Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως

Ἰωάννης ὁ Δαμασκηνός

Τα ιερά μυστήρια: Βάπτισμα, Σταυρός και Θεία Ευχαριστία

Η θεολογία και τα είδη του βαπτίσματος, η προσκύνηση του σταυρού και η προσευχή προς ανατολάς, καθώς και η μεταβολή των τιμίων δώρων σε Σώμα και Αίμα Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 12 από 16

Περὶ πίστεως καὶ βαπτίσματος Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· τὸ γὰρ βάπτισμα τὸν τοῦ κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ κυρίῳ διὰ τοῦ βαπτίσματος, ὥς φησιν ὁ θεῖος ἀπόστολος.

Ὥσπερ οὖν ἅπαξ ἐτελέσθη ὁ τοῦ κυρίου θάνατος, οὕτω καὶ ἅπαξ δεῖ βαπτίζεσθαι, βαπτίζεσθαι δὲ κατὰ τὸν τοῦ κυρίου λόγον εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος διδασκομένους τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμολογίαν. Ὅσοι τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα βαπτισθέντες μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι τῆς θεότητος διδαχθέντες αὖθις ἀναβαπτίζονται, οὗτοι ἀνασταυροῦσι τὸν Χριστόν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας» καὶ τὰ ἑξῆς, «αὖθις ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυροῦντας ἑαυτοῖς τὸν Χριστὸν καὶ παραδειγματίζοντας». Ὅσοι δὲ μὴ εἰς τὴν ἁγίαν τριάδα ἐβαπτίσθησαν, τούτους δεῖ ἀναβαπτίζεσθαι. Εἰ γὰρ καί φησιν ὁ ἀπόστολος, ὅτι «εἰς Χριστὸν» καὶ «εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν», οὐχ οὕτω δεῖν γίνεσθαί φησι τὴν ἐπίκλησιν τοῦ βαπτίσματος, ἀλλ᾽ ὅτι τύπος τοῦ θανάτου τοῦ Χριστοῦ ἐστι τὸ βάπτισμα· διὰ γὰρ τῶν τριῶν καταδύσεων τὰς τρεῖς ἡμέρας τῆς τοῦ κυρίου ταφῆς σημαίνει τὸ βάπτισμα. Τὸ οὖν εἰς Χριστὸν βαπτισθῆναι δηλοῖ τὸ πιστεύοντας εἰς αὐτὸν βαπτίζεσθαι. Ἀδύνατον δὲ εἰς Χριστὸν πιστεῦσαι μὴ διδαχθέντας τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμολογίαν.

Χριστὸς γάρ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὃν ἔχρισεν ὁ πατὴρ τῷ ἁγίῳ πνεύματι, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ κυρίου· «Πνεῦμα ἅγιον ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με». Τὴν μέντοι ἐπίκλησιν τοὺς οἰκείους μαθητὰς ὁ κύριος διδάσκων ἔλεγε· «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». Ἐπειδὴ γὰρ ἐπ᾽ ἀφθαρσίᾳ πεποίηκεν ἡμᾶς ὁ θεός, παραβάντας δὲ τὴν σωτήριον αὐτοῦ ἐντολὴν φθορᾷ θανάτου κατεδίκασεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, συγκαταβὰς τοῖς δούλοις ὡς εὔσπλαγχνος καὶ καθ᾽ ἡμᾶς γενόμενος τῆς φθορᾶς διὰ τοῦ ἰδίου πάθους ἐλυτρώσατο, ἐπήγασεν ἡμῖν ἐκ τῆς ἁγίας καὶ ἀχράντου αὐτοῦ πλευρᾶς πηγὴν ἀφέσεως, ὕδωρ μὲν εἰς ἀναγέννησιν καὶ ἔκπλυσιν τῆς τε ἁμαρτίας καὶ τῆς φθορᾶς, αἷμα δὲ ποτὸν ζωῆς ἀιδίου πρόξενον, ἐντολάς τε ἡμῖν δέδωκε δι᾽ ὕδατος ἀναγεννᾶσθαι καὶ πνεύματος δι᾽ ἐντεύξεως καὶ ἐπικλήσεως τῷ ὕδατι ἐπιφοιτῶντος τοῦ πνεύματος.

Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, διπλῆν ἡμῖν ἔδωκε καὶ τὴν κάθαρσιν, δι᾽ ὕδατός τε καὶ πνεύματος· τοῦ μὲν πνεύματος τὸ «κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν» ἐν ἡμῖν ἀνακαινίζοντος, τοῦ δὲ ὕδατος διὰ τῆς τοῦ πνεύματος χάριτος τὸ σῶμα τῆς ἁμαρτίας καθαίροντος καὶ τῆς φθορᾶς ἀπαλλάττοντος, καὶ τὴν μὲν τοῦ θανάτου εἰκόνα ἐκπληροῦντος τοῦ ὕδατος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ πνεύματος.

Ἀπ᾽ ἀρχῆς γὰρ «πνεῦμα θεοῦ τοῖς ὕδασιν ἐπεφέρετο». Καὶ ἄνωθεν ἡ γραφὴ μαρτυρεῖ τῷ ὕδατι, ὡς ἔστι καθαρτήριον. Ἐπὶ Νῶε δι᾽ ὕδατος ὁ θεὸς τὴν κοσμικὴν ἁμαρτίαν κατέκλυσε. Δι᾽ ὕδατος πᾶς ἀκάθαρτος κατὰ τὸν νόμον καθαίρεται, καὶ αὐτῶν τῶν ἱματίων πλυνομένων τῷ ὕδατι.

Ἔδειξεν Ἡλίας τὴν χάριν τοῦ πνεύματος συμμεμιγμένην τῷ ὕδατι, ὕδατι φλέξας τὴν ὁλοκαύτωσιν. Καὶ σχεδὸν ἅπαντα κατὰ τὸν νόμον ὕδατι καθαρίζονται (τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμένων εἰσίν), ἡ μέντοι ἀναγέννησις κατὰ ψυχὴν γίνεται· πίστις γὰρ υἱοθετεῖν οἶδε καίτοι ὄντας κτίσματα διὰ τοῦ πνεύματος καὶ εἰς τὴν ἀρχαίαν ἀνάγειν μακαριότητα.

Ἡ μὲν οὖν τῶν ἁμαρτιῶν ἄφεσις πᾶσιν ὁμοίως διὰ τοῦ βαπτίσματος δίδοται, ἡ δὲ χάρις τοῦ πνεύματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς προκαθάρσεως. Νῦν μὲν οὖν διὰ τοῦ βαπτίσματος τὴν ἀπαρχὴν τοῦ ἁγίου πνεύματος λαμβάνομεν, καὶ ἀρχὴ ἑτέρου βίου γίνεται ἡμῖν ἡ παλιγγενεσία καὶ σφραγὶς καὶ φυλακτήριον καὶ φωτισμός.

Χρὴ δὲ πάσῃ δυνάμει ἀσφαλῶς τηρεῖν ἑαυτοὺς καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων, ἵνα μὴ πάλιν ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψαντες δούλους πάλιν ἑαυτοὺς τῆς ἁμαρτίας ποιήσωμεν. «Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν», ὁμοίως καὶ ἔργα χωρὶς πίστεως· ἡ γὰρ ἀληθὴς πίστις διὰ τῶν ἔργων δοκιμάζεται.

Βαπτιζόμεθα δὲ εἰς τὴν ἁγίαν τριάδα, ὅτι αὐτὰ τὰ βαπτιζόμενα χρῄζει τῆς ἁγίας τριάδος εἰς τὴν αὐτῶν σύστασίν τε καὶ διαμονήν, καὶ ἀδύνατον μὴ συμπαρεῖναι ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις· ἀχώριστος γὰρ ἡ ἁγία τριάς.

Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας. Δεύτερον τὸ διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης· σύμβολον γὰρ ἡ μὲν νεφέλη τοῦ πνεύματος, ἡ θάλασσα δὲ τοῦ ὕδατος. Τρίτον τὸ νομικόν· πᾶς γὰρ ἀκάθαρτος ἀπελούετο ὕδατι ἔπλυνέ τε τὰ ἱμάτια καὶ οὕτως εἰσῄει εἰς τὴν παρεμβολήν. Τέταρτον τὸ Ἰωάννου εἰσαγωγικὸν ὑπάρχον καὶ εἰς μετάνοιαν ἄγον τοὺς βαπτιζομένους, ἵνα εἰς Χριστὸν πιστεύσωσιν· «ἐγὼ γὰρ ὑμᾶς», φησί, «βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Προκαθαίρει οὖν ὁ Ἰωάννης ἐπὶ τὸ πνεῦμα διὰ τοῦ ὕδατος. Πέμπτον τὸ τοῦ κυρίου βάπτισμα, ὃ αὐτὸς ἐβαπτίσατο. Βαπτίζεται δὲ οὐχ ὡς αὐτὸς χρῄζων καθάρσεως, ἀλλὰ τὴν ἐμὴν οἰκειούμενος κάθαρσιν, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, ἵνα κλύσῃ τὴν ἁμαρτίαν καὶ πάντα τὸν παλαιὸν Ἀδὰμ ἐνθάψῃ τῷ ὕδατι, ἵνα ἁγιάσῃ τὸν βαπτιστήν, ἵνα πληρώσῃ τὸν νόμον, ἵνα τὸ τῆς τριάδος ἀποκαλύψῃ μυστήριον, ἵνα τύπος καὶ ὑπογραμμὸς ἡμῖν πρὸς τὸ βαπτίζεσθαι γένηται. Βαπτιζόμεθα δὲ ἡμεῖς τὸ τέλειον τοῦ κυρίου βάπτισμα τὸ δι᾽ ὕδατός τε καὶ πνεύματος.

Πυρὶ δὲ λέγεται βαπτίζειν Χριστός· ἐν εἴδει γὰρ πυρίνων γλωσσῶν ἐπὶ τοὺς ἁγίους ἀποστόλους τὴν τοῦ πνεύματος χάριν ἐξέχεεν, ὥς φησιν αὐτὸς ὁ κύριος· «Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας», ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικὸν βάπτισμα. Ἕκτον τὸ διὰ μετανοίας καὶ δακρύων ὄντως ἐπίπονον. Ἕβδομον τὸ δι᾽ αἵματος καὶ μαρτυρίου, ὃ καὶ αὐτὸς Χριστὸς ὑπὲρ ἡμῶν ἐβαπτίσατο ὡς λίαν αἰδέσιμον καὶ μακάριον, ὅσῳ δευτέροις οὐ μολύνεται ῥύποις. Ὄγδοον τὸ τελευταῖον οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν (οὐκ ἔτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται), κολάζον δὲ ἀτελεύτητα.

Σωματικῷ εἴδει ὡσεὶ περιστερὰ κατεφοίτησε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν κύριον τὴν ἀπαρχὴν τοῦ ἡμετέρου ὑποδεικνύον βαπτίσματος καὶ τιμῶν τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο ἤγουν τὸ σῶμα τῇ θεώσει θεὸς καὶ ἅμα που ἄνωθεν εἴθισται περιστερὰ λύσιν κατακλυσμοῦ εὐαγγελίζεσθαι. Ἐπὶ δὲ τοὺς ἁγίους ἀποστόλους πυροειδῶς κάτεισι· θεὸς γάρ ἐστιν, «ὁ δὲ θεὸς πῦρ καταναλίσκον ἐστί».

Τὸ ἔλαιον ἐν τῷ βαπτίσματι παραλαμβάνεται τὴν χρίσιν μηνύον καὶ χριστοὺς ἡμᾶς ἐργαζόμενον καὶ τὸν τοῦ θεοῦ ἡμῖν ἐπαγγελλόμενον διὰ τοῦ ἁγίου πνεύματος ἔλεον, ἐπεὶ καὶ κάρφος ἐλαίας τοῖς ἐκ τοῦ κατακλυσμοῦ περισωθεῖσιν ἡ περιστερὰ κεκόμικεν.

Ἐβαπτίσθη Ἰωάννης τὴν χεῖρα ἐπιθεὶς ἐπὶ τὴν θείαν τοῦ δεσπότου κορυφὴν καὶ τῷ ἰδίῳ αἵματι. Οὐ χρὴ ὑπερτίθεσθαι τὸ βάπτισμα, ὅτε δι᾽ ἔργων ἡ πίστις τῶν προσιόντων μαρτυρηθῇ. Ὁ ἐν δόλῳ προσιὼν τῷ βαπτίσματι κατακριθήσεται μᾶλλον ἢ ὠφεληθήσεται.

Περὶ πίστεως Ἡ μέντοι πίστις διπλῆ ἐστιν. «Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς». Ἀκούοντες γὰρ τῶν θείων γραφῶν πιστεύομεν τῇ διδασκαλίᾳ τοῦ πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσι τοῖς νομοθετηθεῖσιν ὑπὸ Χριστοῦ, ἔργῳ πιστεύουσα, εὐσεβοῦσα καὶ τὰς ἐντολὰς πράττουσα τοῦ ἀνακαινίσαντος ἡμᾶς. Ὁ γὰρ μὴ κατὰ τὴν παράδοσιν τῆς καθολικῆς ἐκκλησίας πιστεύων ἢ κοινωνῶν διὰ τῶν ἀτόπων ἔργων τῷ διαβόλῳ ἄπιστός ἐστιν. «Ἔστι δὲ» πάλιν «πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων» ἢ ἀδίστακτος καὶ ἀδιάκριτος ἐλπὶς τῶν τε ὑπὸ θεοῦ ἡμῖν ἐπηγγελμένων καὶ τῆς τῶν αἰτήσεων ἡμῶν ἐπιτυχίας. Ἡ μὲν οὖν πρώτη τῆς ἡμετέρας γνώμης ἐστίν, ἡ δὲ δευτέρα τῶν χαρισμάτων τοῦ πνεύματος.

Ἰστέον, ὅτι διὰ τοῦ βαπτίσματος περιτεμνόμεθα ἅπαν τὸ ἀπὸ γενέσεως κάλυμμα ἤτοι τὴν ἁμαρτίαν καὶ Ἰσραηλῖται πνευματικοὶ καὶ θεοῦ λαὸς χρηματίζομεν.

Περὶ σταυροῦ, ἐν ᾧ ἔτι καὶ περὶ πίστεως «Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν». «Ὁ μὲν γὰρ πνευματικὸς πάντα ἀνακρίνει, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος». Μωρία γάρ ἐστι τοῖς μὴ πίστει δεχομένοις καὶ τὸ ἀγαθὸν καὶ παντοδύναμον τοῦ θεοῦ λογιζομένοις, ἀλλ᾽ ἀνθρωπίνοις καὶ φυσικοῖς λογισμοῖς ἐρευνῶσι τὰ θεῖα· πάντα γὰρ τὰ τοῦ θεοῦ ὑπὲρ φύσιν εἰσὶ καὶ λόγον καὶ ἔννοιαν. Εἰ γάρ τις λογίσηται, ὅπως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τίνος τε ἕνεκεν παρήγαγεν ὁ θεὸς τὰ πάντα, καὶ φυσικοῖς λογισμοῖς φθάσαι βουληθῇ, οὐ καταλαμβάνει· ψυχικὴ γάρ ἐστιν ἡ γνῶσις αὕτη καὶ δαιμονιώδης. Εἰ δέ τις πίστει χειραγωγούμενος ἀγαθὸν καὶ παντοδύναμον καὶ ἀληθὲς καὶ σοφὸν καὶ δίκαιον τὸ θεῖον λογίσηται, εὑρήσει πάντα λεῖα καὶ ὁμαλὰ καὶ ὁδὸν εὐθεῖαν. Ἐκτὸς γὰρ πίστεως ἀδύνατον σωθῆναι· πίστει γὰρ πάντα, τά τε ἀνθρώπινα τά τε πνευματικά, συνίστανται. Οὔτε γὰρ γεωργὸς ἐκτὸς πίστεως τέμνει γῆς αὔλακα, οὐκ ἔμπορος μικρῷ ξύλῳ τὴν ἑαυτοῦ ψυχὴν τῷ μαινομένῳ τῆς θαλάσσης πελάγει παραδίδωσιν, οὐ γάμοι συνίστανται, οὐκ ἄλλο τι τῶν ἐν τῷ βίῳ. Πίστει νοοῦμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα τῇ τοῦ θεοῦ δυνάμει παρῆχθαι· πάντα, τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, πίστει κατορθοῦμεν. Πίστις δέ ἐστιν ἀπολυπραγμόνητος συγκατάθεσις.

Πᾶσα μὲν οὖν πρᾶξις καὶ θαυματουργία Χριστοῦ μεγίστη καὶ θεία καὶ θαυμαστή, ἀλλὰ πάντων ἐστὶ θαυμαστότερον ὁ τίμιος αὐτοῦ σταυρός. Δι᾽ οὐδενὸς γὰρ ἑτέρου ὁ θάνατος κατήργηται, ἡ τοῦ προπάτορος ἁμαρτία λέλυται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἀνάστασις δεδώρηται, δύναμις ἡμῖν τοῦ καταφρονεῖν τῶν παρόντων καὶ αὐτοῦ τοῦ θανάτου δέδοται, ἡ πρὸς τὴν ἀρχαίαν μακαριότητα ἐπάνοδος κατώρθωται, πύλαι παραδείσου ἠνοίγησαν, ἡ φύσις ἡμῶν ἐκ δεξιῶν τοῦ θεοῦ κεκάθικε, τέκνα θεοῦ καὶ κληρονόμοι γεγόναμεν εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ σταυροῦ γὰρ ταῦτα πάντα κατώρθωται.» Ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστόν«, φησὶν ὁ ἀπόστολος, »εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν«. Ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα.

Χριστὸς δέ ἐστι θεοῦ δύναμις καὶ σοφία. Ἰδοὺ ὁ θάνατος τοῦ Χριστοῦ ἤτοι ὁ σταυρὸς τὴν ἐνυπόστατον τοῦ θεοῦ σοφίαν καὶ δύναμιν ἡμᾶς περιέβαλε. Δύναμις δὲ θεοῦ ἐστιν ὁ λόγος ὁ τοῦ σταυροῦ, ἢ ὅτι τὸ δυνατὸν τοῦ θεοῦ ἤτοι ἡ κατὰ τοῦ θανάτου νίκη δι᾽ αὐτοῦ ἡμῖν πεφανέρωται, ἢ ὅτι, ὥσπερ τὰ τέσσαρα ἄκρα τοῦ σταυροῦ διὰ τοῦ μέσου κέντρου κρατοῦνται καὶ συσφίγγονται, οὕτω διὰ τῆς τοῦ θεοῦ δυνάμεως τό τε ὕψος καὶ τὸ βάθος μῆκός τε καὶ πλάτος ἤτοι πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις συνέχεται.

Οὗτος ἡμῖν σημεῖον δέδοται ἐπὶ τοῦ μετώπου, ὃν τρόπον τῷ Ἰσραὴλ ἡ περιτομή· δι᾽ αὐτοῦ γὰρ οἱ πιστοὶ τῶν ἀπίστων ἀποδιιστάμεθά τε καὶ γνωριζόμεθα. Οὗτος θυρεὸς καὶ ὅπλον καὶ τρόπαιον κατὰ τοῦ διαβόλου.

Οὗτος σφραγίς, ἵνα μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρεύων, ὥς φησιν ἡ γραφή. Οὗτος τῶν κειμένων ἀνάστασις, τῶν ἑστώτων στήριγμα, ἀσθενῶν βακτηρία, ποιμαινομένων ῥάβδος, ἐπιστρεφόντων χειραγωγία, προκοπτόντων τελείωσις, ψυχῆς σωτηρία καὶ σώματος, πάντων κακῶν ἀποτρόπαιον, πάντων ἀγαθῶν πρόξενος, ἁμαρτίας ἀναίρεσις, φυτὸν ἀναστάσεως, ξύλον ζωῆς αἰωνίου.

Αὐτὸ μὲν οὖν τὸ τίμιον ξύλον ὡς ἀληθῶς καὶ σεβάσμιον, ἐν ᾧ ἑαυτὸν εἰς θυσίαν ὑπὲρ ἡμῶν Χριστὸς προσενήνοχεν, ὡς ἁγιασθὲν τῇ ἁφῇ τοῦ ἁγίου σώματος καὶ αἵματος εἰκότως προσκυνητέον, τοὺς ἥλους, τὴν λόγχην, τὰ ἐνδύματα καὶ τὰ ἱερὰ αὐτοῦ σκηνώματα, ἅτινά εἰσιν ἡ φάτνη, τὸ σπήλαιον, ὁ Γολγοθᾶς ὁ σωτήριος, ὁ ζωοποιὸς τάφος, ἡ Σιὼν τῶν ἐκκλησιῶν ἡ ἀκρόπολις, καὶ τὰ ὅμοια· ὥς φησιν ὁ θεοπάτωρ Δαυίδ· »Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ«. Ὅτι δὲ τὸν σταυρὸν λέγει, δηλοῖ τὸ ἑπόμενον· »Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου«· ἕπεται γὰρ τῷ σταυρῷ ἡ ἀνάστασις. Εἰ γὰρ τῶν ἐρωμένων ποθητὸν οἶκος καὶ κλίνη καὶ περιβόλαιον, πόσῳ μᾶλλον τὰ τοῦ θεοῦ καὶ σωτῆρος, δι᾽ ὧν καὶ σεσῴσμεθα.

Προσκυνοῦμεν δὲ καὶ τὸν τύπον τοῦ τιμίου σταυροῦ, εἰ καὶ ἐξ ἑτέρας ὕλης γένηται, οὐ τὴν ὕλην τιμῶντες—μὴ γένοιτο—, ἀλλὰ τὸν τύπον ὡς Χριστοῦ σύμβολον. Ἔφη γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς διατιθέμενος· »Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ«, τὸν σταυρὸν λέγων. Διὸ καὶ ταῖς γυναιξὶν ἔλεγεν ὁ τῆς ἀναστάσεως ἄγγελος· »Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον«, καὶ ὁ ἀπόστολος· »Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον«. Πολλοὶ μὲν γὰρ Χριστοὶ καὶ Ἰησοῖ, ἀλλ᾽ εἷς ὁ ἐσταυρωμένος. Οὐκ εἶπε λελογχευμένον, ἀλλ᾽ »ἐσταυρωμένον«.

Προσκυνητέον τοίνυν τὸ σημεῖον τοῦ Χριστοῦ. Ἔνθα γὰρ ἂν ᾖ τὸ σημεῖον, ἐκεῖ καὶ αὐτὸς ἔσται. Τὴν δὲ ὕλην, ἐξ ἧς ὁ τύπος τοῦ σταυροῦ συνίσταται, εἰ καὶ χρυσὸς ἢ λίθοι εἶεν τίμιοι, μετὰ τὴν τοῦ τύπου (εἰ τύχοι) διάλυσιν οὐ προσκυνητέον. Πάντα τοίνυν τὰ θεῷ ἀνακείμενα προσκυνοῦμεν αὐτῷ τὸ σέβας προσάγοντες.

Τοῦτον τὸν τίμιον σταυρὸν προετύπωσε τὸ ξύλον τῆς ζωῆς τὸ ἐν παραδείσῳ ὑπὸ θεοῦ πεφυτευμένον (ἐπεὶ γὰρ διὰ ξύλου ὁ θάνατος, ἔδει διὰ ξύλου δωρηθῆναι τὴν ζωὴν καὶ τὴν ἀνάστασιν), Ἰακὼβ προσκυνήσας τὸ ἄκρον τῆς ῥάβδου ἐνηλλαγμέναις ταῖς χερσὶ τοὺς υἱοὺς Ἰωσὴφ εὐλογήσας καὶ τὸ σημεῖον τοῦ σταυροῦ διαγράψας σαφέστατα, ῥάβδος Μωσαϊκὴ σταυροτύπως τὴν θάλασσαν πλήξασα καὶ σώσασα μὲν τὸν Ἰσραήλ, Φαραὼ δὲ βυθίσασα, χεῖρες σταυροειδῶς ἐκτεινόμεναι καὶ τὸν Ἀμαλὴκ τροπούμεναι, ξύλῳ τὸ πικρὸν ὕδωρ γλυκαινόμενον καὶ πέτρα ῥηγνυμένη καὶ προχέουσα νάματα, ῥάβδος τῷ Ἀαρὼν τὸ τῆς ἱεραρχίας ἀξίωμα χρηματίζουσα, ὄφις ἐπὶ ξύλου θριαμβευόμενος (ὡς νενέκρωται τοῦ ξύλου τοὺς νεκρὸν ὁρῶντας τὸν ἐχθρὸν διασῴζοντος τοὺς πιστεύοντας, ὡς Χριστὸς ἐν σαρκὶ ἁμαρτίας ἁμαρτίαν οὐκ εἰδυίᾳ προσήλωται), Μωσῆς ὁ μέγας· »Ὄψεσθε«, βοῶν, »τὴν ζωὴν ὑμῶν ἐπὶ ξύλου κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν«, Ἡσαΐας· »Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα«. Οἱ τοῦτο προσκυνοῦντες τῆς μερίδος τύχοιμεν Χριστοῦ τοῦ ἐσταυρωμένου. Ἀμήν.

Περὶ τοῦ προσκυνεῖν κατὰ ἀνατολάς Οὐχ ἁπλῶς οὐδ᾽ ὡς ἔτυχε κατὰ ἀνατολὰς προσκυνοῦμεν, ἀλλ᾽ ἐπειδὴ ἐξ ὁρατῆς τε καὶ ἀοράτου ἤτοι νοητῆς καὶ αἰσθητῆς συντεθείμεθα φύσεως, διπλῆν καὶ τὴν προσκύνησιν τῷ δημιουργῷ προσάγομεν, ὥσπερ καὶ τῷ νῷ ψάλλομεν καὶ τοῖς σωματικοῖς χείλεσι καὶ βαπτιζόμεθα ὕδατί τε καὶ πνεύματι καὶ διπλῶς τῷ κυρίῳ ἑνούμεθα τῶν μυστηρίων μετέχοντες καὶ τῆς τοῦ πνεύματος χάριτος.

Ἐπεὶ τοίνυν »ὁ θεὸς φῶς ἐστι» νοητόν, καὶ «ἥλιος δικαιοσύνης» καὶ «ἀνατολὴ» ἐν ταῖς γραφαῖς ὠνόμασται ὁ Χριστός, ἀναθετέον αὐτῷ τὴν ἀνατολὴν εἰς προσκύνησιν· πᾶν γὰρ καλὸν τῷ θεῷ ἀναθετέον, ἐξ οὗ πᾶν ἀγαθὸν ἀγαθύνεται. Φησὶ δὲ καὶ ὁ θεῖος Δαυίδ· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς». Ἔτι δέ φησιν ἡ γραφή· «Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· ἔνθα τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ἔθετο», ὃν παραβάντα τοῦ παραδείσου τῆς τρυφῆς ἐξώρισεν ἀπέναντί τε τοῦ παραδείσου κατῴκισεν, ἐκ δυσμῶν δηλαδή. Τὴν οὖν ἀρχαίαν πατρίδα ἐπιζητοῦντες καὶ πρὸς αὐτὴν ἀτενίζοντες τῷ θεῷ προσκυνοῦμεν. Καὶ ἡ σκηνὴ δὲ ἡ Μωσαϊκὴ κατὰ ἀνατολὰς εἶχε τὸ καταπέτασμα καὶ τὸ ἱλαστήριον.

Καὶ ἡ φυλὴ τοῦ Ἰούδα ὡς τιμιωτέρα ἐξ ἀνατολῶν παρενέβαλε. Καὶ ἐν τῷ περιωνύμῳ δὲ τοῦ Σολομῶντος ναῷ ἡ τοῦ κυρίου πύλη κατὰ ἀνατολὰς διέκειτο. Ἀλλὰ μὴν καὶ ὁ κύριος σταυρούμενος ἐπὶ δυσμὰς ἑώρα, καὶ οὕτω προσκυνοῦμεν πρὸς αὐτὸν ἀτενίζοντες. Καὶ ἀναλαμβανόμενος πρὸς ἀνατολὰς ἀνεφέρετο, καὶ οὕτως αὐτῷ οἱ ἀπόστολοι προσεκύνησαν, καὶ οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσαντο αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, ὡς αὐτὸς ὁ κύριος ἔφησεν· «Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φθάνει ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου». Αὐτὸν οὖν ἐκδεχόμενοι ἐπὶ ἀνατολὰς προσκυνοῦμεν.

Ἄγραφος δέ ἐστιν ἡ παράδοσις αὕτη τῶν ἀποστόλων· πολλὰ γὰρ ἀγράφως ἡμῖν παρέδωκαν.

Περὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ κυρίου μυστηρίων Ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθὸν ἤτοι τὴν ἑαυτοῦ φύσιν ὑπὸ μηδενὸς μετεχόμενον.

Τούτου χάριν ἐποίησε πρῶτον μὲν τὰς νοερὰς καὶ οὐρανίους δυνάμεις, εἶτα τὸν ὁρατὸν καὶ αἰσθητὸν κόσμον, εἶτα ἐκ νοεροῦ καὶ αἰσθητοῦ τὸν ἄνθρωπον. Πάντα μὲν οὖν τὰ ὑπ᾽ αὐτοῦ γενόμενα κοινωνοῦσι τῆς αὐτοῦ ἀγαθότητος κατὰ τὸ εἶναι (αὐτὸς γάρ ἐστι τοῖς πᾶσι τὸ εἶναι, ἐπειδὴ ἐν αὐτῷ εἰσι τὰ ὄντα, οὐ μόνον ὅτι αὐτὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παρήγαγεν, ἀλλ᾽ ὅτι ἡ αὐτοῦ ἐνέργεια τὰ ὑπ᾽ αὐτοῦ γενόμενα συντηρεῖ καὶ συνέχει), ἐκ περισσοῦ δὲ τὰ ζῷα (κατά τε γὰρ τὸ εἶναι καὶ κατὰ τὸ ζωῆς μετέχειν κοινωνοῦσι τοῦ ἀγαθοῦ), τὰ δὲ λογικὰ καὶ κατὰ τὰ προειρημένα μέν, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ λογικόν, καὶ ταῦτα μᾶλλον· οἰκειότερα γάρ πώς εἰσι πρὸς αὐτόν, εἰ καὶ πάντων ὑπέρκειται ἀσυγκρίτως.

Ὁ μέντοι ἄνθρωπος λογικὸς καὶ αὐτεξούσιος γενόμενος ἐξουσίαν εἴληφεν ἀδιαλείπτως διὰ τῆς οἰκείας προαιρέσεως ἑνοῦσθαι τῷ θεῷ, εἴ γε διαμένει ἐν τῷ ἀγαθῷ, τουτέστι τῇ τοῦ κτίσαντος ὑπακοῇ. Ἐπειδὴ τοίνυν ἐν παραβάσει τῆς τοῦ πεποιηκότος αὐτὸν ἐντολῆς γέγονε καὶ θανάτῳ καὶ φθορᾷ ὑποπέπτωκεν, ὁ ποιητὴς καὶ δημιουργὸς τοῦ γένους ἡμῶν διὰ σπλάγχνα ἐλέους αὐτοῦ ὡμοιώθη ἡμῖν κατὰ πάντα γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας καὶ ἡνώθη τῇ ἡμετέρᾳ φύσει· ἐπειδὴ γὰρ μετέδωκεν ἡμῖν τῆς ἰδίας εἰκόνος καὶ τοῦ ἰδίου πνεύματος καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει αὐτὸς τῆς πτωχῆς καὶ ἀσθενοῦς ἡμῶν φύσεως, ἵνα ἡμᾶς καθάρῃ καὶ ἀφθαρτίσῃ καὶ μετόχους πάλιν τῆς αὑτοῦ καταστήσῃ θεότητος.

Ἔδει δὲ μὴ μόνον τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἐν μετοχῇ γενέσθαι τοῦ κρείττονος, ἀλλὰ καὶ πάντα τὸν βουλόμενον ἄνθρωπον καὶ δευτέραν γέννησιν γεννηθῆναι καὶ τραφῆναι τροφὴν ξένην καὶ τῇ γεννήσει πρόσφορον καὶ οὕτω φθάσαι τὸ μέτρον τῆς τελειότητος. Διὰ μὲν τῆς αὑτοῦ γεννήσεως ἤτοι σαρκώσεως καὶ τοῦ βαπτίσματος καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἠλευθέρωσε τὴν φύσιν τῆς ἁμαρτίας τοῦ προπάτορος, τοῦ θανάτου, τῆς φθορᾶς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ γέγονε καὶ ὁδὸν καὶ τύπον ἑαυτὸν καὶ ὑπογραμμὸν τέθεικεν, ἵνα καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσαντες ἴχνεσι γενώμεθα θέσει, ὅπερ αὐτός ἐστι φύσει, υἱοὶ καὶ κληρονόμοι θεοῦ καὶ αὐτοῦ συγκληρονόμοι. Ἔδωκεν οὖν ἡμῖν, ὡς ἔφην, γέννησιν δευτέραν, ἵνα ὥσπερ γεννηθέντες ἐκ τοῦ Ἀδὰμ ὡμοιώθημεν αὐτῷ κληρονομήσαντες τὴν κατάραν καὶ τὴν φθοράν, οὕτω καὶ ἐξ αὐτοῦ γεννηθέντες ὁμοιωθῶμεν αὐτῷ καὶ κληρονομήσωμεν τήν τε ἀφθαρσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν δόξαν αὐτοῦ.

Ἐπειδὴ δὲ πνευματικός ἐστιν Ἀδάμ, ἔδει καὶ τὴν γέννησιν πνευματικὴν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν· ἀλλ᾽ ἐπειδὴ διπλοῖ τινές ἐσμεν καὶ σύνθετοι, δεῖ καὶ τὴν γέννησιν διπλῆν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν σύνθετον.

Ἡ μὲν οὖν γέννησις δι᾽ ὕδατος ἡμῖν καὶ πνεύματος δέδοται, φημὶ δὴ τοῦ ἁγίου βαπτίσματος, ἡ δὲ βρῶσις αὐτὸς ὁ ἄρτος τῆς ζωῆς, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Μέλλων γὰρ τὸν ἑκούσιον ὑπὲρ ἡμῶν καταδέχεσθαι θάνατον ἐν τῇ νυκτί, ἐν ᾗ ἑαυτὸν παρεδίδου, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ δι᾽ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν. Ἐν τῷ ὑπερῴῳ τοίνυν τῆς ἁγίας καὶ ἐνδόξου Σιὼν τὸ παλαιὸν πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ φαγὼν καὶ πληρώσας τὴν παλαιὰν διαθήκην νίπτει τῶν μαθητῶν τοὺς πόδας, σύμβολον τοῦ ἁγίου βαπτίσματος παρεχόμενος. Εἶτα κλάσας ἄρτον ἐπεδίδου αὐτοῖς λέγων· «Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα» τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὁμοίως δὲ λαβὼν τὸ ποτήριον ἐξ οἴνου καὶ ὕδατος μετέδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστι τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε καὶ τὴν ἀνάστασιν αὐτοῦ ὁμολογεῖτε, ἕως ἂν ἔλθῃ». Εἰ τοίνυν «ὁ λόγος τοῦ θεοῦ ζῶν ἐστι καὶ ἐνεργὴς» καὶ «πάντα, ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν»· εἰ εἶπε· «Γενηθήτω φῶς, καὶ ἐγένετο· γενηθήτω στερέωμα, καὶ ἐγένετο»· εἰ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» εἰ οὐρανὸς καὶ ἡ γῆ ὕδωρ τε καὶ πῦρ καὶ ἀὴρ καὶ πᾶς ὁ κόσμος αὐτῶν τῷ λόγῳ κυρίου συνετελέσθησαν καὶ τοῦτο δὴ τὸ πολυθρύλλητον ζῷον ὁ ἄνθρωπος· εἰ θελήσας αὐτὸς ὁ θεὸς λόγος ἐγένετο ἄνθρωπος καὶ τὰ τῆς ἁγίας παρθένου καθαρὰ καὶ ἀμώμητα αἵματα ἑαυτῷ ἀσπόρως σάρκα ὑπεστήσατο, —οὐ δύναται τὸν ἄρτον ἑαυτοῦ σῶμα ποιῆσαι καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ αἷμα; Εἶπεν ἐν ἀρχῇ· «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου», καὶ μέχρι τοῦ νῦν τοῦ ὑετοῦ γινομένου ἐξάγει τὰ ἴδια βλαστήματα τῷ θείῳ συνελαυνομένη καὶ δυναμουμένη προστάγματι. Εἶπεν ὁ θεός· «Τοῦτό μού ἐστι τὸ σῶμα», καί· «Τοῦτό μου τὸ αἷμα», καί· «Τοῦτο ποιεῖτε» καὶ τῷ παντοδυνάμῳ αὐτοῦ προστάγματι, ἕως ἂν ἔλθῃ, γίνεται· οὕτως γὰρ εἶπεν· «Ἕως ἂν ἔλθῃ».

Καὶ γίνεται ὑετὸς τῇ καινῇ ταύτῃ γεωργίᾳ διὰ τῆς ἐπικλήσεως ἡ τοῦ ἁγίου πνεύματος ἐπισκιάζουσα δύναμις· ὥσπερ γὰρ πάντα, ὅσα ἐποίησεν, ὁ θεὸς τῇ τοῦ ἁγίου πνεύματος ἐνεργείᾳ ἐποίησεν, οὕτω καὶ νῦν ἡ τοῦ πνεύματος ἐνέργεια τὰ ὑπὲρ φύσιν ἐργάζεται, ἃ οὐ δύναται χωρῆσαι, εἰ μὴ μόνη πίστις. «Πῶς ἔσται μοι τοῦτο», φησὶν ἡ ἁγία παρθένος, «ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ἀποκρίνεται Γαβριὴλ ὁ ἀρχάγγελος· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι». Καὶ νῦν ἐρωτᾷς· Πῶς ὁ ἄρτος γίνεται σῶμα Χριστοῦ καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ αἷμα Χριστοῦ; Λέγω σοι κἀγώ· Πνεῦμα ἅγιον ἐπιφοιτᾷ καὶ ταῦτα ποιεῖ τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν.

Ἄρτος δὲ καὶ οἶνος παραλαμβάνεται· οἶδε γὰρ ὁ θεὸς τὴν ἀνθρωπίνην ἀσθένειαν, ὡς τὰ πολλὰ γὰρ τὰ μὴ κατὰ τὴν συνήθειαν τετριμμένα ἀποστρέφεται δυσχεραίνουσα· τῇ οὖν συνήθει συγκαταβάσει κεχρημένος διὰ τῶν συνήθων τῆς φύσεως ποιεῖ τὰ ὑπὲρ φύσιν· καὶ ὥσπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ὕδατι λούεσθαι καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ ὕδατι τὴν χάριν τοῦ πνεύματος καὶ ἐποίησεν αὐτὸ λουτρὸν ἀναγεννήσεως, οὕτως, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ἄρτον ἐσθίειν ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὐτοῦ θεότητα καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα.

Σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι, τὸ ἐκ τῆς ἁγίας παρθένου σῶμα, οὐχ ὅτι αὐτὸ τὸ σῶμα τὸ ἀναληφθὲν ἐξ οὐρανῶν κατέρχεται, ἀλλ᾽ ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιεῖται εἰς σῶμα καὶ αἷμα θεοῦ. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦσαι, ὅτι διὰ πνεύματος ἁγίου, ὥσπερ καὶ ἐκ τῆς ἁγίας θεοτόκου διὰ πνεύματος ἁγίου ἑαυτῷ καὶ ἐν ἑαυτῷ ὁ κύριος σάρκα ὑπεστήσατο· καὶ πλέον οὐδὲν γινώσκομεν, ἀλλ᾽ ὅτι ὁ λόγος τοῦ θεοῦ ἀληθὴς καὶ ἐνεργής ἐστι καὶ παντοδύναμος, ὁ δὲ τρόπος ἀνεξερεύνητος. Οὐ χεῖρον δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι, ὥσπερ φυσικῶς διὰ τῆς βρώσεως ὁ ἄρτος καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ διὰ τῆς πόσεως εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται καὶ οὐ γίνεται ἕτερον σῶμα παρὰ τὸ πρότερον αὐτοῦ σῶμα, οὕτως ὁ τῆς προθέσεως ἄρτος οἶνός τε καὶ ὕδωρ διὰ τῆς ἐπικλήσεως καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος ὑπερφυῶς μεταποιεῖται εἰς τὸ σῶμα τοῦ Χριστοῦ καὶ αἷμα, καὶ οὔκ εἰσι δύο, ἀλλ᾽ ἓν καὶ τὸ αὐτό.

Γίνεται τοίνυν τοῖς πίστει ἀξίως μεταλαμβάνουσιν εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος, τοῖς δὲ ἐν ἀπιστίᾳ ἀναξίως μετέχουσιν εἰς κόλασιν καὶ τιμωρίαν, καθάπερ καὶ ὁ τοῦ κυρίου θάνατος τοῖς μὲν πιστεύουσι γέγονε ζωὴ καὶ ἀφθαρσία εἰς ἀπόλαυσιν τῆς αἰωνίου μακαριότητος, τοῖς δὲ ἀπειθοῦσι καὶ τοῖς κυριοκτόνοις εἰς κόλασιν καὶ τιμωρίαν αἰώνιον.

Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ ὁ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ—μὴ γένοιτο—, ἀλλ᾽ αὐτὸ τὸ σῶμα τοῦ κυρίου τεθεωμένον, αὐτοῦ τοῦ κυρίου εἰπόντος· «Τοῦτό μού ἐστι» οὐ τύπος τοῦ σώματος ἀλλὰ «τὸ σῶμα», καὶ οὐ τύπος τοῦ αἵματος ἀλλὰ «τὸ αἷμα», καὶ πρὸ τούτου τοῖς Ἰουδαίοις, ὅτι, «εἰ μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐκ ἔχετε ζωὴν αἰώνιον. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις», καὶ πάλιν· «Ὁ τρώγων με ζήσεται».

Διὸ μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς καὶ ἀδιστάκτου πίστεως προσέλθωμεν, καὶ πάντως ἔσται ἡμῖν, καθὼς πιστεύομεν μὴ διστάζοντες. Τιμήσωμεν δὲ αὐτὸ πάσῃ καθαρότητι, ψυχικῇ τε καὶ σωματικῇ· διπλοῦν γάρ ἐστι. Προσέλθωμεν αὐτῷ πόθῳ διακαεῖ καὶ σταυροειδῶς τὰς παλάμας τυπώσαντες τοῦ ἐσταυρωμένου τὸ σῶμα ὑποδεξώμεθα καὶ ἐπιθέντες ὀφθαλμοὺς καὶ χείλη καὶ μέτωπα τοῦ θείου ἄνθρακος μεταλάβωμεν, ἵνα τὸ πῦρ τοῦ ἐν ἡμῖν πόθου προσλαβὸν τὴν ἐκ τοῦ ἄνθρακος πύρωσιν καταφλέξῃ ἡμῶν τὰς ἁμαρτίας καὶ φωτίσῃ ἡμῶν τὰς καρδίας καὶ τῇ μετουσίᾳ τοῦ θείου πυρὸς πυρωθῶμεν καὶ θεωθῶμεν.

Ἄνθρακα εἶδεν Ἡσαΐας· ἄνθραξ δὲ ξύλον λιτὸν οὐκ ἔστιν, ἀλλ᾽ ἡνωμένον πυρί· οὕτως καὶ ὁ ἄρτος τῆς κοινωνίας οὐκ ἄρτος λιτός ἐστιν, ἀλλ᾽ ἡνωμένος θεότητι· σῶμα δὲ ἡνωμένον θεότητι οὐ μία φύσις ἐστίν, ἀλλὰ μία μὲν τοῦ σώματος, τῆς δὲ ἡνωμένης αὐτῷ θεότητος ἑτέρα· ὥστε τὸ συναμφότερον οὐ μία φύσις, ἀλλὰ δύο.

Ἄρτῳ καὶ οἴνῳ ἐδεξιοῦτο Μελχισεδὲκ τὸν Ἀβραὰμ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς ὑποστρέφοντα, ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου· ἐκείνη ἡ τράπεζα ταύτην τὴν μυστικὴν προεικόνιζε τράπεζαν, ὃν τρόπον ἐκεῖνος ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τύπος ἦν καὶ εἰκόνισμα· «Σὺ» γάρ, φησίν, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Τοῦτον τὸν ἄρτον οἱ ἄρτοι εἰκόνιζον τῆς προθέσεως. Αὕτη γάρ ἐστιν ἡ καθαρὰ θυσία, δηλαδὴ καὶ ἀναίμακτος, ἣν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αὐτῷ προσφέρεσθαι διὰ τοῦ προφήτου ὁ κύριος ἔφησε.

Σῶμά ἐστι καὶ αἷμα Χριστοῦ εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν—μὴ γένοιτο—, ἀλλ᾽ εἰς τὴν ἡμῶν οὐσίαν τε καὶ συντήρησιν, βλάβης παντοδαποῦς ἀμυντήριον, ῥύπου παντὸς καθαρτήριον—ἂν μὲν χρυσὸν λάβῃ κίβδηλον, διὰ τῆς κριτικῆς πυρώσεως καθαίρει—, ἵνα μὴ ἐν τῷ μέλλοντι σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καθαίρει γὰρ νόσους καὶ παντοίας ἐπιφοράς, καθώς φησιν ὁ θεῖος ἀπόστολος· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Καὶ τοῦτό ἐστιν, ὃ λέγει· «Ὥστε ὁ μετέχων τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει». Δι᾽ αὐτοῦ καθαιρόμενοι ἑνούμεθα τῷ σώματι τοῦ κυρίου καὶ τῷ πνεύματι αὐτοῦ καὶ γινόμεθα σῶμα Χριστοῦ.

Οὗτος ὁ ἄρτος ἐστὶν ἡ ἀπαρχὴ τοῦ μέλλοντος ἄρτου, ὅς ἐστιν ὁ ἐπιούσιος· τὸ γὰρ «ἐπιούσιον» δηλοῖ ἢ τὸν μέλλοντα, τουτέστιν τὸν τοῦ μέλλοντος αἰῶνος, ἢ τὸν πρὸς συντήρησιν τῆς οὐσίας ἡμῶν λαμβανόμενον.

Εἴτε οὖν οὕτως, εἴτε οὕτως, τὸ τοῦ κυρίου σῶμα προσφυῶς λεχθήσεται· πνεῦμα γὰρ ζωοποιοῦν ἐστιν ἡ σὰρξ τοῦ κυρίου, διότι ἐκ τοῦ ζωοποιοῦ πνεύματος συνελήφθη· «τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι». Τοῦτο δὲ λέγω οὐκ ἀναιρῶν τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὸ ζωοποιὸν καὶ θεῖον τούτου δηλῶσαι βουλόμενος.

Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, ὡς ὁ θεοφόρος ἔφη Βασίλειος, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι αὐτὴν τὴν προσφορὰν οὕτω καλέσαντες.

Μετάληψις λέγεται· δι᾽ αὐτῆς γὰρ τῆς Ἰησοῦ θεότητος μεταλαμβάνομεν. Κοινωνία λέγεταί τε καὶ ἔστιν ἀληθῶς διὰ τὸ κοινωνεῖν ἡμᾶς δι᾽ αὐτῆς τῷ Χριστῷ καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ τῆς θεότητος, κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι᾽ αὐτῆς· ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν, οἱ πάντες ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα καὶ ἀλλήλων μέλη γινόμεθα σύσσωμοι Χριστοῦ χρηματίζοντες.

Πάσῃ δυνάμει τοίνυν φυλαξώμεθα, μὴ λαμβάνειν μετάληψιν αἱρετικῶν μήτε διδόναι. «Μὴ δῶτε γὰρ τὰ ἅγια τοῖς κυσίν», φησὶν ὁ κύριος, «μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων», ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστὸν καὶ πρὸς ἀλλήλους, πάντως καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν ἡμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης.

Ἀντίτυπα δὲ τῶν μελλόντων λέγονται οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ᾽ ὅτι νῦν μὲν δι᾽ αὐτῶν μετέχομεν τῆς Χριστοῦ θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας.