Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Ἔκθεσις πίστεως
Η Θεοτόκος και η τιμή των αγίων
Η καταγωγή, η γέννηση και το αειπάρθενο της Θεοτόκου, καθώς και η απόδοση τιμής στους αγίους και στα ιερά λείψανά τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Θεοτόκος και η τιμή των αγίων
Η καταγωγή, η γέννηση και το αειπάρθενο της Θεοτόκου, καθώς και η απόδοση τιμής στους αγίους και στα ιερά λείψανά τους.
Περὶ τῆς γενεαλογίας τοῦ κυρίου καὶ περὶ τῆς ἁγίας θεοτόκου Περὶ τῆς ἁγίας ὑπερυμνήτου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθῶς θεοτόκος ἔστι τε καὶ ὀνομάζεται, νῦν τὰ λείποντα προσαναπληρώσωμεν. Αὕτη γὰρ τῇ προαιωνίῳ προγνωστικῇ βουλῇ τοῦ θεοῦ προορισθεῖσα καὶ διαφόροις εἰκόσι καὶ λόγοις προφητῶν διὰ πνεύματος ἁγίου εἰκονισθεῖσά τε καὶ προκηρυχθεῖσα ἐν τῷ προωρισμένῳ καιρῷ ἐκ Δαυιδικῆς ῥίζης ἐβλάστησε διὰ τὰς πρὸς αὐτὸν γενομένας ἐπαγγελίας. «Ὤμοσε γὰρ κύριος», φησί, «τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου», καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός,» καὶ Ἡσαΐας· «Ἐξανατελεῖ ῥάβδος ἐξ Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται».
Ὅτι μὲν οὖν ὁ Ἰωσὴφ ἐκ Δαυιδικοῦ φύλου κατάγεται, ὁ Ματθαῖος καὶ Λουκᾶς, οἱ ἱερώτατοι εὐαγγελισταί, διαρρήδην ὑπέδειξαν, ἀλλ᾽ ὁ μὲν Ματθαῖος ἐκ Δαυὶδ διὰ Σολομῶντος κατάγει τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς διὰ Νάθαν. Τῆς δὲ ἁγίας παρθένου τὴν γέννησιν καὶ ἀμφότεροι παρεσιώπησαν.
Χρὴ οὖν εἰδέναι, ὡς οὐκ ἦν ἔθος Ἑβραίοις οὐδὲ τῇ θείᾳ γραφῇ γενεαλογεῖσθαι γυναῖκας. Νόμος δὲ ἦν μὴ μνηστεύεσθαι φυλὴν ἐξ ἑτέρας φυλῆς. Ὁ δὲ Ἰωσὴφ ἐκ Δαυιδικοῦ καταγόμενος φύλου, δίκαιος ὑπάρχων (τοῦτο γὰρ αὐτῷ μαρτυρεῖ τὸ θεῖον εὐαγγέλιον), οὐκ ἂν παρανόμως τὴν ἁγίαν παρθένον πρὸς μνηστείαν ἠγάγετο, εἰ μὴ ἐκ τοῦ αὐτοῦ σκήπτρου κατήγετο.
Δείξας τοίνυν τὸ τοῦ Ἰωσὴφ καταγώγιον ἠρκέσθη. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς νόμος ἦν ἀγόνου ἀνδρὸς τελευτῶντος τὸν τούτου ἀδελφὸν τὴν τοῦ τετελευτηκότος γαμετὴν πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ. Τὸ οὖν τικτόμενον κατὰ φύσιν μὲν τοῦ δευτέρου ἤτοι τοῦ γεγεννηκότος ἦν, κατὰ δὲ νόμον τοῦ τελευτήσαντος.
Ἐκ τῆς σειρᾶς τοίνυν τοῦ Νάθαν τοῦ υἱοῦ Δαυὶδ Λευὶ ἐγέννησε τὸν Μελχὶ καὶ τὸν Πάνθηρα· ὁ Πάνθηρ ἐγέννησε τὸν Βαρπάνθηρα οὕτως ἐπικληθέντα. Οὗτος ὁ Βαρπάνθηρ ἐγέννησε τὸν Ἰωακείμ, Ἰωακεὶμ ἐγέννησε τὴν ἁγίαν θεοτόκον. Ἐκ δὲ τῆς σειρᾶς Σολομῶντος τοῦ υἱοῦ Δαυὶδ Ματθὰν ἔσχε γυναῖκα, ἐξ ἧς ἐγέννησε τὸν Ἰακώβ. Τελευτήσαντος δὲ τοῦ Ματθὰν Μελχὶ ἐκ τῆς φυλῆς τοῦ Νάθαν, ὁ υἱὸς Λευί, ἀδελφὸς δὲ τοῦ Πάνθηρος, ἔγημε τὴν γυναῖκα τοῦ Ματθάν, μητέρα δὲ τοῦ Ἰακώβ, καὶ ἐξ αὐτῆς ἔσχε τὸν Ἡλί. Ἐγένοντο οὖν ἀδελφοὶ ὁμομήτριοι Ἰακὼβ καὶ Ἡλί, ὁ μὲν Ἰακὼβ ἐκ τῆς φυλῆς Σολομῶντος, ὁ δὲ Ἡλὶ ἐκ φυλῆς Νάθαν.
Ἐτελεύτησε δὲ ὁ Ἡλί, ὁ ἐκ τῆς φυλῆς τοῦ Νάθαν ἄπαις· καὶ ἔλαβεν Ἰακώβ, ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐκ τῆς φυλῆς Σολομῶντος, τὴν γυναῖκα αὐτοῦ καὶ ἐγέννησε τὸν Ἰωσήφ. Ὁ οὖν Ἰωσὴφ φύσει μέν ἐστιν υἱὸς Ἰακὼβ ἐκ τοῦ καταγωγίου τοῦ Σολομῶντος, κατὰ δὲ νόμον Ἡλὶ τοῦ ἐκ Νάθαν.
Ἰωακεὶμ τοίνυν τὴν σεμνήν τε καὶ ἀξιέπαινον Ἄνναν πρὸς γάμον ἠγάγετο. Ἀλλ᾽ ὥσπερ ἡ πάλαι Ἄννα στειρεύσασα δι᾽ εὐχῆς καὶ ἐπαγγελίας τὸν Σαμουὴλ ἐγέννησεν, οὕτω καὶ αὕτη διὰ λιτῆς καὶ ἐπαγγελίας πρὸς θεοῦ τὴν θεοτόκον κομίζεται, ἵνα κἂν τούτῳ μηδενὸς τῶν περιφανῶν καθυστερίζοιτο· τίκτει τοιγαροῦν ἡ χάρις (τοῦτο γὰρ ἡ Ἄννα ἑρμηνεύεται) τὴν κυρίαν (τοῦτο γὰρ τῆς Μαρίας σημαίνει τὸ ὄνομα· κυρία γὰρ ὄντως γέγονε πάντων τῶν ποιημάτων τοῦ δημιουργοῦ χρηματίσασα μήτηρ). Τίκτεται δὲ ἐν τῷ τῆς προβατικῆς τοῦ Ἰωακεὶμ οἴκῳ καὶ τῷ ἱερῷ προσάγεται. Εἶτα ἐν τῷ οἴκῳ τοῦ θεοῦ φυτευθεῖσά τε καὶ πιανθεῖσα τῷ πνεύματι ὡσεὶ ἐλαία κατάκαρπος πάσης ἀρετῆς καταγώγιον γέγονε πάσης βιωτικῆς καὶ σαρκικῆς ἐπιθυμίας τὸν νοῦν ἀποστήσασα καὶ οὕτω παρθένον τὴν ψυχὴν τηρήσασα σὺν τῷ σώματι, ὡς ἔπρεπε τὴν θεὸν ἐγκόλπιον ὑποδέχεσθαι μέλλουσαν· ἅγιος γὰρ ὢν ἐν ἁγίοις ἀναπαύεται.
Οὕτω τοίνυν ἁγιωσύνην μετέρχεται καὶ ναὸς ἅγιος καὶ θαυμαστὸς τοῦ ὑψίστου θεοῦ ἀναδείκνυται ἀξίως. Ἐπειδὴ δὲ ἐπετήρει τὰς παρθένους ὁ τῆς ἡμῶν σωτηρίας ἐχθρὸς διὰ τὴν Ἡσαΐου πρόρρησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει», φήσαντος, «καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ θεός», ὡς ἂν δελεάσῃ τὸν ἐν σοφίᾳ ἀεὶ ἁβρυνόμενον «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», πρὸς μνηστείαν ἡ νεᾶνις τῷ Ἰωσὴφ ὑπὸ τῶν ἱερέων δίδοται, ὁ καινὸς τόμος τῷ γράμματα εἰδότι· ἡ δὲ μνηστεία φυλακή τε τῆς παρθένου ὑπῆρχε καὶ τοῦ τὰς παρθένους ἐπιτηροῦντος ἀποβουκόλημα. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου», ἀπεστάλη ἄγγελος κυρίου πρὸς αὐτὴν τὴν τοῦ κυρίου εὐαγγελιζόμενος σύλληψιν· οὕτως τε συνείληφε τὸν υἱὸν τοῦ θεοῦ, τὴν τοῦ πατρὸς ἐνυπόστατον δύναμιν, «οὐκ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς» ἤτοι συναφείας καὶ σπορᾶς, ἀλλ᾽ ἐκ τῆς τοῦ πατρὸς εὐδοκίας καὶ συνεργίας τοῦ ἁγίου πνεύματος· ἐχορήγησέ τε τῷ κτίστῃ τὸ κτισθῆναι καὶ τῷ πλάστῃ τὸ πλασθῆναι καὶ τῷ υἱῷ τοῦ θεοῦ καὶ θεῷ τὸ σαρκωθῆναι καὶ ἀνθρωπισθῆναι ἐκ τῶν ἁγνῶν καὶ ἀμολύντων αὐτῆς σαρκῶν καὶ αἱμάτων, τὸ τῆς προμήτορος ἀποπληροῦσα χρέος· ὥσπερ γὰρ ἐκείνη συναφείας ἐκτὸς ἐξ Ἀδὰμ πεπλαστούργηται, οὕτω καὶ αὕτη τὸν νέον Ἀδὰμ ἀπεκύησε νόμῳ κυήσεως τικτόμενον καὶ ὑπὲρ φύσιν γεννήσεως.
Τίκτεται γὰρ ἀπάτωρ ἐκ γυναικὸς ὁ ἐκ πατρὸς ἀμήτωρ· καὶ ὅτι μὲν ἐκ γυναικὸς νόμῳ κυήσεως, ὅτι δὲ ἄνευ πατρός, ὑπὲρ φύσιν γεννήσεως· καὶ ὅτι μὲν τῷ εἰθισμένῳ χρόνῳ (τὸν γὰρ ἐννεαμηνιαῖον τελέσας καὶ τῷ δεκάτῳ ἐπιβὰς γεννᾶται), νόμῳ κυήσεως· ὅτι δὲ ἀνωδίνως, ὑπὲρ θεσμὸν γεννήσεως· ἧς γὰρ ἡδονὴ οὐ προηγήσατο, οὐδὲ ὠδὶν ἐπηκολούθησε, κατὰ τὸν προφήτην τὸν λέγοντα· «Πρὶν ὠδίνησεν, ἔτεκε», καὶ πάλιν· «Πρὶν ἐλθεῖν τὸν καιρὸν τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν».
Γεγέννηται τοίνυν ἐξ αὐτῆς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς σεσαρκωμένος, οὐ θεοφόρος ἄνθρωπος, ἀλλὰ θεὸς σεσαρκωμένος, οὐχ ὡς προφήτης ἐνεργείᾳ χριόμενος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, ὥστε ἄνθρωπον μὲν γενέσθαι τὸ χρῖσαν καὶ θεὸν τὸ χριόμενον, οὐ μεταβολῇ φύσεως, ἀλλ᾽ ἑνώσει τῇ καθ᾽ ὑπόστασιν. Ὁ αὐτὸς γὰρ ἦν, ὅ τε χρίων καὶ ὁ χριόμενος, χρίων ὡς θεὸς ἑαυτὸν ὡς ἄνθρωπον. Πῶς οὖν οὐ θεοτόκος ἡ θεὸν σεσαρκωμένον ἐξ αὐτῆς γεννήσασα; Ὄντως κυρίως καὶ ἀληθῶς θεοτόκος καὶ κυρία, καὶ πάντων κτισμάτων δεσπόζουσα, δούλη καὶ μήτηρ τοῦ δημιουργοῦ χρηματίσασα. Ὥσπερ δὲ συλληφθεὶς παρθένον τὴν συλλαβοῦσαν ἐτήρησεν, οὕτω καὶ τεχθεὶς τὴν αὐτῆς παρθενίαν ἐφύλαξεν ἄτρωτον μόνος διελθὼν δι᾽ αὐτῆς καὶ κεκλεισμένην τηρήσας αὐτήν· δι᾽ ἀκοῆς μὲν ἡ σύλληψις, ἡ δὲ γέννησις διὰ τῆς συνήθους τῶν τικτομένων ἐξόδου, εἰ καί τινες μυθολογοῦσι διὰ τῆς πλευρᾶς αὐτὸν τεχθῆναι τῆς θεομήτορος. Οὐ γὰρ ἀδύνατος ἦν καὶ διὰ τῆς πύλης διελθεῖν καὶ ταύτης μὴ παραβλάψαι τὰ σήμαντρα.
Μένει τοίνυν καὶ μετὰ τόκον παρθένος ἡ ἀειπάρθενος οὐδαμῶς ἀνδρὶ μέχρι θανάτου προσομιλήσασα. Εἰ γὰρ καὶ γέγραπται· «Καὶ οὐκ ἔγνω αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον», ἰστέον ὅτι πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθείς, εἰ καὶ μονογενὴς εἴη· τὸ μὲν γὰρ πρῶτον γεννηθῆναι δηλοῖ, οὐ πάντως δὲ καὶ ἑτέρων συνεμφαίνει γέννησιν. Τὸ δὲ «ἕως» τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει, οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα· φησὶ γὰρ ὁ κύριος· «Καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα», μετὰ τὴν κοινὴν ἀνάστασιν λέγων.
Πῶς γὰρ ἂν θεὸν γεννήσασα καὶ ἐκ τῆς τῶν παρηκολουθηκότων πείρας τὸ θαῦμα γνωρίσασα ἀνδρὸς συνάφειαν κατεδέξατο; Ἄπαγε. Οὐ σωφρονοῦντος λογισμοῦ τὰ τοιαῦτα νοεῖν, μὴ ὅτι καὶ πράττειν. Ἀλλ᾽ αὕτη ἡ μακαρία καὶ τῶν ὑπὲρ φύσιν δωρεῶν ἀξιωθεῖσα τὰς ὠδῖνας, ἃς διέφυγε τίκτουσα, ταύτας ἐν τῷ τοῦ πάθους καιρῷ ὑπέμεινε ὑπὸ τῆς μητρικῆς συμπαθείας τῶν σπλάγχνων τὸν σπαραγμὸν ἀνατλᾶσα καί, ὃν θεὸν ἔγνω διὰ γεννήσεως, τοῦτον ὡς κακοῦργον ἀναιρούμενον βλέπουσα ὡς ῥομφαίᾳ τοῖς λογισμοῖς ἐσπαράττετο· καὶ τοῦτό ἐστι· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Ἀλλὰ μεταβάλλει τὴν λύπην ἡ χαρὰ τῆς ἀναστάσεως θεὸν τὸν σαρκὶ θανόντα κηρύττουσα.
Περὶ τῶν ἁγίων καὶ τῆς τῶν λειψάνων αὐτῶν τιμῆς Τιμητέον τοὺς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους θεοῦ, ὥς φησιν ὁ θεολόγος εὐαγγελιστής· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». «Ὥστε οὐκέτι εἰσὶν δοῦλοι, ἀλλ᾽ υἱοί· εἰ δὲ υἱοί, καὶ κληρονόμοι, κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ». Καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τοῖς ἀποστόλοις φησίν· «Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι ὑμᾶς καλῶ δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε, τί ποιεῖ αὐτοῦ ὁ κύριος». Εἰ δὲ καὶ «βασιλεὺς βασιλέων καὶ κύριος κυριευόντων» καὶ «θεὸς θεῶν» ὁ δημιουργὸς τῶν ἁπάντων καὶ κύριος λέγεται, πάντως οἱ ἅγιοι θεοί τε καὶ κύριοι καὶ βασιλεῖς. Τούτων θεὸς ὁ θεὸς καὶ κύριος καὶ βασιλεύς ἐστι καὶ λέγεται. «Ἐγὼ γάρ εἰμι», φησὶ τῷ Μωσεῖ, «θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ». Καὶ θεὸν Φαραὼ τὸν Μωσῆν ὁ θεὸς ἐποίησεν. Θεοὺς δὲ λέγω καὶ βασιλεῖς καὶ κυρίους οὐ φύσει, ἀλλ᾽ ὡς τῶν παθῶν βασιλεύσαντας καὶ κυριεύσαντας καὶ τὴν τῆς θείας εἰκόνος ὁμοίωσιν, καθ᾽ ἣν καὶ γεγένηνται, ἀπαραχάρακτον φυλάξαντας (βασιλεὺς γὰρ λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών) καὶ ἑνωθέντας θεῷ κατὰ προαίρεσιν καὶ τοῦτον δεξαμένους ἔνοικον καὶ τῇ τούτου μεθέξει γεγονότας χάριτι, ὅπερ αὐτός ἐστι φύσει. Πῶς οὖν οὐ τιμητέον τοὺς θεράποντας καὶ φίλους καὶ υἱοὺς τοῦ θεοῦ χρηματίσαντας;
Ἡ γὰρ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας. Οὗτοι ταμιεῖα θεοῦ καὶ καθαρὰ γεγόνασι καταγώγια· «Ἐνοικήσω γὰρ ἐν αὐτοῖς», ὁ θεός φησι, «καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός».
Ὅτι μὲν οὖν «ψυχαὶ δικαίων ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος», φησὶν ἡ θεία γραφή· ὁ θάνατος γὰρ τῶν ἁγίων ὕπνος μᾶλλόν ἐστι ἢ θάνατος. «Ἐκοπίασαν γὰρ εἰς τὸν αἰῶνα καὶ ζήσονται εἰς τέλος», καί· «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ». Τί οὖν τιμιώτερον τοῦ ἐν χειρὶ εἶναι θεοῦ; Ζωὴ γάρ ἐστιν ὁ θεὸς καὶ φῶς καὶ οἱ ἐν χειρὶ θεοῦ ὄντες ἐν ζωῇ καὶ φωτὶ ὑπάρχουσιν.
Ὅτι δὲ διὰ τοῦ νοῦ τοῖς σώμασιν αὐτῶν ἐνῴκησεν ὁ θεός, φησὶν ὁ ἀπόστολος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐνοικοῦντος ἐν ὑμῖν πνεύματος ἁγίου ἐστίν;» «Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι», καί· «Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός». Πῶς οὖν οὐ τιμητέον τοὺς ἐμψύχους ναοὺς τοῦ θεοῦ, τὰ ἔμψυχα τοῦ θεοῦ σκηνώματα; Οὗτοι ζῶντες ἐν παρρησίᾳ τῷ θεῷ παρεστήκασι.
Πηγὰς ἡμῖν σωτηρίους ὁ δεσπότης Χριστὸς τὰ τῶν ἁγίων παρέσχετο λείψανα πολυτρόπως τὰς εὐεργεσίας πηγάζοντα, μύρον εὐωδίας βρύοντα. Καὶ μηδεὶς ἀπιστείτω. Εἰ γὰρ ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐν ἐρήμῳ, ἐπήγασε βουλομένου θεοῦ καὶ ἐκ σιαγόνος ὄνου τῷ Σαμψὼν διψῶντι, ἐκ μαρτυρικῶν λειψάνων μύρον εὐῶδες ἀναβλύζειν ἄπιστον; Οὐδαμῶς, τοῖς γε εἰδόσι τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν τῶν ἁγίων παρ᾽ αὐτοῦ τιμήν.
Ἐν τῷ νόμῳ πᾶς ὁ νεκροῦ ἁπτόμενος ἀκάθαρτος ἐχρημάτιζεν, ἀλλ᾽ οὐχ οὗτοι νεκροί. Ἀφ᾽ οὗ γὰρ ἡ αὐτοζωή, ὁ τῆς ζωῆς αἴτιος, ἐν νεκροῖς ἐλογίσθη, τοὺς ἐπ᾽ ἐλπίδι ἀναστάσεως καὶ τῇ εἰς αὐτὸν πίστει κοιμηθέντας οὐ νεκροὺς προσαγορεύομεν. Νεκρὸν γὰρ σῶμα πῶς θαυματουργεῖν δύναται; Πῶς οὖν δι᾽ αὐτῶν δαίμονες ἀπελαύνονται, ἀσθενεῖς θεραπεύονται, τυφλοὶ ἀναβλέπουσι, λεπροὶ καθαίρονται, πειρασμοὶ καὶ ἀνίαι λύονται, πᾶσα δόσις ἀγαθὴ ἐκ τοῦ πατρὸς τῶν φώτων δι᾽ αὐτῶν τοῖς ἀδιστάκτῳ πίστει αἰτοῦσι κάτεισι; Πόσα ἂν ἔκαμες, ἵνα προστάτην εὕρῃς θνητῷ σε βασιλεῖ προσάγοντα καὶ ὑπὲρ σοῦ πρὸς αὐτὸν τοὺς λόγους ποιούμενον; Τοὺς οὖν προστάτας τοῦ γένους παντὸς τοὺς τῷ θεῷ ὑπὲρ ἡμῶν τὰς ἐντεύξεις ποιουμένους οὐ τιμητέον; Ναὶ μὴν τιμητέον, ναοὺς ἐγείροντας τῷ θεῷ ἐπὶ τῷ τούτων ὀνόματι, καρποφορίας προσάγοντας, τὰς τούτων μνήμας γεραίροντας καὶ ἐν αὐταῖς εὐφραινομένους πνευματικῶς, ἵνα οἰκεία τῶν συγκαλούντων ἡ εὐφροσύνη γένηται, ἵνα μὴ θεραπεύειν πειρώμενοι τοὔμπαλιν αὐτοὺς παροργίσωμεν. Οἷς μὲν γὰρ θεὸς θεραπεύεται, καὶ οἱ τούτου θεράποντες εὐφρανθήσονται· οἷς δὲ προσοχθίζει θεός, καὶ οἱ τούτου προσοχθιοῦσιν ὑπασπισταί. «Ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς» καὶ κατανύξει καὶ τῶν δεομένων ἐλέῳ τοὺς ἁγίους πιστοὶ θεραπεύσωμεν, οἷς μάλιστα καὶ θεὸς θεραπεύεται.
Στήλας αὐτοῖς ἐγείρωμεν ὁρωμένας τε εἰκόνας καὶ αὐτοὶ ἔμψυχοι στῆλαι καὶ εἰκόνες αὐτῶν τῇ τῶν ἀρετῶν μιμήσει γενώμεθα.
Τὴν θεοτόκον ὡς κυρίως καὶ ἀληθῶς θεοῦ μητέρα τιμήσωμεν· τὸν προφήτην Ἰωάννην ὡς πρόδρομον καὶ βαπτιστὴν ἀπόστολόν τε καὶ μάρτυρα («οὔτε γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου ἐγήγερται», ὡς ὁ κύριος ἔφησε, καὶ τῆς βασιλείας αὐτὸς πρῶτος κῆρυξ γεγένηται)· τοὺς ἀποστόλους ὡς ἀδελφοὺς τοῦ κυρίου καὶ αὐτόπτας καὶ ὑπηρέτας τῶν αὐτοῦ παθημάτων, οὓς «προγνοὺς καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ» ὁ θεὸς καὶ πατήρ· «πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους»· τούς τε τοῦ κυρίου μάρτυρας ἐκ παντὸς τάγματος ἐκλελεγμένους ὡς στρατιώτας Χριστοῦ καὶ τὸ αὐτοῦ πεπωκότας ποτήριον τό τε τοῦ ζωοποιοῦ αὐτοῦ θανάτου βαπτισθέντας βάπτισμα ὡς κοινωνοὺς τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης, ὧν ταξίαρχος ὁ πρωτοδιάκονος Χριστοῦ καὶ ἀπόστολος καὶ πρωτομάρτυς Στέφανος· καὶ τοὺς ὁσίους πατέρας ἡμῶν τοὺς θεοφόρους ἀσκητὰς τοὺς τὸ χρονιώτερον καὶ ἐπιπονώτερον μαρτύριον τῆς συνειδήσεως διαθλήσαντας, οἱ «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος»· τοὺς πρὸ τῆς χάριτος προφήτας, πατριάρχας, δικαίους τοὺς προκατηγγελκότας τὴν τοῦ κυρίου παρουσίαν.
Τούτων πάντων ἀναθεωροῦντες τὴν πολιτείαν ζηλώσωμεν τὴν πίστιν, τὴν ἀγάπην, τὴν ἐλπίδα, τὸν ζῆλον, τὸν βίον, τὴν καρτερίαν τῶν παθημάτων, τὴν ὑπομονὴν μέχρις αἵματος, ἵνα καὶ τῶν τῆς δόξης στεφάνων αὐτοῖς κοινωνήσωμεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.