Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἐπιστολὴ πρὸς Θεόφιλον βασιλέα περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Θεολογία της προσκυνήσεως, συνοδική ομολογία και αναθεματισμοί

Σύνθεση της πατερικής διδασκαλίας για τη μετάβαση της τιμής στο πρωτότυπο, επικύρωση της ορθόδοξης ομολογίας με αναθεματισμούς κατά των αιρετικών και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 8 από 8

Πρὸς δὲ περισσοτέραν πληροφορίαν καὶ ἀσφαλεστέραν βεβαίωσιν τῆς ὀρθοδόξου πίστεως, καθὼς καὶ ἐξ ἀρχῆς καὶ ἄνωθεν μέχρι τῆς δεῦρο ἡ καθαρὰ καὶ ἄμωμος Χριστιανικωτάτη εὐσέβεια, κατὰ τὰς ἀποστολικὰς καὶ θεοκηρύκτους παραδόσεις ἐν πάσαις ταῖς Ἐκκλησίαις θεοπρεπῶς καὶ εὐσχημόνως καὶ εὐπαρέδρως Κυρίῳ, ἡ τῶν σεπτῶν καὶ σεβασμίων εἰκόνων εὐκοσμία διαλάμπει ἐν ἱστορίαις καὶ μουσουργήμασιν, ἐν τοίχοις καὶ πίναξι καὶ ἱεροῖς σκεύεσι, τιμῇ καὶ σεβασμιότητι ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῶν θεολέκτων Εὐαγγελίων κατασπαζόμεθα· τὸ σέβας καὶ τιμὴν τοῖς πρωτοτύποις ἀπονέμοντες κατὰ τὸν μέγαν Βασίλειον· ὅτι ἡ τοῦ εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει .....

Πόσῳ μᾶλλον χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν δεσποτικὸν Χριστοῦ χαρακτῆρα τοῦ καὶ τὸν σταυρὸν ἁγιάσαντος ἀθετῶν, ἢ ἀπαναινόμενος; ὡς τέλειος ἀποστάτης, καὶ ἀλλότριος τῆς Χριστιανικῆς προσηγορίας, ἔνοχος καὶ ὑπόδικος ἔσται αἰωνίου κατακρίσεως.

Διὸ δὴ πρὸς ἀπόδειξιν καὶ βεβαίωσιν τῶν παρ᾽ ἡμῖν δεδογματισμένων θεοπνεύστων λόγων, καὶ τὸν σεβάσμιον χαρακτῆρα τῆς παναγίας θεομήτορος Μαρίας, καὶ τοῦ ἐξ αὐτῆς σαρκωθέντος καὶ νηπιάσαντος Θεοῦ Λόγου, ὡς καύχημα πίστεως καὶ στέφανον κάλλους, καὶ σκῆπτρον βασιλικὸν ἐν τῷ κεφαλαίῳ τῆς ἡμετέρας ὁμολογίας τοῦ θεοκυρώτου τῆς ὀρθοδοξίας ἀκραιφνεστάτου τόμου ἐνετυπώσαμεν, δεικνύντες πρὸς τὴν θεοφόρον ὑμῶν θεοδίδακτον βασιλείαν, τὸ ἔνθεον καὶ οὐράνιον φρόνημα τῆς ὀρθοδόξου πίστεως πάσης ἀνατολικῆς διοικήσεως, κατὰ τὸν θεῖον λόγον· «Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τὸ δέχεσθαι.» λαʹ. Ἑπόμενοι τῷ ὅρῳ τῶν θεοφόρων Πατέρων τοιάδε πεφρονηκότων καὶ θεσπισάντων κατὰ τὰς ἀποστολικὰς παραδόσεις καὶ τὰ ἀρχαῖα ἔθη τῶν Ἐκκλησιῶν, οὕτως πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτως ὁμολογοῦντες, πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν.

Αὕτη ἡ πίστις τῶν ἀποστόλων· αὕτη ἡ πίστις τὴν Ἐκκλησίαν ἐφώτισε· τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐνθέσμως τῇ Ἐκκλησίᾳ παραδεδομένων, ἢ σταυροῦ ἐκτύπωσιν, ἢ εἰκονικὴν ἀναζωγράφησιν, ἢ ἀλλοτιοῦν τῶν ὄντων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ παραδεδομένων κατὰ τὰ ἀρχαῖα ἔθη τῶν Πατέρων καὶ τῶν εὐσεβῶν καὶ πιστῶν βασιλέων, εἰ μὲν ἱερεῖς εἰσι, παντάπασι καθαιρέσει ὑποβάλλεσθαι καὶ ἀναθεματίζεσθαι, εἰ δὲ μονάζοντες καὶ λαϊκοί εἰσι, τῷ αὐτῷ ἀναθέματι κατακρίνεσθαι, καὶ τῆς θείας κοινωνίας ἀφορίζεσθαι.

Ταῦτα ὁρίζομεν τῇ κελεύσει καὶ αὐθεντίᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔθετο πρόσταγμα, καὶ οὐ παρελεύσεται· τοῦ κλείσαντος τὴν ἄβυσσον, καὶ σφραγισαμένου αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ· εὐλαβείσθω πᾶσα ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ὅτι φοβερός ἐστι, καὶ τίς ἀντιστήσεται αὐτῷ; καὶ, «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·» ὅτι πᾶσα ἡ πνοὴ καὶ κτίσις ἐν τῇ χειρὶ αὐτοῦ περιείληπται, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία αὐτοῦ ἐν πάσῃ γενεᾷ. Δόξα τῇ παναγίᾳ Τριάδι τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.