Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εὐχαί

Ἰωάννης ὁ Δαμασκηνός

Ευχές προετοιμασίας για τη Θεία Μετάληψη

Ικετήριες προσευχές για την άφεση των αμαρτιών, τον καθαρισμό της ψυχής και την ακατάκριτη προσέλευση στη Θεία Κοινωνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 3

Εὐχὴ Ἰωάννου τοῦ Δαμασκηνοῦ. Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα, καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων, καὶ ἐνδόξων, καὶ ἀχράντων, καὶ ζωοποιῶν σου μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ᾽ εἰς καθαρισμὸν, καὶ ἁγιασμὸν, καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας, εἰς τεῖχος, καὶ βοήθειαν, καὶ ἀνατροπὴν τῶν ἐναντίων, εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους, καὶ οἰκτιρμῶν, καὶ φιλανθρωπίας· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ. Πρὸ τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα, καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι. Ἀλλὰ σὺ, Χριστὲ ὁ Θεὸς, ὁ τελώνην δικαιώσας, καὶ Χαναναίαν ἐλεήσας, καὶ τῷ λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μου τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαι μου προσερχόμενον, καὶ ἁπτόμενόν σου, ὡς τὴν πόρνην καὶ τὴν αἱμόῤῥουν. Ἡ μὲν γὰρ τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δὲ τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινὸς, ὅλον σου τὸ σῶμα πολλῶν δέξασθαι, μὴ καταφλεχθείην, ἀλλὰ δέξαι με ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα. Πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν ἐπουρανίων δυνάμεων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.