Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἐπιστολὴ πρὸς Θεόφιλον βασιλέα περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Η αναζωπύρωση της εικονομαχίας, οι μαντείες και η αντίσταση του πατριάρχου Νικηφόρου

Η άνοδος του Λέοντος στην εξουσία μέσω προφητειών και μάγων, η προσπάθεια επιβολής της αίρεσης, η σθεναρή αντίδραση του πατριάρχου Νικηφόρου, η συνοδική καταδίκη του Αντωνίου Σιλαίου και οι νέοι διωγμοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 6 από 8

Καὶ τούτων μὲν ἦσαν αἱ μορφαὶ κινούμεναι, ὥστε γινώσκειν ἑκάστου τὸν σχηματισμόν· ἀλλά γε ἑαυτῇ ἡ ἐγγαστρίμυθος ὑπὸ τοῦ ἐν αὐτῇ προσφωνοῦντος πνεύματος Πύθωνος ἐναερίου, τὴν τῶν βασιλέων ταχεῖαν ἀναδοχὴν τερατεύεται· καὶ δὴ ὁ φιλόχριστος βασιλεὺς τὸ ἐβδελυγμένον τοῦτο γύναιον παραδίδωσιν εἰς φρουρὰν ἀσφαλῆ ἑνὶ τῶν οἰκείων αὐτοῦ καὶ μυστικῶν αὐτοῦ θεραπόντων. Καὶ δή τις τῶν ἀφανῶν καὶ εὐτελῶν τῆς πόλεως τοὔνομα Ἰωάννης, Ἀναγνωστικῷ βαθμῷ τῇ εὐαγεῖ μονῇ τῆς ἁγίας Θεοτόκου τῶν λεγομένων Ὁδηγῶν σχολάζων, παῤῥησιασάμενος τῇ ἐγγαστριμύθῳ, μυεῖται αὐτῷ τὴν τῶν ἐσομένων πρόγνωσιν, τήν τε τοῦ βασιλέως ἐναλλαγὴν, καὶ τοῦ διαδόχου τῆς βασιλείας ἀποκατάστασιν, μεγάλην τε καὶ ὑπερφυῆ καὶ τριάκοντα χρόνους ἐν εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ διαβιῶναι, εἰ ἄρα γε τὴν τῶν ἱερῶν εἰκόνων καθαίρεσιν τέλεον ποιήσας, τὸ μνημόσυνον αὐτῶν παντάπασιν ἐξαφανίσειε. Λέων δὲ ἔσται τὸ ὄνομα αὐτοῦ, ἐξ Ἀρμενίων ἀγχιστείας καταγόμενος· καὶ δὴ, φησὶ, χρησμῳδεῖ, καὶ τὸν συμμύστην Ἰωάννην, μεγίστης ἀξιωθήσεσθαι τιμῆς παρ᾽ αὐτοῦ τοῦ Λέοντος, καὶ ὑψωθήσεσθαι, καὶ μετεωρισθήσεσθαι σφόδρα σφόδρα ὑπεράνω πάσης ἀρχῆς, ὡς οὐδεὶς ἄλλος τῶν κατ᾽ αὐτὸν προβεβηκότων.

ιζʹ. Καὶ δὴ Λέοντος πατρικίου καὶ στρατηγοῦ τῆς τῶν Ἀνατολικῶν ὑπαρχίας, ἔνδον αὐτοῦ ὄντος ἐν τῇ εὐδαίμονι, Νικηφόρος τις ὁ παρωνύμως Κιννάριος λεγόμενος, μυεῖται τῷ Λέοντι τὰ τῆς ἐγγαστριμύθου μαντεύματα· καὶ ἄλλος δέ τις τῶν κυκλαρίων ψευδερημιτῶν ψευδολογίαις καὶ μαντεύμασι τὸν ἀπειρόκακον λαὸν διαχλευάζων, διὰ τοῦ αὐτοῦ Νικηφόρου εἰσάγεται τῷ Λέοντι πατρικίῳ· καὶ οὗτος μυεῖται αὐτῷ τὰ παραπλήσια καὶ ἐφάμιλλα τῆς ἐγγαστριμύθου τερατεύματα. Ὁ δὲ φιλόκοσμος ἀνὴρ διαπύρῳ διαθέσεως καρδίᾳ, ταῦτα μεθ᾽ ὅρκου ποιεῖν ἀμεταθέτου ἐβεβαιώσατο, ἔχων ἐγκάρδιον ἐγκεκρυμμένον τῆς ἀσεβείας τὸν σπινθῆρα.

ιηʹ. Καὶ δὴ τοῦ Λέοντος τὰ βασίλεια σκῆπτρα κεκρατηκότος, περισσότερος ζηλωτὴς καὶ μιμητὴς γίνεται τῶν προβεβηκότων δυσσεβῶν ἀνάκτων, Λέοντος καὶ Κωνσταντίνου τῆς τῶν Ἰσαύρων ἀγχιστείας γεγονότων, καὶ πολυχρονίοις ἔτεσιν ἐν τῇ βασιλείᾳ διαρκεσάντων, πολέμων δὲ ἀνδραγαθήμασι, καὶ πολεμίων βαρβάρων θράσος καταβαλόντων, ἐν εὐθηνίαις τε καὶ εὐημερίαις βεβιωκότων· καὶ δὴ ἤρξατο ἐξερευνῶν ἐξερευνήσεις, μαντείας τινὰς καὶ μαθηματικοὺς ἀστρολόγους, τοιαῦτα αὐτῷ χρησμῳδεῖσθαι.

Καὶ προσκαλεσάμενος Βασίλειόν τινα χαρτουλάριον τῆς λεγομένης Ἐξαρτήσεως, θαῤῥεῖ αὐτῷ τὰ τοῦ πράγματος. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς, ὡς δοῦλος ὑπήκοος ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται· καὶ δὴ εὑρών τινα ἄνδρα τῶν ἐπιχωρίων τῆς Σαλαμβρίας ὧδε κἀκεῖσε πλανώμενον, ἐν καπηλίοις καὶ κυκλεύμασι, μαντείαις τε καὶ οἰωνίσμασι, καὶ μέλλων τῶν βασιλέων πρόγνωσιν μυεῖσθαι, Σαββάτιον οὕτω λεγόμενον, ὑποτίθεται αὐτῷ πάντα τὰ καταθύμια τῷ βασιλεῖ χαρίσασθαι. Καὶ δὴ περιβαλὼν ἑαυτῷ ὁ Σαββάτιος ἅλυσιν μεγίστην τῷ τραχήλῳ, καὶ σιδηροπέδαις ἑαυτὸν περισφίγξας, περικλείει ἑαυτὸν ἐν τοῖς τοῦ Δαγιστέως μεγάλου λούτρου τῶν καμίνων κούφοις. Καὶ δὴ ὁ Βασίλειος τὰ βασίλεια καταθύμια τάχιον ἐκπληρῶν, προσαγηόχει αὐτὸν τῷ μάντει τῆς Πύθωνος. Νὺξ δὲ βαθεῖα ἦν, καὶ σκότος ψηλαφητόν· καὶ ἰδοὺ καὶ ὑπὸ στρατοπέδων δορυφόρων φρουρούμενος βασιλεὺς, μεμονωμένος, γυμνὸς καὶ ἄοπλος σὺν τῷ Βασιλείῳ παραγίνεται ἐν ὑπογείοις καὶ καταχθονίοις ἀμειδέσι τόποις, ὥς ποτε Ἰουλιανὸς ὁ παραβάτης, ὑπὸ τοῦ μαθηματικοῦ Ἑβραίου τῷ διαβόλῳ σπονδιζόμενος. Ὢ πῶς ἀπώλετο ἡ σοφία τῶν σοφῶν! ὢ πῶς ἠθέτηται ἡ σύνεσις τῶν συνετῶν! ὢ πῶς οἱ θέλοντες εἶναι σοφοὶ ἐμωράνθησαν! Τί οὖν ὁ μέγας καὶ ἔνδοξος, καὶ φοβερὸς βασιλεύς;

Προσκυλινδεῖται τοῖς ποσὶ τοῦ Πύθωνος· χρησμῳδοτίας αἰτεῖται, ὥσπερ ὁ Ἀλέξανδρός ποτε μετὰ Κανδαύλου συμψύχου αὐτοῦ εἰσελθὼν εἰς τὸν Σέραπιν, ὥστε μαθεῖν τὰ ἀποβησόμενα, καὶ ὁρᾷ τινας ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ἀνακειμένους, ἕνα δὲ λέγοντα αὐτῷ, Χαίροις Ἀλέξανδρε· οἶδάς με τίς εἰμι; Ὁ δέ· Πῶς, κύριε;

Ὁ δὲ μάγος· Ἐγώ εἰμι Σεσοὺχ ὁ σεισμοκράτωρ βασιλεύς· οὐ τοσοῦτον δ᾽ εὐτύχησα, ὅσον σύ· καὶ σχεῖς ὄνομα ἀθάνατον. Ὁ δέ· Πῶς κύριε; Ὁ δὲ λέγει· Εἴσελθε ἔνδον, ἵνα θεάσῃ τὸν προστάτην· Εἰσέρχεται Ἀλέξανδρος ἔνδον· ὁρᾷ ὁμίχλην πυραυγῆ, καὶ καθεζόμενον ἐπὶ θρόνου, ὅν ποτε εἶδεν ἐν Ῥακούντιδι προσκυνούμενον βροτοῖς Σέραπιν. Εἶπε δὲ ὁ Ἀλέξανδρος· Κύριε, πόσα ἔτη ζήσομαι; Εἶπε δὲ ὁ Σέραπις· καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι πότε μέλλει τελευτᾷν· προσδεχόμενος ἐκείνην τὴν ἡμέραν, ἀφ᾽ ἡμέρας ἔμαθεν, ἐτελεύτησε· τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν, τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷν.

ιθʹ. Εἶτά φησιν ὁ πολυπράγμων βασιλεὺς τῷ προγνώστῃ καὶ μάντει· Τί ποιήσω, καὶ τί πράξω, ὅπως ἐν εὐζωΐᾳ καὶ εὐημερίᾳ καὶ τροπαιοφόρῳ νίκῃ διαβιῶναί με τὸν ἅπαντά μου χρόνον; Καί φησι πρὸς αὐτὸν ὁ Σαββάτιος· Σὺ μὲν, ὦ βασιλεῦ, ηὐτύχησας, καὶ ὀνομαστὸς ἔσῃ ἐν βασιλεῦσι τῆς γῆς. Εἰ δὲ θέλεις ζωὴν, καὶ ἀγαπᾷς ἡμέρας ἰδεῖν ἀγαθὰς, καὶ κυριεῦσαι ἐθνῶν καὶ βαρβάρων, πᾶσαν τὴν τῶν εἰκόνων ἐξαφάνισον μνήμην τέλεον. Καὶ ἰδοὺ μέλλεις ἐν ὅλοις τριακονταδύο χρόνοις μετὰ τοῦ υἱοῦ σου κυρίου Κωνσταντίνου ἄρχειν καὶ βασιλεύειν, καὶ τοὺς Βουλγάρους καθυποτάξεις, καὶ πήξεις τὴν ῥομφαίαν σου μέσον τῆς Βουλγαρίας, εἰς τὴν χαλκῆν ἅλωνα τῆς αὐλῆς αὐτῶν. Ἀλλ᾽ ὅπερ ποιεῖς, ποίησον τάχιον· μήτε ἄνω ἀφίῃς εἰκόνα, μήτε κάτω.

κʹ. Περιχαρὴς οὖν γενόμενος ὁ βασιλεὺς, τὰ προσταχθέντα ἀνενδυάστως ἐκπληρῶσαι ἐσπούδαζε, μήπως ἡ τῶν λʹ χρόνων ὁροθεσία ὥσπερ ὄρνεον ἐκπετασθὲν, ἐκ τῶν χειρῶν αὐτοῦ διαδράσῃ. Προσκαλεῖται οὖν τὸν προῤῥηθέντα ἀναγνώστην Ἰωάννην, καὶ ἀνατίθεται αὐτῷ τὰ τῆς σκήψεως· ὁ δὲ ἑτοιμότατα φοβηθεὶς τὴν τοῦ βασιλέως κέλευσιν, ποιεῖν τὸ κελευσθὲν ἐπαγγέλλεται. Καὶ δὴ βασιλικῇ χειρὶ τὰς βίβλους πάσας τῶν μοναστηρίων περιαθροίσας, καὶ ἀνερευνήσας τὰς τῶν εἰδώλων ἀπαγορεύσεις, ταύτας προσέῤῥαψαν τῇ σεβασμίᾳ εἰκόνι τοῦ Χριστοῦ· ὡς γὰρ τὸν Βὴλ καὶ Δαγὼν τὸν Χριστὸν λογιζόμενοι, τούτου καὶ σεπτὰς εἰκόνας κατέκαυσαν. Καὶ δὴ οὐκ ἀναπέπαυται ὁ ἐπισπουδαστὴς βασιλεὺς, ἀλλὰ προσκαλεσάμενος τὸν ἁγιώτατον Νικηφόρον τὸν πατριάρχην, δείκνυσιν αὐτῷ τὰ συλλεγέντα παρὰ τοῦ Ἰωάννου πιττάκια, καὶ μυθικὰ λογίδρια ὡς μειρακίσκων ἀθύρματα. Ὁ δὲ ἁγιώτατος καὶ σοφὸς τῆς Ἐκκλησίας διδάσκαλος, ὥσπερ ἱστὸν ἀράχνης ταῦτα διέλυσε, καὶ τέως μὲν ὁ βασιλεὺς εὐλαβηθεὶς, ἀνακωχὴν ποιεῖται τοῦ σκέμματος. Ὁ δὲ Ἰωάννης δεδιὼς τὸν ἀπὸ τοῦ πατριάρχου ἀφορισμὸν, συμβεβηκυίᾳ δὲ νόσῳ περιτρυχωθεὶς, ἠμελημένην μετάνοιαν ἐξαιτεῖται παρὰ τοῦ πατριάρχου· συγγνώμην αἰτῶν τῆς προπετείας, καὶ τῇ μοναδικῇ προσδραμεῖται μετανοίᾳ· ὅπερ καὶ γέγονεν.

Ὁ δὲ βασιλεὺς ἐν ἀπορίᾳ καὶ ἀστοχίᾳ τῶν ἀγωνισμάτων γενόμενος, διενοεῖτο τίνα ἄρα εὑρήσειε συνεργόν· μηνύεται δὲ αὐτῷ τὰ περὶ τοῦ μητροπολίτου Ἀντωνίου ὄντι ἐν τῷ Σιλαίῳ· ὁ δὲ τάχιστα αὐτὸν κελεύει τὰ βασίλεια προσφθάνειν.

καʹ. Καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· Συναγώνισαι ἡμῖν, ὦ μητροπολῖτα, εἰς ὃ βουλόμεθα, καὶ πρόεδρόν σε καταστήσω τοῦ πατριαρχικοῦ θρόνου. Ὁ δὲ ἑτοιμότατα τὰ προσταχθέντα ποιεῖν ἐπαγγέλλεται. Γνοὺς δὲ ὁ ἁγιώτατος πατριάρχης Νικηφόρος, προσκαλεσάμενος αὐτὸν, εἶπεν, εἰ ταῦτα οὕτως ἔχει. Ὁ δέ φησι· Μὴ γένοιτο ἡμῖν, ὦ δέσποτα, τοῦτο, μηδέ τι πρᾶξαι· ἀλλὰ καὶ πρὸς πλείονα πληροφορίαν, τοὺς ἰδιοχείρους μου σταυροὺς ὑπογράφω, τῷ τῆς ὀρθοδοξίας λιβέλλῳ ἑπόμενος. Ὅπερ καὶ τάχιον κατὰ παρουσίαν τῶν συνευρεθέντων ἁγιωτάτων μητροπολιτῶν πεποίηκεν, καθὼς καὶ ἐν χειροτονίᾳ αὐτοῦ ταῦτα ὑπέγραψεν· «Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, Ἀντώνιος ἐλέει Θεοῦ μητροπολίτης Σιλαίου, χειρὶ ἐμῇ ὑπέγραψα· Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας ἀσπαζόμεθα εἰκόνας. Οἱ μὴ οὕτω φρονοῦντες ἀνάθεμα ἔστωσαν. Οἱ μὴ οὕτω πιστεύοντες πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν.

Αὕτη ἡ πίστις τῶν ἁγίων· αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐφώτισε. Οἱ οὖν τολμῶντες μετὰ ταῦτα ἀνατρέπειν τι τῶν ἐνθέσμων τῇ Ἐκκλησίᾳ παραδεδομένων, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ σταυροῦ ἐκτύπωμα, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρείσθωσαν· εἰ δὲ μοναχοὶ ἢ λαϊκοὶ, ἀναθεματιζέσθωσαν.» Ὁ δὲ ταῦτα ἐπισφραγισάμενος, ἐξῄει τοῦ εὐαγοῦς πατριαρχείου. Ὁ δὲ βασιλεὺς ταῦτα πυθόμενος, ἔφησεν ὁ Ἀντώνιος· «Ἐχλευάσαμεν αὐτοὺς, ὦ δέσποτα.» Ὢ τοῦ νέου Μανιχαίου καὶ Περσόφρονος! ὢ τῆς ἀνοίας! ὢ τῆς φρενοβλαβείας! ἐν Χριστιανοῖς Χριστιανίζει· ἐν Ἰουδαίοις Ἰουδαΐζει. Καὶ δὴ προκαθεσθέντες οἱ δύο, Ἰωάννης καὶ Ἀντώνιος, ἐκέρασαν τὸν κρατέρα τῶν αἱρετικῶν πεφαρμακευμένον οἶνον· καὶ δὴ Γραφὰς θεοπνεύστους καὶ ὠφελίμους στρεβλοῦσι κατὰ τὰς ἰδίας ἐπιθυμίας, προβαλλόμενοι ἐπιπλάστους καὶ ψυχοφθόρους διδασκαλίας, εἰδωλά τε τὰς σεβασμίους εἰκόνας βατταρίζοντες.

κβʹ. Ὁ οὖν μέγας ἀρχιερεὺς Νικηφόρος ὁ θεοφάντωρ σύνοδον ἁγίων Πατέρων συναθροίσας τὸν ἀριθμὸν σοʹ, καὶ πάντων τὰς ἱερατικὰς στολὰς ἀμπεχομένων ἐν τῇ μεγάλῃ Σοφίᾳ, τῆς τε πληθύος τῶν ἱερέων καὶ τῶν μοναχῶν τῆς βασιλίδος πόλεως ὁμοῦ συναθροισθέντων, ἀνελθὼν ὁ ἁγιώτατος πατριάρχης ἐν τῷ ἄμβωνι, ἀνεθεμάτισε τὸν αἱρεσιάρχην, τάδε ἀναβοῶν· «Ἀντώνιος τοῦ νέου Ἀρείου, παραπλήσιον Παυλικιανῶν, ἀνάθεμα.» Ὁ λαὸς, «Ἀνάθεμα.» Ὁ ἁγιώτατος πατριάρχης φησίν· «Ἀντώνιος ὁ νέος Ἄρειος δεδεμένος ἐστὶν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι, καὶ ἐπὶ τῆς γῆς, ἐκ τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἐκ τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου, ἐκ τῶν δώδεκα ἀποστόλων, ἐκ τῶν τριακοσίων δεκαοκτὼ Πατέρων, ἐκ τῶν ἁγίων μεγάλων καὶ οἰκουμενικῶν συνόδων, καὶ ἀποστολικῶν θρόνων, καὶ παρ᾽ ἐμοῦ τοῦ χειροτονήσαντος αὐτόν· καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες· ὡς Χριστομάχος, ὡς παραβάτης τῶν ἰδιοχείρων σταυρῶν, ὡς ἀποστάτης τῆς ὀρθοδόξου πίστεως, ὡς εἰκονοκλάστης, ὡς εἰδωλολάτρης, ὡς Χριστιανοκατήγορος, ὡς Χριστιανοδιώκτης, ὡς ἱεροκτόνος· τῶν ἱερέων τὸ μῦσος, τῶν πατριαρχῶν ὁ ἐξάγιστος, τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἡ πρώτη ἀποστασία, ὁ πρόδρομος τοῦ Ἀντιχρίστου, ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀποκαλυφθεὶς ἐν τῷ ἐνεστῶτι καιρῷ.»

Ταῦτα τὰ ἐγκώμια τοῦ ἐλεεινοῦ Ἀντωνίου.

κγʹ. Τί οὖν ὁ συνεργὸς καὶ συμμέτοχος αὐτοῦ ὁ φερώνυμος πρόδρομος τοῦ Ἀντιχρίστου, οὗ ἐκ τοῦ σώματος ἐκπορεύεται τῆς βλασφημίας κλίβανος πυρός· ὁ ψευδομάντις Βαλαὰμ, ὁ τῆς ἐγγαστριμύθου μύστης; οἱ δύο τῆς ἐναντίας μοίρας ἑκατόνταρχοι, οἱ νέοι Φαραωνιτικοὶ καὶ ἐπαοιδοὶ Ἰαννὴς καὶ Ἰαμβρὴς οἱ μαθηματικοί; τί οὖν ὁ λεόντειον εἶδος ἔχων, λεόντεια βρυχόμενος κατὰ τῆς Ἐκκλησίας; Μιμεῖται τὸν ἀρχηγέτην Λέοντα τῆς αἱρέσεως ταύτης, καὶ ὥσπερ ἐκεῖνος τὸν θεσπέσιον Γερμανὸν, καὶ οὗτος τὸν ἀοίδιμον καὶ ἁγιώτατον Νικηφόρον τοῦ πατριαρχικοῦ θρόνου ἐξωστράκισε, καὶ πάντας τοὺς κατ᾽ αὐτὸν ἁγιωτάτους ἀρχιερεῖς, καὶ μονάζοντας, βασάνοις καὶ ἐξορίαις κατεδίκασε. Τί οὖν; ἐξάγεται Ἰακὼβ ὁ ἠγαπημένος, ἀντεισάγεται Ἡσαῦ ὁ μεμισημένος καὶ πρὸ γενέσεως. Ἀναβαίνουσιν ἀλλαχόθεν οἱ κλέπται καὶ λῃσταὶ εἰς τὴν αὐλὴν τῆς Ἐκκλησίας. Βεβεβήλωται τὸ ἅγιον θυσιαστήριον. Πάλιν οἱ Ἰουδαῖοι χαίρουσι· πάλιν ἀλαλάζουσι μέγα κροτοῦντες τὰς χεῖρας· πάλιν βρενθύουσι καὶ γεγάννυνται κατὰ τοῦ Ναζωραίου Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐσταύρωσαν, ταῦτα δρώμενα βλέποντες· πάλιν Μωντανισταὶ χώραν ἔλαβον κδʹ. Τί οὖν Λέων, μέγα ὡς ἐκ δρυμοῦ ὠρυόμενος καὶ μυκώμενος κατὰ τῆς Ἐκκλησίας καὶ κατὰ τοῦ Χριστοῦ, αὐτὸς ταραχῶν καὶ σκανδάλων τὴν εὐδαίμονα πόλιν ἐμπίπλησιν, οἰμωγαί τε καὶ θρῆνοι καὶ δάκρυα καὶ στεναγμοὶ πανταχόθεν διέτρεχον.

Διπλοῦς γὰρ ἦν ὁ θάνατος, ψυχῶν τε καὶ σωμάτων· καὶ δὴ τὸν φύλακα καὶ φρουράρχην τῆς αὐτοῦ βασιλείας ἐπαύσατο, εἰπών· Ἀπόστα ἀπ᾽ ἐμοῦ, Ἰησοῦ βασιλεῦ· ὁδούς σου οὐ βουλόμεθα εἰδέναι. Καὶ τούτου τὸν σεβάσμιον χαρακτῆρα τὸν ὄντα ἐν τῇ Χαλκῇ, λίθοις καὶ κόπροις καὶ πηλώδεσι μάζαις, ἐμπτύοντες εἰς τὸ πρόσωπον αὐτοῦ, προσέῤῥιπτον, διαῤῥήξαντες αὐτὸν εἰς τοὔδαφος. Ἰουδαίοις μέν ποτε λίθοις αὐτὸν ὑπέβαλον, Σαμαρείτην καὶ δαιμονῶντα αὐτὸν ἀποκαλοῦντες, αὐτὸς δὲ διὰ μέσου αὐτῶν ἐπορεύετο· οὗτοι δὲ χείρονα τούτων ἔδρασαν. Ὄντως «ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομα αὐτοῦ.» Καὶ γὰρ αὐτὸς ὁ Κύριος τὴν τοῦ Καίσαρος Τιβερίου εἰκόνα ἐν χερσὶ κρατήσας, καὶ εἰρηκὼς,» Τίνος ἡ εἰκὼν καὶ ἐπιγραφὴ αὕτη;» οὐκ ἐνύβρισεν, ἀλλὰ καὶ τὴν ὀφειλὴν ἀπέδωκεν ὡς Καίσαρι, καὶ τὸν κῆνσον ἐτέλεσεν. Ὦ λαὸς ἄνομος, μωρὸς καὶ ἀσύνετος, ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; ἀλλ᾽ οἷα πάσχει καὶ νῦν ὁ Λόγος, παρὰ μὲν ἀσεβούντων βλασφημούμενος, καὶ ἀνέχεται τὰ τῆς ὕβρεως· μακρόθυμος γάρ· παρὰ δὲ τῶν εὐσεβῶν εὐφημούμενος, καὶ ἀναβάλλεται τὰ τῆς μακροθυμίας, τοῖς μὲν ἴσως καιρὸν διδοὺς μετανοίας, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσιν, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι.

Καὶ μὲν δὴ τούτων πλείονα καὶ θρήνων ἄξια, «δι᾽ ἃ ἦλθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τὸν λαὸν τῆς ἀπειθείας,» ὡς ἀνωτέρω δεδήλωται, καὶ πᾶσιν ἡμῖν πρόδηλα γεγόνασι· λιμοὶ, λοιμοὶ, σεισμοὶ, καταποντισμοὶ, θάνατοι ἐξαίσιοι, πόλεμοι ἐμφύλιοι, ἐθνῶν ἐπαναστάσεις, ἐμπρησμοὶ ἐκκλησιῶν, ἐρημώσεις χωρῶν καὶ πόλεων, αἰχμαλωσίαι λαῶν ὡσεὶ πρόβατα εἰς σφαγὴν πορευόμενα, μέχρις Αἰθιόπων, καὶ Ἰνδῶν, καὶ εἰς Ἀνατολὰς γῆς δοῦλοι καὶ αἰχμάλωτοι, νεάνιδες καὶ παρθένοι, πρεσβύτεροι μετὰ τῶν νεωτέρων· καὶ πᾶσα ἡλικία ἄρδην συντετέλεσται. «Οἱ γὰρ πατέρες, φησὶ, φάγουσι τὸν ὄμφακα, καὶ τὰ τέκνων ὠμοδιάσουσι.» Καὶ πάλιν. «Ἐγὼ, φησὶ Κύριος, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τὰ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.» κεʹ. Ἐπεὶ δὲ ἡ θεία τῆς παντοκρατορικῆς δεξιᾶς τοῦ Ὑψίστου μάχαιρα τοῦτον διεχειρίσατο, καὶ ὡς θῆρα μέγαν εἰς τὴν γαλεάγραν αὐτοῦ ἐνέβαλε, καθὼς καὶ ὁ προφήτης λέγει, «Ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους, λοιμοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου· καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε· καὶ ἀποθάνῃ θανάτῳ θαυματιῶν ἐν καρδίᾳ θαλάσσης· μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ ἐνώπιον τῶν ἀναιρούντων σε;

Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» —«Ὑποκάτω σου στρώσουσί σοι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Οἱ ἰδόντες σε, θαυμάσονται ἐπὶ σὲ, καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον.

Τὰς δὲ πόλεις αὐτοῦ καθεῖλε, καὶ τοὺς ἐν ἀπαγωγῇ σου ἔλυσε· πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν ἐκκεκεντημένων καὶ τεθνηκότων μαχαίραις, καταβαινόντων εἰς ᾅδην.» Ἵνα γνῶσι πάντες, ὅτι Κύριος κραταιὸς καὶ ἰσχυρὸς βασιλεὺς, διαλλάσσων βασιλεῖς γῆς· παρ᾽ αὐτῷ σοφία καὶ δύναμις· παρ᾽ αὐτῷ κράτος καὶ ἰσχὺς, ποιῶν ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείρων, καθιζάνων βασιλεῖς ἐπὶ θρόνων· διαλλάσσων βασιλεῖς, καὶ καρδίας ἀρχόντων γῆς.