Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων δὲ κρατῆτε, κεκράτηνται.» Καὶ πάλιν· «Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ αὖθις· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Καὶ ἀλλαχοῦ· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ, φησὶν ὁ Κύριος, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί. Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσι τετελεσμένοι εἰς ἓν, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας· καὶ ἵνα ὁποῦ εἰμι ἐγὼ, κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι.» Καὶ ὁ θεσπέσιος ἀπόστολος Πέτρος φησί· «Δοὺς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς, ὡς καὶ ἡμῖν,» καὶ τὴν ἴσην δωρεὰν δέδωκεν ὁ Θεὸς τοῖς ἔθνεσι, καθὼς καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον.