Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Ἐπιστολὴ πρὸς Θεόφιλον βασιλέα περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων

Ἰωάννης ὁ Δαμασκηνός

Ανασκόπηση παλαιότερων αιρέσεων, διωγμών και θείων τιμωριών

Ιστορική αναφορά στους παλαιότερους διωγμούς και τις αιρέσεις, όπως ο Αρειανισμός, ο Νεστοριανισμός και ο Μονοθελητισμός, καθώς και παραδείγματα παραδειγματικής τιμωρίας των υβριστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 3 από 8

ϛʹ. Ποτὲ γάρ τινος καταφρονητικῶς λίθον διάραντος ἐν τῇ τοῦ Σωτῆρος εἰκόνι, εὐθὺς περιστερὰ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελθοῦσα, κόραξ ἀντεισάγεται· προδήλως ἀντὶ τοῦ ἁγίου Πνεύματος ὁ ἐζοφωμένος διάβολος κατοικιζόμενος, καὶ ἀντὶ φωτὸς μελανεμβαφὲς σκότος ὑποδυόμενος. Καὶ ἄλλος γὰρ ἐν Ἀλεξανδρείᾳ τῇ πόλει ὕπαρχος τῇ τάξει, τὴν ἐν τῷ προαυλίῳ τῆς Μεγάλης ἐκκλησίας ἁγίαν τῆς Θεομήτορος εἰκόνα περιερχόμενος πολλάκις φενακίζων καὶ διαμωκίζων, ἐν μιᾷ ὀφθεῖσα αὐτῷ ἔτι γρηγοροῦντι, ἔχουσα μετ᾽ αὐτῆς δύο εὐνούχους, καὶ τούτου τὰς χεῖρας καὶ τοὺς πόδας διατείναντες, καὶ τῷ ἁγίῳ αὐτῆς δακτύλῳ διαχαραξάσης τὰ μέλη, αἱ ἁρμογαὶ τῶν χειρῶν ἐξ ἀγκόνων καὶ τῶν ποδῶν ἐξ ἀστραγγάλων θραυσθέντες, ὡς φύλλα ἀπὸ συκῆς διαῤῥαγέντες ἐκπεπτώκασι.

Καὶ ἄλλον δέ τινα ἐν αὐτῇ τῇ πόλει τοιαῦτα τετολμηκότα καὶ ὑπὸ στρατιωτῶν διωκόμενον, πρόσφυγόν τε γεγονότα τῇ τῆς Θεομήτορος σεπτῇ εἰκόνι, καὶ τοῦτον ἐν ὀφθαλμοῖς πάντων ἀποστραφεῖσα, προὔχειρον εἰς σφαγὴν ὡς ἐπίβουλον παραδέδωκε. Καὶ πολλοὺς γὰρ πολλάκις τολμηρῶς προσκρούσαντας, οὐχ ἡ τυχοῦσα δίκη ἐκόλασεν.

ζʹ. Ἐκλείψει με ὁ χρόνος διηγούμενον τὰ διηγήματα, ἅπερ ἐξ ἀρχαίων, καὶ ἄνωθεν ἁγίων προφητῶν καὶ ἀποστόλων, καὶ Πατέρων καὶ διδασκάλων νενομοθέτηται· οὐδὲν γὰρ λέληθε τοὺς πνευματοφόρους καὶ θεόπτας ἀποστόλους· ἀλλ᾽ ἅπερ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ταῦτα καὶ ἐδίδαξαν, ταῦτα καὶ παρέδωκαν· ταῦτα καὶ ἐκόσμησαν τὴν ἁγίαν Ἐκκλησίαν ἀπὸ περάτων τῆς οἰκουμένης, ἀπὸ τῆς ἐνδόξου Χριστοῦ παρουσίας, μέχρι τερμάτων αἰῶνος. Ἀλλά γε ὁ πολέμιος καὶ ἀρχαῖος τοῦ γένους ἐπίβουλος διάβολος, φθόνῳ καὶ βασκανίᾳ τῶν καλῶν τετηκὼς, οὐκ ἐπαύσατο τὴν πολυτάραχον αὐτοῦ καταιγίδα, ὡς λαίλαπα ἀγρίαν, τῶν αἱρέσεων ἀνακινῶν. Καὶ Κωνστάντιος μὲν, ὁ τὰ σκῆπτρα διαδεξάμενος τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου, ὁ τῆς μεγάλης ῥίζης σεσαθρωμένος ὄρπαξ, οὐ μέτριον κλόνον καὶ τάραχον τῆς πατρικῆς κρηπῖδος εἰσβαλὼν, πόλεμον τῇ Ἐκκλησίᾳ χείρονα τῆς εἰδωλικῆς δεισιδαιμονίας, τῇ τῶν Ἀρειανικῶν φρενῶν φενακιζόμενος ἀπάτῃ, τοὺς προβόλους καὶ στύλους τῶν Ἐκκλησιῶν κατασείσας κατέῤῥαξε.

Λιβέριον μὲν Πάπαν Ῥώμης, Ἀθανάσιον τὸν μέγιστον Ἀλεξανδρείας, Παῦλον ἄλλον Κωνσταντινουπόλεως τὸν ὁμολογητὴν, Εὐστάθιον τὸν περιώνυμον Ἀντιοχείας, καὶ τοὺς σὺν αὐτοῖς λογάδας καὶ ἁγίους Πατέρας ἐξοστρακίστους κατεδίκασεν· ἀνθρώποις ἀσεβέσι καὶ ἐναγέσι τὰ τῶν ἁγίων ἅγια ἐνεχειρίσατο.

Αὖθις ὀπαδοὶ καὶ συνεργοὶ Ἰουλιανὸς ὁ πρωτότοκος υἱὸς τοῦ Σατανᾶ, ὁ ἀποστάτης καὶ παραβάτης, ὡσαύτως καὶ ὁ Οὐάλης, εἰ καὶ οὐκ ἀποστάτης, ἀλλά γε Χριστοδιώκτης καὶ Χριστόμαχος· ἀλλ᾽ αὐτίκα γοῦν ἀνατέταλκεν ὁ τῆς δυτικῆς λαμπαδηφορίας πνευματικὸς ἀστὴρ ὁ μέγας Θεοδόσιος, κατὰ τοῦ πνευματομάχου Μακεδονίου ἐκ τοῦ πατριαρχικοῦ θρόνου ἐξοστρακισθέντος, συνόδοις καὶ συνδρομαῖς τῶν ἁγίων Πατέρων, τὸ μέγιστον τῆς εὐσεβείας Χριστοῦ ἅγιον σύμβολον τῇ Ἐκκλησίᾳ ἀπαρεγχείρητον ἐμπήξας ἡδραίωσε.

ηʹ. Τούτου τῆς βασιλείας διάδοχοι, Ἀρκάδιος καὶ Ὁνώριος, καὶ τούτων αὖθις Θεοδόσιος ὁ τοῦ Ἀρκαδίου βλαστός· εἶτα πάλιν ἡ γάγγραινα νομὴν λαβοῦσα, Νεστορίου τοῦ ἀνθρωπολάτρου, Εὐτυχοῦς καὶ Διοσκόρου, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων· ἀλλ᾽ ὅμως ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ὁ γὰρ μέγιστος τῆς βασιλικῆς εὐσεβείας νομοφύλαξ Μαρκιανὸς τῇ τῶν ἁγίων Πατέρων συνδρομῇ τοὺς δυσσεβεῖς εἰς γῆν κατέῤῥαξεν. Εἶτα πάλιν ἄλλοι τινὲς τὴν ἁλμυρὰν τῆς θεοπασχίας κατεῤῥάτισαν αἵρεσιν, Σέβηρος, Ἰάκωβος, Πέτρος ὁ Κναφεὺς, καὶ ἄλλοι τινὲς τῆς ἀνοσιουργίας ἀποπτυελίσματα, μεθ᾽ ὧν ἡ βασιλικὴ Ζήνωνος τυραννικωτάτη χεὶρ κατεστράτευσεν. Οὕσπερ ἡ τῶν εὐσεβῶν βασιλέων, Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ τῶν ἁγίων Πατέρων θεόδρομος σύνοδος, ὥσπερ λιμώττοντας κύνας τῆς ἐκκλησιαστικῆς ὁμηγύρεως ἐξήλασεν.

Εἶτα πάλιν οἱ πρόβολοι κατὰ τῶν ἐκκλησιαστικῶν πυργοβάρεων, Ὁνώριος Ῥώμης, Σέργιος ὁ τῆς βασιλίδος, Πύῤῥος, Παῦλος, Κῦρος Ἀλεξανδρείας, Μακάριος Ἀντιοχείας, Θεόδωρος ὁ τῆς Φαρὰν, ὑπὸ τοῦ πολυμηχάνου καὶ ἀρχηγέτου τῶν κακῶν εἰς γῆν τῆς αἱρέσεως κατεῤῥάχθησαν, ὑπὸ τοῦ εὐσεβοῦς μεγάλου Ἰουστίνου τῇ τῶν ἁγίων Πατέρων θεοσυλλέκτῳ συνόδῳ τῆς κατακρίσεως ἀνάθεμα κληρωσάμενοι.