὶ τοῦ πότε ἐκλήθη Χριστός Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ θεῷ λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός· τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀπότημα προΰπαρξιν τῶν ψυχῶν δογματίσαντος.

Ἡμεῖς δὲ Χριστὸν γεγενῆσθαί τε καὶ κεκλῆσθαί φαμεν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, ἀφ᾽ οὗ ἐν τῇ γαστρὶ τῆς ἁγίας ἀειπαρθένου ἐσκήνωσε καὶ σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐχρίσθη ἡ σὰρξ τῇ θεότητι· «χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος», ὥς φησιν ὁ θεολόγος Γρηγόριος. Καὶ ὁ ἱερώτατος δὲ τῆς Ἀλεξανδρέων Κύριλλος πρὸς τὸν βασιλέα Θεοδόσιον γράφων τάδε φησίν· «Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ θεοῦ λόγον ἀνθρωπότητος δίχα μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν οὐχ ἑνωθέντα τῷ λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι· ἀνθρωπότητι γὰρ καθ᾽ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ θεοῦ λόγος νοεῖται Χριστός». Καὶ πρὸς τὰς βασιλίδας οὕτως· «Τινές φασιν, ὅτι τὸ Χριστὸς ὄνομα πρέπει καὶ μόνῳ καὶ ἰδίᾳ καθ᾽ αὑτὸν νοουμένῳ καὶ ὑπάρχοντι, τῷ ἐκ θεοῦ πατρὸς γεννηθέντι λόγῳ. Ἡμεῖς δὲ οὐχ οὕτως δεδιδάγμεθα φρονεῖν ἢ λέγειν· ὅτε γὰρ γέγονε σὰρξ ὁ λόγος, τότε καὶ ὠνομάσθαι λέγομεν Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἤτοι τῷ ἁγίῳ πνεύματι παρὰ τοῦ θεοῦ καὶ πατρός, ταύτῃ τοι Χριστὸς ὀνομάζεται.

Ὅτι δὲ περὶ τὸ ἀνθρώπινον ἡ χρίσις, οὐκ ἂν ἐνδυάσειέ τις τῶν ὀρθὰ φρονεῖν εἰωθότων». Καὶ Ἀθανάσιος δὲ ὁ παναοίδιμος ἐν τῷ περὶ τῆς σωτηριώδους ἐπιφανείας ὧδέ πῃ λέγει· «Ὁ προϋπάρχων θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ θεὸς ἦν πρὸς τὸν θεὸν ἀόρατος καὶ ἀπαθὴς ὤν· οὔτε οὖν τὸ Χριστὸς ὄνομα δίχα τῆς σαρκὸς προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος».

Εἰ δὲ ἡ θεία γραφή φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου», ἰστέον ὡς πολλάκις ἡ θεία γραφὴ κέχρηται τῷ παρῳχηκότι χρόνῳ ἀντὶ τοῦ μέλλοντος, ὡς τὸ «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» (οὔπω γὰρ ὤφθη οὐδὲ συνανεστράφη θεὸς ἀνθρώποις, ὅτε ταῦτα ἐλέγετο) καὶ τὸ «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν» (οὔπω δὲ ταῦτα ἐγεγόνει).

Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ ἁγία θεοτόκος, εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι᾽ ἑνὸς τοῦ 〈ν〉 γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως, ἀλλ᾽ ὑποστάσεως ἤτοι τὸ γεννηθῆναι καὶ τὸ μὴ γεννηθῆναι, ὅπερ διὰ τῶν δύο 〈νν〉 ἐκφέρεται. Ἔστι οὖν ἡ μὲν θεία φύσις ἀγένητος ἤτοι ἄκτιστος, πάντα δὲ τὰ μετὰ τὴν θείαν φύσιν γενητὰ ἤτοι κτιστά. Θεωρεῖται τοίνυν ἐν μὲν τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει τὸ μὲν ἀγέννητον ἐν τῷ πατρί (οὐ γὰρ ἐγεννήθη), τὸ δὲ γεννητὸν ἐν τῷ υἱῷ (ἐκ πατρὸς γὰρ ἀιδίως γεγέννηται), τὸ δὲ ἐκπορευτὸν ἐν τῷ ἁγίῳ πνεύματι. Ἑκάστου δὲ εἴδους ζῴων τὰ μὲν πρῶτα ἀγέννητα, ἀλλ᾽ οὐκ ἀγένητα· γεγόνασι μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ, οὐκ ἐγεννήθησαν δὲ ἐξ ὁμοίων. Γένεσις μὲν κτιστή ἐστι, γέννησις δὲ ἐπὶ μὲν θεοῦ ἐκ μόνου πατρὸς ὁμοουσίου υἱοῦ πρόοδος, ἐπὶ δὲ τῶν κτισμάτων ἡ ἐκ συναφείας ἄρρενός τε καὶ θηλείας ὁμοουσίου ὑποστάσεως πρόοδος. Ὅθεν γινώσκομεν, ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ᾽ ὑποστάσεως. Εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον. Ὑπόστασιν τοίνυν ἐγέννησεν ἡ ἁγία θεοτόκος ἐν δυσὶ γνωριζομένην ταῖς φύσεσι, θεότητι μὲν ἐκ πατρὸς γεννηθεῖσαν ἀχρόνως, ἐπ᾽ ἐσχάτων δὲ ἐν χρόνῳ ἐξ αὐτῆς σαρκωθεῖσαν καὶ σαρκὶ τικτομένην.

Εἰ δὲ οἱ ἐρωτῶντες αἰνίττοιντο, ὅτι ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας θεοτόκου δύο φύσεις ἐστί, φαμέν· Ναί, δύο φύσεις ἐστί· «θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος». Ὁμοίως καὶ περὶ τῆς σταυρώσεως ἀναστάσεώς τε καὶ ἀναλήψεως· οὐ φύσεως ταῦτά ἐστιν, ἀλλ᾽ ὑποστάσεως. Ἔπαθεν οὖν ὁ Χριστὸς ὁ ἐν δύο φύσεσιν ὢν τῇ παθητῇ φύσει ἐσταυρώθη τε· σαρκὶ γὰρ ἐπὶ σταυροῦ ἐκρέματο καὶ οὐ θεότητι. Ἐπεὶ εἴπωσιν, ἡμῖν ἐρωτῶσιν· Δύο φύσεις ἀπέθανον; Οὐχί, ἐροῦσιν. Οὐκοῦν οὐδὲ δύο φύσεις ἐσταυρώθησαν, ἀλλ᾽ ἐγεννήθη ὁ Χριστὸς ἤτοι ὁ θεὸς λόγος ἐνανθρωπήσας, ἐγεννήθη σαρκί, ἐσταυρώθη σαρκί, ἔπαθε σαρκί, ἀπέθανε σαρκί, ἀπαθοῦς μεινάσης αὐτοῦ τῆς θεότητος.

Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ υἱὸς τοῦ θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἂν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον ὡς κτίσμα ὑπάρχοντα. Ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἀμφότερα τηρῆσαι ἐπ᾽ αὐτοῦ. «Πρωτότοκον» μὲν αὐτόν φαμεν «πάσης κτίσεως», ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ θεοῦ καὶ ἡ κτίσις ἐκ τοῦ θεοῦ, ἀλλ᾽ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς μόνος ἀχρόνως γεγεννημένος εἰκότως υἱὸς μονογενὴς πρωτότοκος καὶ οὐ πρωτόκτιστος λεχθήσεται· ἡ γὰρ κτίσις οὐκ ἐκ τῆς οὐσίας τοῦ πατρός, ἀλλὰ θελήματι αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. «Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς»· μονογενὴς γὰρ ὢν καὶ ἐκ μητρὸς ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν καὶ ἄνθρωπος γέγονε. Γεγόναμεν δὲ καὶ ἡμεῖς δι᾽ αὐτοῦ υἱοὶ θεοῦ υἱοθετηθέντες διὰ τοῦ βαπτίσματος· αὐτὸς ὁ φύσει υἱὸς τοῦ θεοῦ πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς θεοῦ γενομένοις καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν.

Ὅθεν ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν.» Οὐκ εἶπε· πατέρα ἡμῶν, ἀλλὰ «πατέρα μου», φύσει δῆλον, καὶ «πατέρα ὑμῶν» χάριτι, καὶ «θεόν μου καὶ θεὸν ὑμῶν». Καὶ οὐκ εἶπε θεὸν ἡμῶν, ἀλλὰ «θεόν μου», ἂν διέλῃς λεπταῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, καὶ «θεὸν ὑμῶν» ὡς δημιουργὸν καὶ κύριον.

Expositio in MN, sed add. Ἡελιονίκης (Ἡέλιον νίκης N) ἐτεὸς (ἐτέος N) νόος (νοὸς N) ἡδὺ φαεινὸν αἰὲν ἀπαστράπτων βροτοφεγγέα (-φ/εγ- M; -φαγ- N) πάνσοφον αἴγλην ἡδυφαῆ χαρίεσσαν ἀπαστράπτουσαν ἀδύτως MN; continuat Ἀρξάμενος πόθῳ καὶ πίστει ἀδιστάκτῳ θεοῦ πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος πίστει ὁ ταπεινὸς Ἰωάννης τῆν φιλόσωφον ταῦτην καὶ ψυχώφεγγον δέλτον διμήνεον ταύτην οὖν Ἰουλίῳ τὲ καὶ Ἰουνίῳ γράψας καὶ κυρίῳ δόξις γὰρ τῷ δυναμώσαντι με τὴν ἐπάξιον εὐχαριστίαν ἄγω. Κύριε Ἰησοῦ Χριστὲ ἡμῶν, ὁ θεός, σῶσον σὺν τῷ γράψαντι καὶ τοῖς ἀναγινώσκουσι ποθουμαι N

Πρὸς τοὺς ἐρωτῶντας, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον αἱ δύο φύσεις Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα.

Ἥνωνται δὲ αἱ τοῦ κυρίου φύσεις ἀσυγχύτως καθ᾽ ὑπόστασιν καὶ διῄρηνται ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται (οὐ γὰρ λέγομεν δύο ὑποστάσεις εἶναι τὰς φύσεις τοῦ Χριστοῦ ἢ δύο κατὰ τὴν ὑπόστασιν), ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται (δύο γάρ εἰσι φύσεις λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς)· ἡνωμέναι γὰρ καθ᾽ ὑπόστασιν καὶ ἐν ἀλλήλαις περιχωροῦσαι ἀσυγχύτως ἥνωνται τὴν εἰς ἀλλήλας μεταβολὴν οὐ δεξάμεναι, τὴν οἰκείαν ἑκάστῃ φυσικὴν διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν διασῴζουσα· τὸ γὰρ κτιστὸν μεμένηκε κτιστόν, καὶ τὸ ἄκτιστον ἄκτιστον. Τῷ τρόπῳ τοίνυν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Ἀδύνατον γὰρ τὰ κατὰ μηδὲν διαφέροντα ἀριθμεῖσθαι· καθὸ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται, οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθὸ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται (τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐδὲ εἰσὶν οὐδὲ λέγονται), καθ᾽ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ἡ διαφορὰ αἰτία τοῦ ἀριθμοῦ.